18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κάλλει, ἣν καὶ φύσιν ἡ τραγῳδία καλεῖ «μέγα κακόν»οὖσαν καὶ αὖ πάλιν «σωτήριον

τοῖς καλῶς χρωμένοις». ἡ δὲ τοιαύτη φυή,[ἀφ' ἧς καὶ πρόσωπον εὐφυές, ὡς καὶ μηροὶ

εὐφυεῖς] καὶ εἶδος λέγεται κατὰτὸ «οὐκ ἄρα σοί γ' ἐπ' εἴδεϊ καὶ φρένες ἦσαν» καὶ

«οὕνεκα εἶδος μὲν καλή,ἀτὰρ οὐκ ἐχέθυμος» καὶ «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος».

καὶ αὕτη μὲνἡ κατὰ σῶμα φυή, καθ' ἣν εἴρηται καὶ τὸ «φυήν γε μὲν οὐ κακός

ἐστιν».ἑτέρα δὲ κατὰ νοῦν, ὅθεν καὶ εὐφυής ὁ εὖ ἔχων τοιαύτης φυῆς εἰς τὸ εἰδέναικαὶ

«σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ», ὁ ἀντιδιαστελλόμενος, κατὰ τὸν αὐτομαθῆ καὶθυμόσοφον

εἰπεῖν Λυρικόν, τῷ μαθόντι. Τὸ δὲ ἄγχιστα ἀντὶ τοῦ ἐγγυτάτω, ὃ ταὐτόνἐστι τῷ σχεδόν.

(ῃ. 60–70) Ὅτι οὐκ ᾐδέσθη ὁ ποιητὴς ἀδολεσχικῶς οἷον ταὐτολογῆσαι καὶ τρὶς εἰπεῖν

αὐταῖς λέξεσι τὴν αὐτὴν καὶ ἐνταῦθα ἔννοιαν. ἃ γὰρὁ Ζεὺς εἶπε πρὸς τὸν ὄνειρον, αὐτὰ

ἐκεῖνα ὁ μὲν ὄνειρος ἐξεῖπε τῷ βασιλεῖ,ὁ δὲ βασιλεὺς τῇ γερουσίᾳ, διδάσκοντος καὶ νῦν

τοῦ ποιητοῦ, ὡς καὶ προέφαμεν,οὐδὲν εἶναι καινὸν κατὰ καιρὸν πολλάκις ταὐτολογίᾳ

χρῆσθαι τὸν ῥήτορα.καίτοι Ζηνόδοτος ὑπερπαθῶν οἷον τοῦ Ὁμήρου καὶ προμηθούμενος

ἰάσατοτὴν τρίτην ταὐτολογίαν ἐπιτεμὼν καὶ μεταγράψας οὕτως· «ἀνώγει σε

πατὴρὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὃ μὲν εἰπὼν ᾤχετ'

1.266 ἀποπτάμενος» καὶ ἑξῆς. φασὶ δὲ πρὸς τοῦτον οἱ παλαιοὶ ὡς δυσωπητέον

ἐντοῖς τοιούτοις τὴν ταὐτολογίαν. τὰ γὰρ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ

τρὶςἀναπολεῖται ταῖς αὐταῖς λέξεσιν. ἦν δέ, φασί, καὶ ἄλλως ἀναγκαῖον τοῖς

συγκεκλημένοις βουλευταῖς διηγήσασθαι τὰ τοῦ ὀνείρου. (ῃ. 70 ς.). Σημείωσαιδὲ ὅτι

Ὁμήρου εἰπόντος ὡς «ὁ ὄνειρος τάδε εἰπὼν ᾤχετο ἀποπτάμενος»,πτερωτοὶ ἐντεῦθεν οἱ

ὄνειροι ἀνεπλάσθησαν. διὸ καὶ Εὐριπίδης τὴν Γῆν «μελανοπτερύγων ὀνείρων μητέρα»

καλεῖ. σημείωσαι δὲ καὶ ὅτι μνημονικώτατονὍμηρος ἐμφαίνει τὸν βασιλέα, ὃς

τοσοῦτον οὐκ ἐξελάθετο τοῦ ὀνείρου, καθὰκαὶ παρηγγέλθη [ἐν τῷ «μηδέ σε λήθη

αἱρείτω»], ὥστε καὶ αὐταῖς λέξεσι τὰἐκείνου λαλεῖ. Ὅτι τὸ ἀφιέναι καὶ ἀνιέναι λέγεται,

