18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γενομένης θέσει μακρᾶς, τῆς δὲ παραληγούσης φύσει ἐκταθείσης.] τὸδὲ εἰπεῖν γενέσθαι

αὐτὸ ἐκ τοῦ ἶφι καὶ τοῦ θυμός, ἡ ψυχή, οὐ λίαν ἀρέσκει τοῖςπαλαιοῖς, καὶ τὴν αἰτίαν

ἐκεῖνοι λέγουσιν. Ἀττικὸν δὲ τὸ ἰφθίμους ψυχάς. καὶἠδύνατο μὲν καὶ ἰφθίμας εἰπεῖν

κοινῶς, ὡς δηλοῖ τὸ «ἰφθίμην ἄλοχον», [ἐξέφυγεδὲ τὸ ἐν τρισὶ παρίσοις ἄκαιρον

κάλλος. Ψυχὴ δὲ κατὰ τοὺς παλαιοὺς οὐχ'οὕτως ἐκ τοῦ ψύχω, ὅσον ἐκ τοῦ φύσις καὶ τοῦ

ἔχω, ἵνα ᾖ φυσιοχὴ καὶ τροπῇσυνήθει τοῦ ˉφ εἰς ˉπ καὶ τοῦ ˉπ καὶ ˉσ εἰς ˉψ καὶ

συγκοπῇ τοῦ ˉι καὶ τοῦ ˉο ψυχή.] Τὸ δὲ Ἄϊδι μεταπλασμὸν κατά τινας ἔπαθε τῆς

ληγούσης ἀπὸ τῆς Ἀΐδῃδοτικῆς, ἧς εὐθεῖα ὁ Ἀΐδης. κατὰ δὲ ἑτέρους ἐπλαγιάσθη ἀπὸ τοῦ

Ἄϊς, οὗ καὶ γενικὴ εὑρίσκεται Ἄϊδος, εἰ μή τις ἐρεῖ καὶ τοῦτο ἀπὸ τοῦ Ἀΐδου

μεταπλασθῆναι. τί δέ ἐστιν ὁ μεταπλασμός, ἐν τοῖς ἑξῆς εἰρήσεται. τὸ δὲ Ἄϊς γίνεται 1.27

παρὰ τὸ ˉα στερητικὸν καὶ τὸ εἴδω εἴσω, τὸ βλέπω, καθάπερ καὶ ἐκ τοῦ ˉνˉηστερητικοῦ

καὶ τοῦ εἴδω εἴσω, τὸ γινώσκω, νῆϊς ὁ ἄπειρος καὶ ἀνεπιστήμων.ἔστι γὰρ Ἄϊς τόπος

σκοτεινὸς ὑπὸ γῆν, ἀφανής, ἀφωρισμένος ψυχαῖς. διὸκαὶ Ἀΐδης λέγεται ὁ αὐτὸς καὶ

Ἀϊδωνεύς· ὡς δέ τινές φασι καὶ Ἅδης κατὰσυναίρεσιν τοῦ Ἀΐδης. εἰς τοῦτο δὲ

ἐναντιοῦται τὸ πνεῦμα· ὤφειλε γάρ, εἰἀπὸ τοῦ Ἀΐδης ὁ Ἅδης γέγονε συναιρεθείς,

ψιλοῦσθαι καὶ αὐτός, καθὰ ὁ Ἀΐδης. ἀλλὰ τοῦτο μὲν οἱ ἀποδεχόμενοι τὴν ἀπὸ τοῦ Ἀΐδης

συναίρεσιν δασυνθῆναί φασιν Ἀττικῶς, τάχα διὰ τὴν ἐν αὐτῷ ἄθροισιν τῶν ψυχῶν.

εἰώθασιγὰρ Ἀττικοὶ καὶ ἕτερα πολλὰ τοιούτῳ τινὶ λόγῳ δασύνειν, ὡς καὶ τὴν ἅλα καὶτὸ

ἅπας καὶ τὸ ἅλις ἀντὶ τοῦ ἀρκούντως, λέγοντες ὅτι τὸ ἀθροιστικὸν ˉα δασύνεται. οἱ δὲ

ἄλλως ἀσυναιρέτως τὸν Ἅδην παράγοντες οὔτε τὸ ˉι ἐν τῇ ἀρχούσῃπροσγράφουσιν,

ἀλλὰ καὶ ἀπὸ τοῦ ἥδω φασὶ παραχθῆναι τὸν Ἅδην κατὰ ἀντίφρασιν, ᾧ ἥδεται καὶ χαίρει

οὐδείς· καθ' ὃ καὶ Χάρων μυθολογεῖται πορθμεὺςἐν Ἅδου, ὡς ἀπὸ τοῦ χαίρειν, καίτοι

χαρτὸν οὐδὲν ποιῶν, εἴπερ εἰς Κωκυτὸνπορθμεύει καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα.

