18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δὲ καὶ τὸ κηρύσσειν Ἀχαιοὺςἐντελῶς ῥηθέν. λέγει γὰρ κηρύσσειν ἤτοι τῇ βοῇ

συγκαλεῖσθαι τοὺς Ἀχαιούς.τὸ δέ «οἳ μὲν ἐκήρυσσον» ἐλλιπῶς ἔχει τοῦ Ἀχαιούς. οἱ δὲ

μεθ' Ὅμηρον1.264 μετὰ δοτικῆς τὸ κηρύσσειν συντάσσουσιν, οἷον «κηρύσσειν Ἀχαιοῖς».

Τὸ δὲ»μάλ' ὦκα» τῆς εὐπειθείας τῶν Ἀχαιῶν σημεῖόν ἐστι κατὰ τὸ «καί οἱ

πείθονταιἈχαιοί». (ῃ. 53) Ὅτι ἀγορὰ μὲν ἡ κοινὴ πάντων συνέλευσις διὰ κηρύκων

λιγυφθόγγων, βουλὴ δὲ ἡ μόνων τῶν γερόντων. διόπερ εἰπὼν ὅτι ἐκέλευσεκηρύσσειν

εἰς ἀγοράν, ὃ καὶ ἐγίνετο, ἐπάγει· «βουλὴν δὲ πρῶτον μεγαθύμωνἷζε γερόντων» ἤγουν

πρὸ τῆς ἀγορᾶς βουλὴν ἐποίει σύγκλητον. διδοὺς δὲ καὶ τοῖςὕστερον ἀφορμὴν τοῦ

εἰπεῖν σύγκλητον τὸ τοιοῦτόν φησι· «τοὺς ὅ γε συγκαλέσας»,ἤτοι τοὺς γέροντας,

«πυκινὴν ἠρτύνετο βουλήν», ὡς καὶ ἀλλαχοῦ· «κίκλησκεδὲ γέροντας». ὅθεν τραγικός

τις «σύγκλητον λέσχην γερόντων» τὸ τοιοῦτονὠνόμασεν. Ἡρόδοτος δέ «σύλλογον

ἐπίκλητον» λέγει «Περσῶν». τινὰ δὲτῶν ἀντιγράφων «βουλή» γράφουσι δίχα τοῦ νῦ,

ἵνα λέγῃ, ὅτι βουλὴ πρῶτονἐκαθέσθη γερόντων. καί φασιν οἱ παλαιοὶ ἀστειοτέραν καὶ

Ἀριστάρχειονεἶναι τὴν τοιαύτην γραφήν. Γέροντας δὲ τοὺς ἐντίμους λέγει, ὡς καὶ

πρὸμικροῦ γέγραπται, ἤτοι τοὺς ἡγεμόνας καί, ὡς εἰπεῖν, τὴν γερουσίαν, δηλῶν,ὅτι δεῖ

τοὺς τοιούτους καὶ πρὸ τῆς πρεσβυτικῆς ἡλικίας γέροντας τοῖς ἤθεσιφαίνεσθαι. εἰ δὲ

σεμνὸν τῶν Λακώνων ἡ τῶν γερόντων βουλὴ καὶ οἱ δύο βασιλεῖς,φθάνει τὴν τοιαύτην

πολιτείαν ὁ ποιητὴς προειδώς, οἷς τε δύο κοσμήτοραςτῷ τῶν Ἀχαιῶν λαῷ τοὺς

Ἀτρείδας καθιστᾷ καὶ ἐν τοῖς καιρίοις βουλὴν τῶν γερόντων καθίζει αὐτοῖς. (ῃ. 55)

Πυκινὴ δὲ βουλὴ ἡ στερρὰ ἐκ μεταφορᾶς τῶνπυκνῶν σωμάτων, ἃ δυσπαθέστερά εἰσι

τῶν ἀραιῶν. Τὸ δὲ ἀρτύνεσθαι πλεονασμῷ τοῦ νῦ ∆ωρικῶς ἀπὸ τοῦ ἀρτύω γίνεται, ὡς

ἀπὸ τοῦ θύω τὸ θύνω,τὸ ὁρμῶ, καὶ ἀπὸ τοῦ χύω τὸ ἐκχύνω. δηλοῖ δὲ τὸ ἀπηρτισμένον τι

