18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

βασιλεύς,ἤνυσται. πεπείραται γὰρ ὅπως οἱ Ἕλληνες ὀκνοῦσι τὴν μάχην· καὶ

ἀναλαβὼναὐτοὺς διὰ τῶν δύο σοφῶν Ὀδυσσέως τε καὶ Νέστορος τὰ μὲν ἀπειλαῖς, τὰ

δὲπληγαῖς, πολλὰ δὲ καὶ λόγοις μαλθακοῖς, ἤδη δὲ καὶ ὀνειδισμοῖς, οὐ μόνονεἰς τὸ

ἀρχαῖον ἀποκατέστησε τοὺς ὀκνοῦντας, ἀλλὰ καὶ τεραστίως διέθετο. ἐρεῖγὰρ ὁ ποιητὴς

ὅτι εὐθὺς αὐτοῖς γλυκίων ὁ πόλεμος ἐγένετο ἢ ὁ εἰς τὰ οἰκεῖα 1.267 νόστος. (ῃ. 73)

Ἰστέον δὲ ὅτι τὸ θέμις ἐστὶν ἀντὶ τοῦ θεσμός· θέμις γάρ ἐστιν,ὡς εἴρηται, στρατηγῷ

ἀποπειρᾶσθαι πρὸ τῆς μάχης τοῦ στρατεύματος. [Σημείωσαι δὲ ὡς τὸ μὲν ᾗ ἀντὶ τοῦ

ὅπου σὺν τῷ ˉι γράφουσιν οἱ τεχνικοί, καθὰ καὶτὸ πῇ καὶ ὅπῃ καὶ ἄλλῃ, ὅ ἐστιν

ἀλλαχοῦ· τὸ δέ «ᾗ θέμις ἐστί» δίχα προσγραφῆςτοῦ ˉι τιθέασι, καθὰ καὶ τὸ «φὴ νέος,

οὐκ ἀπάλαμνος», ἤγουν ὡς νέος οὐκ ἄναλκις,καὶ τὸ μή, οἷον· μὴ τύψῃς, καὶ τὸ νή, οἷον·

νὴ τὴν Ἀθηνᾶν, καὶ τὸ ἦ τὸ σχετλιαστικὸν καὶ θαυμαστικόν, καὶ τὸ ὠή ἀνακλητικόν·

οἷον· «ὠὴ τίς ἐν πύλαισι δωμάτωνκυρεῖ» ἔτι δὲ καὶ τὸ ὠή σχετλιαστικὸν καὶ τὸ ἤδη

χρονικόν καὶ νῦνδη ἀντὶ τοῦἀρτίως ἐν ἑνὶ τόνῳ, ὃ καί φασι μόνῳ παρῳχημένῳ

συντάσσεσθαι.] (ῃ. 74) Τὸδὲ πολυκλήϊσι προπαροξυτόνως ἀναγινώσκουσιν οἱ παλαιοί.

ἔστι μὲν γὰρὀξυτόνως κληΐς ἡ ναυτικὴ καθέδρα παρὰ τὸ κλῶ, ἔνθα κλᾶται τὸ σῶμα

συγκαμφθέν· ἡ δὲ σύνθεσις βαρύνει αὐτὸ καὶ γίνεται πολυκλήϊς, πολυκλήϊδος,

ὡςπολυψήφιδος, μελαγκρήπιδος. Ἰστέον δὲ ὅτι πολυκλήϊδες νῆες οὐ μόνον

αἱπολυκάθεδροι κατὰ τὴν ῥηθεῖσαν ἐτυμολογίαν, ἀλλὰ καὶ μᾶλλον αἱ πολυκλείδωτοι

παρὰ τὴν κληῗδα, τουτέστι κοινῶς τὴν κλεῖδα. πολυκλείδωτοι γὰρ ἀληθῶςαἱ νῆες διὰ τὸ

πολυγόμφωτον καὶ εὐάρμοστον. ταὐτὸν δὲ κατὰ τοὺς παλαιοὺςκληῒς καὶ ἑδώλιον.