Τὸ δὲ προΐαψέ τινες ἁπλούστερονἀντὶ τοῦ προέπεμψε νοοῦσιν· ἔχει δὲ οὐχ' ἁπλῶς

οὕτως. οὐ γὰρ πομπήν τιναἢ προπομπήν, ἀλλ', ὡς καὶ τῷ Γεωγράφῳ δοκεῖ, φθορὰν καὶ

βλάβην τινὰ ἡλέξις δηλοῖ, ὡς ἀπὸ τοῦ ἴπτω, ἐξ οὗ, φησί, καὶ Ἄργος πολυδίψιον τὸ

πολυΐψιονἤτοι πολύφθορον. ἀλλὰ περὶ τούτου μὲν ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. ἐκ δὲ

τοῦἴπτω ἴψω τὸ βλάπτω οὐ μόνον τὸ ἰάπτω γίνεται, ἀλλὰ καὶ ἶπος ἡ παγὶς τῶνμυῶν καὶ

ἰποῦν ῥῆμα τὸ βλάπτειν [παρά τε Αἰσχύλῳ καὶ παρὰ τῷ Κωμικῷἐν τῷ «ἰπούμενοι ταῖς

εἰσφοραῖς»] καὶ ὁ ἴπνος βαρυτόνως ἢ ἰπνὸς ὀξυτόνως,δι' οὗ δηλοῦται ἡ ἑστία ἢ ὁ

κλίβανος. ἐκ δὲ τοῦ τοιούτου ἴπτω καὶ ἲψ ἰπὸςεἶδος σκώληκος [ἐμφυομένου τοῖς κέρασι

κατὰ τὸ «μὴ κέρα ἶπες ἔδοιεν».]καὶ αἰπὺς ὁ ὑψηλὸς καὶ χαλεπός· τὸ γὰρ ἰπῶ, τουτέστι τὸ

βλάπτω, μετὰτοῦ ˉα ἐπιτατικοῦ κατὰ συναίρεσιν ποιεῖ τὸ αἰπύς. ἰάπτω τοίνυν τὸ μετὰ

βλάβης 1.28 τι ποιῶ, πλεονάσαντος τοῦ ˉα μέσον τοῦ ἴπτω. τάχα δὲ καὶ ἀπὸ τοῦ ˉα

ἐπιτατικοῦ ἐπιρρηματικοῦ μορίου καὶ τοῦ ἴπτω γίνεται ἀΐπτω τὸ ἄγαν βλάπτω καὶκατὰ

μετάθεσιν δι' εὐφωνίαν ἰάπτω. ὅθεν [καὶ ὁ Ἰαπετὸς καὶ] τὸ προΐαψεν,ἤγουν μετὰ

βλάβης εἰς Ἅιδην πρὸ τοῦ δέοντος ἔπεμψεν, ὡς τῆς ˉπˉρˉο προθέσεωςκαιρικόν τι

δηλούσης· ἢ ἁπλῶς ἔπεμψεν, ὡς πλεοναζούσης τῆς προθέσεως, καθὰκαὶ ἐν τῷ «νῆας

προπάσας» καὶ ἐν ἄλλοις πολλοῖς. εἰ δὲ προσεκτέον τῷ Σοφοκλεῖ ἔνθα λέγει «λόγοις

ἰάπτων» οὐδὲ τὸ μετὰ βλάβης παρέπεμψεν ὀρθῶςἂν ἔχοι ἐπὶ τοῦ προΐαψεν, ἀλλὰ

ἀσυνθέτως καὶ κατὰ μόνας αὐτὸ δὴ τὸ βλάπτεινἡ λέξις δηλοῖ, λέγοντος οἷον τοῦ

ποιητοῦ, ὅτι οὐ νόσῳ, οὐ τραύμασι μόνοις, οὐκἄλγεσιν ἡ μῆνις ἴαψεν ἤτοι ἔβλαψε τὰς

τῶν ἡρώων ψυχάς, ἀλλὰ ἐσχάτῳπάντων κακῷ, τῷ Ἄϊδι. ἐντεῦθεν δὲ οἱ μεθ' Ὅμηρον

ἀπονάμενοι ζημιοῦσθαί τινά φασι θανάτῳ ἢ δικαιοῦσθαι καὶ ποινηλατεῖσθαι πληγαῖς ἢ

ἀτιμίαις ἢεἱρκτῇ ἢ οὕτω πως. [Ἄλλως μέντοι τὸ «ἰάψῃς ὀρχήματα» ἑτέραν ἔννοιαν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

17

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!