18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ὅμηρος εἰδὼς, ὡς εἰώθαμεν ἄνθρωποι ἐν ὕπνοις ἐκείνους ὡς ἐπὶ πολὺ φαντάζεσθαι, οἷς

προσπαθῶς πως ἔχομεν [κατὰ τὸ «οὗ περ ὀΐω μεμνήσεσθαιἔν περ ὀνείρῳ»], τῷ Νέστορι

πλάττει ἀπεικασθῆναι τὸν ὄνειρον. διὰ τί;διότι, φησί, μάλιστα γερόντων αὐτὸν ὁ

Ἀγαμέμνων ἐτίμα, οὐ μόνον ὡς συνετὸνἀλλὰ καὶ ὡς φιλοβασιλέα, καθὰ καὶ ἐν τῇ αʹ

ῥαψῳδίᾳ ἐδείχη καὶ μετὰ ταῦταδὲ φανήσεται. δῆλον δὲ ὅτι πᾶς ὄνειρος καθ' αὑτὸν μὲν

ἀθέατος, τῇ δὲ πρὸςτὰ πρόσωπα ἢ πρὸς ἕτερά τινα σώματα ἐξομοιώσει τῇ φαντασίᾳ

γίνεται θεατός.(ῃ. 20) Ἵστασθαι δὲ ὑπὲρ κεφαλῆς τῷ βασιλεῖ λέγει τὸν ὄνειρον

αἰνιττόμενοςἐν τῇ κεφαλῇ τὸ λογιστικὸν εἶναι, ὅπου καὶ ὁ ἐγκέφαλος, ἐξ οὗπερ ἡ

ἀρχὴτῶν αἰσθήσεων. Ἡρόδοτος δὲ εἰς ὅμοιον ἱστορίας τρόπον ἐλθὼν ἄλλως

ἔφρασενεἰπών· «ὑπερστὰν δὲ τὸ ὄνειρον τοῦ Ἀρταβάνου εἶπε». (ῃ. 21) Γέροντας δέφασιν

οἱ παλαιοὶ παρ' Ὁμήρῳ τοὺς ἐντίμους λέγεσθαι, ὥσπερ δὴ καὶ ἐνταῦθακαὶ μετ' ὀλίγον

ἐν τῷ «βουλὴ μεγαθύμων γερόντων». ἐν οἷς καὶ ∆ιομήδης ἦνκαὶ οἱ Αἴαντες, οἳ χρόνῳ

μὲν οὐκ ἦσαν γέροντες, ἄλλως μέντοι ὡς ἔντιμοιμετὰ τῶν γερόντων κατελέγοντο. ὅτε

μέντοι ὁ ποιητὴς γέροντα ἑνικῶς εἴπῃ,τότε δὴ τὸν τῷ χρόνῳ πεπαλαιωμένον δηλοῖ.

Σημείωσαι δὲ ὅτι καὶ ἐν τῷ»γέροντας ἀριστῆας Παναχαιῶν» γέροντας τοὺς ἐντίμους

εὑρήσομεν δηλουμένους, ἐν οἷς οὐ μόνον γέροντες τῇ ἡλικίᾳ καί ποτε ὄντες ἀριστεῖς,

ἀλλὰκαὶ νέοι ἐνεργοῦντες ἄρτι τὸ ἀριστεύειν, οἳ παραχωροῦντες τῆς κλήσεως

τῶνἀριστέων τοῖς γηραιοῖς ἀντιλαμβάνουσι τὸ λέγεσθαι καὶ αὐτοὶ γέροντες, οὐμόνον

διὰ τὸ ἄξιοι εἶναι τοιοῦτοι γενέσθαι διὰ μακροβιότητος, ἀλλὰ καὶ διὰφρόνησιν, δι' ἣν

καὶ ὁ Τυρσηνὸς Τάρκων καὶ ὁ Τρωϊκὸς Κύκνος πολιοὶ ἐκγενετῆς φημίζονται. τάχα δὲ

καὶ ὡς οἷον ἐκ μέρους ἀριστεῖς μὲν οἱ γέροντεςδιὰ τοὺς ἐν τῷ τοιούτῳ συλλόγῳ

ἀριστέας, γέροντες δὲ αὖ πάλιν οἱ ἀριστεῖςδιὰ τοὺς συναναμεμιγμένους αὐτοῖς γέροντας

