18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τῆς λιπαροκρηδέμνου, ἐν ᾗ δηλοῦνται τροπικῶςἡ τοῦ κρηδέμνου λειότης τε καὶ

στιλπνότης ἐκ λευκότητος. δοκεῖ δὲ ξενίζονεἶναι, εἰ καὶ γυναικῶν πόδες λιπαροί ποτε

λέγονται. ἰστέον δὲ ὅτι τὸ «ὑπὸλιπαροῖσί» τινες «ὑπαὶ λιπαροῖσι» γράφουσιν ὀκνοῦντες

νοεῖν ὡς καὶ αὐτὴ ἡὑπό πρόθεσις μακρὸν ἐνταῦθα ἔχει τὸ ˉο διὰ τὴν ἐπιφορὰν τοῦ ˉλ

κατὰ λόγονκοινῆς συλλαβῆς.] Τὸ δὲ ὑπεδήσατο δέδωκεν ἀρχὴν τῆς τῶν

ὑποδημάτωνκλήσεως. ὑποδεῖσθαι γὰρ πάντως ἐπὶ ποδῶν, ὥσπερ τὸ ἀναδεῖσθαι ἐπὶ

κεφαλῆς.(ῃ. 45) Ὅρα δὲ καὶ ὅτι, ὥσπερ πρὸ τούτου ὁ Ἀχιλλεύς, οὕτω καὶ νῦν ὁ

Ἀγαμέμνων ξίφος φέρει. καὶ ἦν, ὡς καὶ προεγράφη, ἔθος τοῦτο παλαιὸνὁπλοφορεῖν ἀεὶ

τοὺς ἥρωας, ὡς καὶ ὁ Τηλέμαχος ἐν Ἰθάκῃ ποιεῖ. περὶ δὲτοὺς ὤμους τὰ ξίφη ἔφερον καὶ

οὐκ ἐζώνυντο αὐτά, καθάπερ οἱ ὕστερον. (ῃ. 46)Ἄφθιτον δὲ αἰεὶ τὸ σκῆπτρον τοῦ

Ἀγαμέμνονος ἀντὶ τοῦ ἄφθαρτον, ἀδιάδοχον, ὡς αὐτὸς ἑρμηνεύσει μετὰ ταῦτα

πλατύτερον. διὸ καὶ τὸ πατρῷον πρόσκειται.φησὶ γάρ· «πατρώϊον ἄφθιτον αἰεί».

[ἐπίτασις δὲ τοῦ ἄφθιτον τὸ αἰεί. ὅρα δὲκαὶ ὡς ἐν μὲν τῷ «μέγα βάλλετο φᾶρος» διὰ δύο

ˉλ ἡ γραφὴ λόγῳ παρατατικοῦ·ἐν δὲ τῷ «βάλετο ξίφος ἀργυρόηλον» ἑνὶ ˉλ διοικεῖται

τὸ ῥῆμα, μέσου ὂν ἀορίστουδευτέρου ἐν συνήθει χρόνου ὑπαλλαγῇ.] (ῃ. 48) Ὅτι θέλων

εἰπεῖν, ὡς γέγονεν 1.263 ἡμέρα, περιφράζει οὕτως· «Ἠὼς μέν ῥα θεὰ προσεβήσατο

μακρὸν Ὄλυμπον,Ζηνὶ φόως ἐρέουσα», ἤτοι ἀπαγγελοῦσα, καὶ τὰ ἑξῆς. προσέθετο δὲ τὸ

θεά,ἵνα μυθικῶς νοηθῇ· τῆς γὰρ σωματοειδοῦς Ἠοῦς ἐστι τὸ ἀγγέλλειν φῶς τῷ τε ∆ιῒ

καὶ τοῖς ἄλλοις ἀθανάτοισιν οἱονεὶ δᾳδουχοῦσαν. ὅπερ δηλοῖ ἀλληγορικῶςτὸ ἡμέρας

οὔσης τόν τε ἀέρα Ζῆνα, ἤγουν ∆ία, πεφωτίσθαι καὶ τὰ λοιπὰ δὲστοιχεῖα κατὰ τὸ

ἐγχωροῦν. (ῃ. 49) Ἰστέον δὲ ὅτι Ὅμηρος μὲν φῶς ἀγγέλλειν θεοῖς ἔφη τὴν μυθικὴν Ἠῶ