οἷον «ἐμὲ δὲ γλυκὺς ὕπνοςἀνῆκε». Σοφοκλῆς δὲ λύειν τοῦτό φησιν εἰπών· «ὁ

παγκρατὴς ὕπνος λύει πεδήσας, οὐδ' ἀεὶ λαβὼν ἔχει». (ῃ. 73–5) Ὅτι θέμις τοῖς

στρατηγοῖς ἔστιν ὅτε πειρᾶσθαι τῶν στρατιωτῶν πρὸ τοῦ πολέμου, εἴτε οἰκείᾳ γνώμῃ

πολεμοῦσιν εἴτεἀνάγκῃ, τουτέστιν εἴτε προθύμως ἔχουσι πολεμεῖν εἴτε καὶ μή· ὡς ἂν

προθύμουςμὲν ὄντας ἐπιρρώσειαν εἰς πλέον, μὴ προθυμουμένους δὲ εἰς θάρσος

ἀγάγοιεν.καὶ Ἀγαμέμνων οὖν ἐνταῦθα, ἐπεὶ Ἀχιλλέως μηνίσαντος ὑπόπτως ἔχει τοῖς

Ἀχαιοῖς, «πρῶτον ἔπεσι πειρήσομαι», φησίν, «ᾗ θέμις ἐστί, καὶ φεύγειν σὺν

νηυσὶπολυκλήϊσι κελεύσω· ὑμεῖς δὲ ἄλλοθεν ἄλλος κωλύετε». οἴεται γὰρ

ἐθελοκακεῖντυχὸν τοὺς Ἕλληνας διὰ τὴν τοῦ πολεμάρχου Ἀχιλλέως ἀργίαν καὶ διὰ

τοῦτο θέλει σχηματίσασθαι τὸν οἴκαδε ἀπόπλουν ὡς ἤδη ἀπογνοὺς τὴν τῆς Τροίας

ἅλωσιν. ἐπεὶ δὲ ὕπεστι δέος, μή ποτε ἡδέως οἱ Ἕλληνες τὸν λόγον προσηκάμενοι

ὁρμήσωσιν ἀποπλεῖν, συμβουλεύει τοῖς γέρουσιν, ἵνα κωλύσωσινἀντιστάντες τῇ τοῦ

βασιλέως δημηγορίᾳ. καὶ ἔστι μὲν ἡ βουλὴ ἀγαθὴ καὶ κατὰτὸν Ὅμηρον πυκινὴ καὶ τῷ

ὄντι στρατηγική. τὸ δὲ πρᾶγμα μικροῦ δεῖν εἰςμέγα κατέστρεψεν ἂν κακόν, οἷα τοῦ

ὄχλου ἅμα τῷ λόγῳ τοῦ βασιλέως ὑποκινηθέντος εἰς ἀπόπλουν πόθῳ τῶν οἴκοι. καὶ

οὐκ ἤδη διὰ τοῦτο μεμπτέον τὴνβασιλικὴν βουλήν. οὐ γὰρ ἐκ τῶν ἀποτελεσμάτων ἀεὶ

κριτέον τὰ καλὰ εἴτεκαὶ φαῦλα. κατὰ γὰρ τὴν Ἡροδότειον Μοῦσαν «εὖ βουλεύεσθαι

κέρδος. εἰγὰρ καὶ ἐναντιωθῇ τι, βεβούλευται μὲν οὐδὲν ἧττον εὖ, ἥττηται δὲ ὑπὸ

τῆςτύχης τὸ βούλευμα. ὁ δὲ βουλευσάμενος κακῶς ἐὰν εὐτυχήσῃ, εὕρημα

εὕρηκεν·οὐδὲν δὲ ἧττον κακῶς βεβούλευται». οὔκουν οὐδ' ἐνταῦθα ἐκ τοῦ

ἀποτελεσθέντοςγνωματευτέον, ἐπαινετέον δὲ τὸ βούλευμα διότι, ὅπερ ἤθελεν ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

169

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!