18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πάννυχος.] (ῃ. 26) Ὅτι καὶ ἐνταῦθα τὸ ξυνίημιγενικῇ συντάσσει ὁ ποιητὴς λέγων· «νῦν

δ' ἐμέθεν ξύνες ὦκα, ∆ιὸς δέ τοιἄγγελός εἰμι». οὕτω δὲ καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ συνέταξεν,

ὅτε ξυνιέναι εἶπεν ὁ Νέστωρ τῶν ἑαυτοῦ βουλευμάτων τοὺς Λαπίθας. ∆ιὸς δὲ ἄγγελον

εἰπὼνὍμηρος τὸν ὄνειρον τὸν ῥηθέντα ἐδήλωσε τὸ διοπέμπτους εἶναι τῶν

ὀνείρωντινάς, ὡς καὶ ἐν τῷ «καὶ γάρ τ' ὄναρ ἐκ ∆ιός ἐστιν». ἔτι δὲ καὶ

ἐτυμολογίανἐνέφηνε τῆς λέξεως· αὐτός τε γὰρ ἄγγελος εἶναί φησι ∆ιός, οὗπερ οὐκ

ἀπατηλὰεἶναι τὰ ἔπη προείρηται, καὶ ὄνειρος δὲ λέγεται παρὰ τὸ τὸ ὂν εἴρειν, ὅ

ἐστινἀγγέλλειν τὸ ἀληθές· ἐξ οὗ καὶ ἡ Ἶρις παράγεται ἡ τῶν θεῶν κατὰ τὸν

μῦθονἄγγελος, ὡς δηλοῖ καὶ τὸ «Ἶρις ἀγγελέουσα». (ῃ. 27) Ὅτι τὸ «ὃς σεῦ ἄνευθεν ἐὼν

μέγα κήδεται ἠδ' ἐλεαίρει» εἴποι ἄν τις περὶ τοῦ ἐν τῷ ἀποδημεῖνἐπιστρεφομένου τινὸς

τῶν ὑποδεῶν. [Ἰστέον δὲ ὅτι πρὸς σαφήνειαν ἐτέθητὸ ἐλεαίρει μετὰ τὸ κήδεται, διότι τὸ

κήδειν καὶ ἐπὶ βλάβης λέγεται.] (ῃ. 33)Ὅτι τὸ «ἀλλὰ σὺ σαῖς ἔχε φρεσίν» ἀρχή ἐστι τοῦ

ἐχέφρων συνθέτου ὀνόματος· ὁ γὰρ ἔχων ἐν φρεσὶ καὶ μὴ ἐπιλανθανόμενος ἐχέφρων ἂν

λέγοιτο. καὶγὰρ καὶ ἔχειν ἐν φρεσὶν ἐνταῦθα οὐ τὸ φυλάξασθαι καὶ μηδενὶ ἐξειπεῖν,

ἀλλὰτὸ διαμνημονεύειν. διὸ καὶ ἐφερμηνεύων φησί· μηδέ σε λήθη αἱρείτω. [(ῃ. 34)

1.260 Ὅτι ἐν τῷ «εὖτ' ἄν σε μελίφρων ὕπνος ἀνήῃ» μελίφρων μὲν ὁ γλυκύς, ἃ δὴκαὶ

οἴνου εἰσί ποτε ἐπίθετα. Τὸ δὲ ἀνήῃ σημαίνει μὲν τὸ ἀνήσει, ἀφήσει,χαυνώσῃ· γίνεται δὲ

ἢ ἀπὸ τοῦ ἀνῶ, ἀνῇς, ἀνῇ, πλεονασμῷ τοῦ ˉη ἢ ἀπὸ τοῦἀνείη εὐκτικοῦ τροπῇ συνήθει

τοῦ ˉε εἰς ˉη, ὡς προσγεγράφθαι τὸ ˉι. λέγεταιδέ ποτε ἀνεῖναι καὶ τὸ ἀναπεῖσαι καὶ τὸ

ἐρεθίσαι δέ. οὕτω γάρ τις ἀνίησι κύναεἰς θήραν. ἐκ τοῦ τοιούτου δὲ ῥήματος καὶ ἄνετοι

βόες οἱ ἄφετοι καὶ ἀγελαῖοικαὶ ἀνειμένος ὁ ἀπόλυτος καὶ ἀνεπίτακτος, ὡς τὸ «ἀνειμένη

μέν, ὡς ἔοικας,αὖ τρέφῃ»· καὶ ἀνέδην ἐπίρρημα τὸ ἀνέτως καὶ ἐλευθέρως. ἔστι δὲ τὸ

