18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὀμφὴ γὰρ αὖ πάλιν καὶ κληδὼν τὸ αὐτὸ δηλοῦσι, ναὶ μέντοι καὶ ἡ1.261 ὄσσα· οἱ δὲ

νεώτεροι ἐπὶ ἁπλῶς λόγου τιθέασι καὶ τὴν ὄσσαν καὶ τὴν ὀμφήν. Τὸ δὲ ἀμφέχυτο

ἐνταῦθα ἐπαινεῖται παρὰ τῶν παλαιῶν· σημαίνει μὲν γὰρτὸ περιῆλθεν· ἐμφαίνει δέ,

φασίν, ὅτι εἰς οὐδὲν αὐτῆς ὁ Ἀγαμέμνων ἐπιλέλησται.(ῃ. 42–6) Ὅτι σχῆμά ἐστι καὶ

ἐνταῦθα διασκευαστικόν, ἐν ᾧ ἐκτίθεται ὁποιητής, ὅτι ὁ Ἀγαμέμνων ἐγερθεὶς ἐξ ὕπνου

ἕζετο ὀρθωθείς, μαλακὸν δ' ἔνδυνεχιτῶνα, καλόν, νηγάτεον, περὶ δὲ μέγα βάλλετο

φᾶρος, ποσσὶ δ' ὑπὸ λιπαροῖσινἐδήσατο καλὰ πέδιλα, ἀμφὶ δ' ἂρ ὤμοισιν βάλετο ξίφος

ἀργυρόηλον, εἵλετοδὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί. τοιαῦτα δὲ σχήματα καὶ ἐν τῇ

αʹ ῥαψῳδίᾳἦσαν, ὅτε ἡ ναῦς τῷ λιμένι προσώκειλε καὶ ὅτε ἡ ἑκατόμβη ἐτύθη.

πολλαχοῦδὲ καὶ ἀλλαχοῦ τοιαῦται παρὰ τῷ ποιητῇ εὑρεθήσονται διασκευαί. εἴωθε

γάρ,ὡς προείρηται, ἐπὶ διδασκαλίᾳ τῶν ἀκροωμένων ἐνασχολεῖν τὸν αὐτοῦ λόγονκαὶ

τοῖς λεπτοῖς, ὡς ἂν αὐτοὶ μάθοιεν ῥητορικῶς καὶ ἐν τοῖς τοιούτοις εὐδοκιμεῖν.ἰστέον δὲ

ὅτι καὶ κατὰ τάξιν αὐτῷ ἐν τῇ τοιαύτῃ διασκευῇ ἔχει τὰ πράγματα·ὑπόκειται μὲν γὰρ ὁ

χιτών, ἐπίκειται δὲ τὸ φᾶρος, ὧν περιβληθέντωνὑποδήσασθαι ἔδει, εἶτα ξίφος

ἀμφιβαλέσθαι, μετὰ δὲ τὸ σκῆπτρον ἑλέσθαι.ὅρα δὲ καὶ ὅπως ἑκάστῳ τῶν

διασκευασθέντων ἐπίθετόν τι δέδωκε, μαλακὸνμὲν τὸν χιτῶνα εἰπὼν καὶ καλόν, μέγα

δὲ συλλογιστικῶς τὸ φᾶρος διὰ τὸ τοῦφοροῦντος δηλαδὴ μέγεθος, λιπαροὺς δὲ τοὺς

πόδας, καλὰ δὲ τὰ πέδιλα, τὸξίφος ἀργυρόηλον, τὸ σκῆπτρον ἄφθιτον. ὅρα δὲ καὶ

διαφορὰν ἐνταῦθα τοῦπεριβαλέσθαι καὶ ἀμφιβαλέσθαι, εἴπερ φᾶρος μὲν περιβάλλεται,

ξίφος δὲ ἀμφιβάλλεται. (ῃ. 42) Γίνεται δὲ ὁ μὲν χιτὼν παρὰ τὸ χύω, οἱονεὶ χυτών τις ὤν,

ὡςἀμέσως αὐτίκα περικεχυμένος τῷ σώματι, ἢ καὶ ὡς μὴ στατὸς ἀλλ' οἷον χυτόςτις διὰ

τὸ λεπτὸν καὶ οὕτως εὐαφές. διὸ καὶ μαλακὸς λέγεται πρὸς ἀντιδιαστολὴντοῦ φάρους.