ἀφυπνίζουσαν οἷον ἐκείνους, Εὐριπίδης δὲ ἀλληγορικῶς θεοῦ λαμπάδα τὴν ἡμέραν

φησί. τὸ δὲ φῶς ἐρεῖν ταὐτόν πώς ἐστι τῷφωσφορεῖν. Ἐνταῦθα δὲ σημειοῦνται οἱ

παλαιοὶ ὅτι δεξιώτατα ὁ ποιητὴς ἅματῇ τοῦ ὀνείρου θέᾳ διαφαῦσαι τὴν ἡμέραν

πεποίηκεν οὐ μόνον πρὸς ἔνδειξιντοῦ παννύχιον εὕδειν τὸν Ἀτρείδην, ἀλλὰ καὶ ἵνα

δηλώσῃ, φασίν, ὅτι οἱ πρὸςτὴν ἠῶ ὄνειροι μᾶλλον ἀληθεῖς ὡς ἤδη πεττομένων τῶν

σιτίων καὶ τοῦ λογιστικοῦνήφοντος καὶ μὴ ἐπιπροσθουμένου ταῖς ἐκ τῶν βρωμάτων

ἀτμίσι. Λέγουσι δὲκαὶ ὅτι τρίτη καὶ εἰκοστὴ αὕτη ἡμέρα τῆς Ἰλιάδος· δέκα μὲν γάρ,

φασίν, αἱτοῦ λοιμοῦ καὶ μέχρι τῆς μήνιδος, ἥτις ἦν ἡ δεκάτη· δώδεκα δὲ τῶν θεῶνἐν

Αἰθιοπίᾳ ὄντων, ἡ τοίνυν ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή. καὶ οὕτω μὲνπιθανῶς οἱ

παλαιοί. δύναται δὲ καὶ ἄλλως ἔχειν τὸ πρᾶγμα· ἐν γὰρ τῇ ῥηθείσῃδεκάτῃ τοῦ λοιμοῦ ἡ

Θέτις ἐλθοῦσα ἔφη τῷ Ἀχιλλεῖ χθιζὸν ἀπελθεῖν τὸν ∆ίαεἰς τοὺς Αἰθίοπας τῇ δωδεκάτῃ

ἐλευσόμενον. εἰ γοῦν χθιζὸς ἀπῆλθε, δευτέραἦν ἄρα ἡμέρα τῷ ∆ιῒ ἡ δεκάτη τοῦ λοιμοῦ.

μεθ' ἣν ἔδει ἄλλας δέκα καὶ μόναςδιελθεῖν αὐτῷ ἡμέρας, αἵτινες μετὰ τῶν δέκα ἡμερῶν

τοῦ λοιμοῦ εἴκοσι συνεπλήρουν ἡμέρας. ἡ τοίνυν μετὰ τὴν δωδεκάτην αὕτη οὐκ ἂν εἴη

εἰκοστὴ τρίτηἡμέρα, ἀλλ' εἰ μὲν εὐθὺς περὶ αὐτὴν ἐκείνην τὴν δωδεκάτην ἦλθεν ὁ

Ζεύς,εἴη ἂν εἰκοστὴ πρώτη ἡ σήμερον ἀνατολή. εἰ δὲ τῇ μετ' αὐτὴν ἤτοι τῇ

τρισκαιδεκάτῃ ἐπανῆλθεν ὁ Ζεύς, ἔστιν εἰκοστὴ δευτέρα ἡ ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ

ἀνατολή.[̓Ιστέον δὲ ὡς, καθάπερ θῶκος θόωκος πλεονασμῷ τοῦ ˉο καὶ Ξενοφῶν

Ξενοφόωνκαὶ Κῶς νῆσος Κόως, οὕτω καὶ φῶς φόως.] (ῃ. 50–2). Ὅτι ἀρετὴ κήρυκος

τὸλιγύφθογγον εἶναι, ἤτοι ὀξύφωνον, καὶ ὅτι καιριωτάτη ἐπ' αὐτοῦ λέξις τὸκηρύσσειν.

διό φησιν ἐπιμένων τῇ λέξει διὰ τὸ καίριον· «κηρύκεσσι λιγυφθόγγοισι κέλευε

κηρύσσειν ἀγορήνδε καρηκομόωντας Ἀχαιούς· οἳ μὲν ἐκήρυσσον, τοὶ δ' ἠγείροντο μάλ'

ὦκα». ὁ δὲ τρόπος ἐτυμολογία, ὡς τοῦ κήρυκοςἐκ τοῦ κηρύσσειν ἐτυμολογουμένου,

καθάπερ τῆς ἀγορᾶς ἐκ τοῦ ἀγείρειν.διὸ εἶπε κηρύσσειν ἀγορήνδε· τοὶ δ' ἠγείροντο. ὅρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

167

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!