«εὖτ'ἄν σε μελίφρων ὕπνος ἀνήῃ» περίφρασις τοῦ «ὅτ' ἂν ἀφυπνισθῇς».] (ῃ. 36)Ὅτι ὁ

ἐλπίζων τὰ μὴ γενησόμενα λέγοιτο ἂν ταῦτα φρονεῖν ἀνὰ θυμόν, ἃ οὐτελέεσθαι

ἔμελλον. (ῃ. 38) Ὅτι ἔθος Ὁμήρῳ ἐν πολλοῖς ἀναφωνεῖν τὸ νήπιος ἐπὶ τῶν μὴ

βουλευομένων ἢ μὴ νοούντων καλῶς. ὥσπερ δὴ καὶ ἐνταῦθα νήπιοναὐτὸν ὁ ποιητὴς

λέγει τὸν Ἀγαμέμνονα ὡς μὴ σκεψάμενον, τί βούλεται ὁχρησμός. ὁ μὲν γάρ, ὡς

προείρηται, τὸ νῦν πλατικῶς λέγει, ὡς καὶ ὅτε Ἡσίοδόςφησι· «νῦν γὰρ γένος ἐστὶ

σιδήρεον». ὁ δὲ Ἀγαμέμνων ἀπραγμόνως οὕτωτὸ «νῦν ἕλοις πόλιν εὐρυάγυιαν Τρώων»

ἀκαριαίως ἀντὶ τοῦ τῷ ἤματι ἐκείνῳκαὶ αὐθημερόν ἐνόησε. διὸ καὶ νήπιον αὐτὸν λέγει

ὡς μὴ οἴκοθεν νοήσανταἤγουν ἀλλά, ὡς ἑτέρως ἐχρῆν, ἢ μάντιν ἐπερωτήσαντα ἢ ἄλλο

τι πεποιηκόταεἰς διασάφησιν τῆς ὁμωνυμίας τοῦ χρησμοῦ. καὶ τοῦτό ἐστιν ὁ πᾶς

ψόγοςτοῦ Ἀγαμέμνονος, ὅτι οὐκ ἐπέστησε τῇ σημασίᾳ τοῦ νῦν. καίτοι καὶ

ἄλλωςἔπταισεν, ὥς φασιν οἱ παλαιοί. πανσυδίῃ γὰρ κελευσθεὶς πολεμῆσαι, ὁ δὲοὐχ'

οὕτως ἐποίησεν, ἀλλὰ τοὺς Μυρμιδόνας ἀφεὶς καὶ τὸν Ἀχιλλέα ἐπολέμησεν.ἀλλ' ὁ

ποιητὴς τοῦτο οὐ παρασημαίνεται. τάχα γὰρ τὸ πανσυδίῃ οὐ τὸ παμπληθεί δηλοῖ ἀλλὰ

τὸ προθύμως καὶ πάσῃ ὁρμῇ, ἐκ τοῦ πᾶν καὶ τοῦ σύω, τὸ ὁρμῶ,ὅπερ ὁ Ἀγαμέμνων

πεποίηκεν. (ῃ. 39 ς.) Ὅτι ἐν τῷ εἰπεῖν «ὡς ἔμελλεν ὁ Ζεὺς ἄλγεά τε στοναχάς τε θήσειν

Τρωσὶ καὶ ∆αναοῖς» παρεμφαίνει ὁ ποιητής,ὡς ἐν καταρχαῖς γέγραπται, Ἰλιάδα

λέγεσθαι, ὡς περιέχουσαν μὴ μόνα τὰτῶν Ἰλιέων ἀλλ' ἁπλῶς τὰ συμβάντα κατὰ τὴν

Ἴλιον. τὸ δὲ σχῆμα προαναφώνησις. (ῃ. 41) Ὅτι τὸν ὄνειρον καὶ ὀμφὴν λέγει· ἐκεῖνο

μέν, ὡς τὸ ὂν εἴροντα,καθάπερ εἴρηται, τουτέστιν ἀγγέλλοντα· ∆ιὸς γὰρ αὐτὸν ἔφη

ἄγγελον. τοῦτοδὲ παρὰ τὸ τὸ ὂν φαίνειν. ταὐτὸν οὖν δηλοῦσιν ἐνταῦθα ὄνειρός τε καὶ

ὀμφή.ὥσπερ δὲ ἐκεῖνον θεῖον ὄνειρον εἶπεν, οὕτω καὶ ταύτην θείαν ὀμφήν· φησὶγάρ·

«θείη δέ μιν ἀμφέχυτ' ὀμφή». ἀπ' αὐτῆς δὲ καὶ Ζεὺς Πανομφαῖος ἤτοι 1.261 Κληδόνιος.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

165

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!