κατά τινα οἷον ἐπάλλαξιν ἢἀντίδοσιν. (ῃ. 24) Ὅτι «οὐ χρὴ παννύχιον εὕδειν

βουληφόρον ἄνδρα, ᾧ λαοίτ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε». γνωματεύει δὲ ὁ λόγος

ὅτι ἀνὴρ μὲνἰδιώτης τάχα ἂν οὐκ ἐπιψόγως ὑπνώσῃ παννύχιος καὶ οὐδὲ ὁ ἁπλῶς

βουληφόροςἄγρυπνος ἔσται, ὁ μέντοι βουληφόρος βασιλεὺς οὐκ ἂν διὰ πάσης

δεόντωςὑπνώσῃ νυκτός. (ῃ. 25) Τὸ γάρ «ᾧ λαοὶ ἐπιτετράφαται καὶ τόσσα μέμηλε» 1.259

τὸν βασιλέα δηλοῖ, ᾧτινι οὐ λαὸς ἐπιτέτραπται ἀλλὰ λαοί· καὶ οὐδὲ ἁπλῶςὀλίγα

μέμηλεν, ἀλλὰ τόσσα, τουτέστι πολλὰ κατὰ σχῆμα θαυμασμοῦ. δεῖτοίνυν τὸν τοιοῦτον

ἄρχοντα διδόναι τι ἐγρηγόρσεως καὶ τῇ νυκτὶ διὰ τὰςτηνικαῦτα σκέψεις τῶν

βουληφόρων κατὰ τὴν παροιμίαν τὴν λέγουσαν «ἐννυκτὶ βουλή». διὸ καὶ εὐφρόνη

λέγεται ἡ νύξ, ὥς φασιν οἱ παλαιοί. ὅθεν λαβὼν Εὐριπίδης ἔφη τὸ «ἤδη πότ' ἄλλως

νυκτὸς ἐν μακρῷ χρόνῳ ἐφρόντισα» καὶἑξῆς, ὡς τῶν καιριωτέρων σκέψεων νυκτὸς

μάλιστα φροντιζομένων. τὸ δ'ἐπιτετράφαται ἔστι μὲν Ἰωνικὸν ὅμοιον τῷ τετύφαται,

δηλοῖ δὲ ἐπίτροπονεἶναι τὸν βασιλέα λαοῦ· πάντως γὰρ ἐπίτροπος λέγοιτ' ἂν καὶ ᾧπερ ὁ

λαὸςἐπιτέτραπται, ὥσπερ καὶ οἰκίας ἐπίτροπος ὁ οἰκονόμος. μέμηλε δὲ τὸ διὰφροντίδος

γίνεται· ἔστι δὲ μέσος παρακείμενος, καθὰ καὶ τὸ προβέβουλα, ὡςἐν τῇ αʹ ῥαψῳδίᾳ

εἴρηται. [Ἰστέον δὲ ὅτι πάντως εὐρυκρείων, ᾧ λαοὶ ἐπιτετράφαται, καὶ ὅτι δοκεῖ

εὐλόγως παρὰ Λάκωσι Ζεὺς Ἀγαμέμνων ἐπιθετικῶςεἶναι, ὡς ὁ Λυκόφρων λαλεῖ·

Ἀγαμέμνων τε γὰρ εὐρυκρείων καὶ Ζεὺς εὐρυμέδων. εἰ δὴ ταὐτὸν εὐρυκρείων καὶ

εὐρυμέδων, λέγοιτ' ἂν διὰ τοῦτο διθυραμβικώτερον καὶ Ἀγαμέμνων Ζεύς, καθότι καὶ

εὐρυκρείων. Τὸ δέ «τόσσα μέμηλε»

ἤγουν πάνυ πολλὰ καὶ ὡς οἷον ἄρρητα, συντελεῖ τι εἰς τὸ μὴ χρῆναι παννύχιονεὕδειν

τὸν τοιοῦτον βουληφόρον. οὐ γὰρ ἂν αὐτῷ ἀρκοίη πρὸς βουλὴν ἡ ἡμέρα,μεμήλοι δὲ ἂν

πολλὰ καὶ νύκτωρ· ἀγρυπνητέον ἄρα. δῆλον δὲ καὶ ὡς τοῦπαννύχιος προϋπάρχει τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

164

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!