ποιεῖν.Ἰστέον δὲ ὅτι τὸ μὲν ἐκάθιζε βουλὴν ἀντὶ τοῦ συνῆγε νοεῖται καὶ συνεισάγειτὸν

συνάξαντα τὴν βουλήν· τὸ δὲ ἐκάθιζε βουλή δίχα τοῦ νῦ ἀντὶ τοῦ συνήγετοκαὶ οὐ

παραδηλοῖ τὸν συνάξαντα. ἐκ τοῦ τέλους δὲ εἴρηται τὸ ἐκάθιζε· κληθέντεςγὰρ καὶ

συνελθόντες οἱ τῆς βουλῆς εἶτα ἐκάθηντο. [(ῃ. 54) Ἰστέον δὲ ὡς ἐντούτοις κεῖται σχῆμα

καινὸν τοιοῦτον· ἀπὸ κτητικοῦ ὀνόματος ἀναλυθέντοςποιεῖται Ὅμηρος γενικὴν

σύνταξιν οὕτως· «Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέοςβασιλῆος» ἤγουν παρὰ τῇ νηῒ τοῦ

Νέστορος τοῦ Πυλίου βασιλέως. τοιοῦτονκαὶ τὸ «τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε»

καὶ ἑξῆς, ἤγουν τῷ υἱῷ τοῦ Λαβδάκου καὶ τοῦ Πολυδώρου καὶ τοῦ Κάδμου καὶ τοῦ

Ἀγήνορος. ὅμοιον καὶ τὸ «τοῖς Τευταρείοις βουκόλου πτερώμασιν», ἤγουν τοῖς τοῦ

Τευτάρου Σκύθου ὀϊστοῖς, καὶ τὸ «ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς», ἤγουν

ταῖςπνοαῖς τοῦ ἀπὸ τῶν ἄρκτων Βορρᾶ. εἴη δ' ἂν τοιοῦτον καὶ τὸ οἶκος βασιλικὸς 1.265

τοῦ πάντα δυναμένου ἤγουν οἶκος βασιλέως παντοδυνάμου καὶ πρᾶγμα ἐμὸντοῦ

εὐτελοῦς ἤγουν ἐμοῦ τοῦ ταπεινοῦ. Πυλοιγενής δέ ἐστι μὲν διὰ διφθόγγουπλεονασμῷ

τοῦ ˉι ἐκ τοῦ Πύλος. εἰ δὲ γράφεται διὰ τοῦ ˉη Πυληγενής, τροπὴνἔπαθεν, ὁποίαν καὶ τὸ

ἐλαφηβόλος καὶ τὰ ὅμοια.] (ῃ. 56 ς.) Ὅτι νυκτερινῇἀληθεῖ ὀπτασίᾳ οἰκεῖον τὸ «θεῖός μοι

ἐνύπνιον ἦλθεν ὄνειρος ἀμβροσίην διὰνύκτα» ἤτοι κατὰ νύκτα, ἵνα ᾖ πρόθεσις ἀντὶ

προθέσεως. ἀμβροσία δὲ ἡ γλυκεῖα, καθὰ καὶ ἀνόπιν εἴρηται. [Ὥσπερ δὲ πρὸς ἄνδρας

εἴρηται τὸ «κλῦτε,φίλοι, θεῖός μοι ἐνύπνιον» καὶ ἑξῆς, οὕτω καὶ πρὸς γυναῖκας

λαληθήσεταιτὸ «κλῦτε, φίλαι» καὶ τὸ ἑξῆς] (ῃ. 58). Ὅτι ὅτε λέγει ὡς Νέστορι

ἄγχισταἐῴκει ὁ ὄνειρος εἶδός τε μέγεθός τε φυήν τε, φυήν τινες νενοήκασι τὸ ἐξ

εἴδουςτε καὶ ψυχῆς ἀγαθόν, ὃ φύσις ὑπ' ἄλλων καὶ ἦθος λέγεται. εἴρηται δέ τι περὶτῆς

λέξεως ταύτης καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ. καὶ νῦν δὲ ῥητέον ὡς διττὴ ἡ φυή, ἡμὲν κατὰ τὰ

ἐκτός, ὡς τὸ «οὐ δέμας οὐδὲ φυήν», δεξιότης οὖσα σωματικὴκαὶ εἰς ταὐτὸν ἥκουσα τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

168

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!