[γενικὴ δὲ τοῦ κληΐς κληῖδος καὶ συναιρέσει κλῇδος, ὡς Νηρῇδος· ὅθεν τὸ «κλῃδῶν

θρόνοι» παρὰ Λυκόφρονι. δοκεῖ δὲ καὶ ὁ τῆς εἰρεσίαςζυγὸς ἑδώλιον εἶναι.] (ῃ. 75) Τὸ δὲ

ἄλλοθεν σημειῶδές ἐστι τοῖς παλαιοῖςὡς προπαροξυνόμενον, οἳ καὶ λέγουσι κανόνα

τοιοῦτον· τὰ εἰς ˉθˉεˉν ἐπιρρήματατῷ ˉο μόνῳ παραληγόμενα παροξύνονται·

Κυπρόθεν, Ἰλιόθεν, Αἰνόθεν, Ἀβυδόθεν. τὸ ἄλλοθεν, πάντοθεν, οἴκοθεν,

προπαροξύνονται, διότι ἀόριστά εἰσικαὶ κοινὴν τόπου σημασίαν ἀναδέχονται. ἕτεροι δέ

φασιν ἁπλῶς ὡς πάντατὰ εἰς ˉθˉεˉν παροξύνονται χωρὶς τῶν ῥηθέντων τριῶν ὡς

σεσημειωμένων. (ῃ. 76)Ὅτι καὶ ἐνταῦθα σχῆμα κεῖται, ὃ λέγεται κατὰ τὸ σιωπώμενον.

ὅτι μὲν 1.268 γὰρ ὁ βασιλεὺς δημηγορήσας ἕζετο, εἶπεν ὁ ποιητής· ὅτι δὲ φθάσας

ἀνέστηδημηγορῆσαι, οὐκ ἐπεσημήνατο, ἀλλ' ἐσιώπησε· καὶ ἔστι καὶ τοῦτο

μέθοδοςσυντομίας, ὡς μὴ θέλοντος τοῦ ποιητοῦ ἐνδιατρίβειν τοῖς μὴ καιρίοις. καὶνῦν

μὲν τὸ τέλος εἰπὼν ἀπεσιώπησε τὴν ἀρχήν, ἀλλαχοῦ δὲ ἀνάπαλιν ποιεῖ,ὡς καὶ ὅτε

τραπέζας παρατίθεσθαι λέγων τὴν ὕστερον ἀφαίρεσιν αὐτῶν σιωπᾷ.(ῃ. 77) Ὅτι τὸ

«Πύλου ἠμαθόεντος» ἀντὶ τοῦ ἠμαθοέσσης, εἰ μὴ ἄρα τιςἀρσενικῶς ὀνομάσει τὸν

Πύλον–ὅπερ, εἰ καὶ παρὰ ἄλλοις ἐστίν, ὡς προείρηται,ἀλλὰ παρὰ τῷ ποιητῇ οὐ

φαίνεται–τοιοῦτον δὲ καὶ ἐν Ὀδυσσείᾳ τὸ «ὑλήεντι Ζακύνθῳ» ἀντὶ τοῦ ὑληέσσῃ,

ὁμοφωνοῦντος τοῦ θηλυκοῦ τῷ ἀρσενικῷ, ὡςκαὶ ἐπὶ ἄλλων καταλήξεων γίνεται, οἷον

ἐν τῷ «κλυτὸς Ἱπποδάμεια» καὶ»ἀγγελθεῖσά μοι γενναῖος» καὶ «φωκάων ὀλοώτατος

ὀδμή» καὶ «πικρὸς ὀδμή»καὶ «ἀκοὴ λίχνος» καὶ «νεκρὸν δάμαρτα» καὶ ἐν ἄλλοις

μυρίοις. ἠμαθόειςδὲ Πύλος ἢ ἡ γῆν ἀμαθώδη ἔχουσα ἤτοι ὑπόξηρον–τοιοῦτον γὰρ ἡ

ἄμαθος–ἢπερὶ ἣν ποταμὸς ῥέει καλούμενος Ἄμαθος, ὥς φησιν ὁ Γεωγράφος

λέγων·Ἄμαθος ποταμὸς περὶ Πύλον, ἀφ' οὗ ἠμαθόεις δοκεῖ καλεῖσθαι αὐτὸς ἤγουνὁ

Πύλος. τὸ δὲ ἀμαθώδη τὴν ὅλην ἐκεῖ χώραν ἢ τὸν Πύλον εἶναι ψεῦδος ἐκεῖνοςεἶναί

φησι. τινὲς δὲ καὶ τριῶν Πύλων οὐσῶν περὶ ἑκάστην αὐτῶν ποταμὸνῥέειν φασὶν

Ἄμαθον. ἔσται δὲ τούτου μνεία καὶ ἐν τῇ Βοιωτίᾳ. (ῃ. 79). Ὅτι ἡγήτορες καὶ μέδοντες οἱ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

170

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!