ἐκεῖνο γὰρ οὐκ ἐξ ἀνάγκης μαλακόν, ὡς καὶ τῇ ὑφῇ ἀρηρὸς καὶδιὰ τοῦτο πυκνὸν

μᾶλλον ἤπερ ὁ χιτών. καὶ ὅρα ὅτι λόγος μὲν μαλακὸς ἐντοῖς πρὸ τούτου ὁ μαλακοποιός,

χιτὼν δὲ μαλακὸς ὁ αὐτὸς ὢν τοιοῦτος.σημειοῦνται δὲ οἱ παλαιοὶ ἐπὶ ἀνδρὸς τὸν

χιτῶνα λέγεσθαι, καθάπερ τὸν πέπλονἐπὶ γυναικός, ὡς καὶ αἱ βαθύπεπλοι καὶ

καλλίπεπλοι δηλοῦσι καὶ ἡ κροκόπεπλοςκαὶ τὸ «πέπλοισιν ἐκπονεῖ» παρ' Εὐριπίδῃ. καὶ

μὴν αὐτὸς καὶ ἐπὶ ἀνδρῶντὸν πέπλον τίθησιν ἔν τε τῷ Ἱππολύτῳ καὶ ἐν οἷς δέ που

μελάμπεπλονπαρεισάγει τὸν Τυνδάρεων καὶ τὸν Ὀρέστην πέπλοις κεκρύφθαι φησίν.

ὡςδὲ τροπικῶς καὶ πολεμικόν τι φόρημα ὁ χιτών, ἐν τοῖς ἐφεξῆς πολλαχοῦφανεῖται.

δῆλον δὲ καὶ ὅτι οὐδὲ πάντοτε χιτὼν λέγεται τὸ ἐκ λίνου μὲν ὑφανθέν, 1.262

ἐπικείμενον δὲ αὐτίκα τῷ σώματι, εἴγε καὶ ἐξ οὔλων ἐρίων χιτὼν λέγεταιπαρὰ τοῖς

παλαιοῖς. (ῃ. 43) Καλὸν δὲ τὸν εὐειδῆ λέγει. οὕτω καὶ ὁ χρυσὸςκαλός. καλὰ δὲ καὶ τὰ ἐκ

χρυσοῦ καὶ ὅσα τοιαῦτα, ἐν οἷς καὶ κρήδεμνα. ἐκεῖθενδὲ καὶ σκῶμμά ποτε δριμὺ τὸ

φιλόκαλος ἐπὶ πορνικοῦ καὶ ἡ ἐν ἐπαίνῳ ἀπειροκαλία ἤγουν ἡ λίαν εὐείδεια. τῆς δ'

αὐτῆς ἐννοίας καὶ τὸ «ὁ δεῖνα καλός» καὶ «ἡδεῖνα καλή», ἅπερ ἐν φλοιοῖς δένδρων τὸ

παλαιὸν ἐγράφοντο, καθὰ ἐν τοῖςἑξῆς δηλωθήσεται· εὐμορφίαν γὰρ ἐνταῦθα ἐδήλουν

τὰ γράμματα. οὕτω καὶτέλος πανηγυρικοῦ λόγου τὸ καλόν, ἐπεὶ κάλλους μάλιστα ὁ

πανηγυρικὸς λόγοςἐφίεται. Νηγάτεον δὲ ἢ τὸ νεωστὶ γενόμενον οἱονεὶ νεήγατον ἢ παρὰ

τὸ ˉνˉηστερητικὸν καὶ τὸ γατόν τὸ γεγενημένον, ἵνα δηλοῖ τὸ ἀγένητον καί, ὡς

εἰπεῖν,ἀχειρότευκτον· ὥσπερ γάρ, φασίν, ἀπὸ τοῦ τείνω τατός, οὕτω καὶ ἀπὸ τοῦγείνω

γατός καὶ νηγάτεος. (ῃ. 44) Λιπαροὺς δὲ πόδας λέγει οὐ τοὺς διὰ τρυφὴνἀλλὰ διὰ τὸ

γυμνάσιον τοιούτους. ἀπὸ μέρους δὲ νοητέον τὸ πᾶν, ὡς καὶ τοῦὅλου σώματος

εὐσαρκοῦντος δι' εὐεξίαν τῷ βασιλεῖ. ὅτι δὲ τὸ γυμνάσιον τοιαῦταποιεῖ τὰ σώματα,

ζητητέον καὶ εἰς τὸν Κωμικόν. [Ὅτι δὲ καὶ ἐπὶ κρηδέμνῳτίθεται τὸ λιπαρόν, δῆλον ἐκ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

166

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!