18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὄνειρονοὐδετέρως λεχθὲν καὶ τὸ χρεὼν ἤτοι πεπρωμένον, ὅπερ τὸν παρ' Ὁμήρῳ ∆ία

ἀλληγορεῖ τὸν εἰς εἱμαρμένην λαμβανόμενον. [ἄλλος δὲ ῥήτωρ εἰπών,ὡς ἀπῆλθεν ὁ

δεῖνα εἰς τὸ χρεών, τὸν φυσικὸν οὕτω θάνατον ἔφρασεν, ὃν χρεωστοῦντες οἱ ἐν γενέσει

ἀποτίνουσιν ἀναλύοντες.] (ῃ. 11) Ἰστέον δὲ ὡς Ὅμηρος μὲν θωρήσσειν ἀεὶ ἐπὶ ὁπλισμοῦ

φησιν, οἱ δὲ μετ' αὐτὸν καὶ ἐπὶ μέθης τὴνλέξιν τιθέασιν, ὅθεν καὶ θώρηξις κατὰ τοὺς

παλαιοὺς οἰνοποσία καὶ ἀκρατοποσία,ἴσως δὲ καὶ αὐτὸ διὰ τὸ μάχιμον τῶν μεθυόντων.

(ῃ. 12) Τὸ δὲ πανσυδίῃ καὶδιὰ τῶν δύο σίγμα γράφουσιν οἱ παλαιοί, ὡς τὸ σύσσιτος,

σύσσωμος καὶτὰ ὅμοια. δηλοῖ δὲ κατά τινας τὸ παμπληθεί· ἕτεροι δέ φασι πασσυδίῃ

ἀντὶτοῦ πανστρατιᾷ, μηδενὸς ἀπομάχου μένοντος· [ἄλλοι δὲ πανσυδίῃ ἀντὶ

τοῦπανορμεί·] Αἴλιος δὲ ∆ιονύσιος ἀντὶ τοῦ παντελῶς, ὅθεν παρὰ Θουκυδίδῃ

τὸ»πασσυδεὶ διεφθάρθαι». Ἰστέον δὲ ὅτι τε τὴν ῥηθεῖσαν θώρηξιν διὰ τοῦ ˉομικροῦ καὶ

ἰῶτα γράφουσί τινες ὡς ἀπὸ τοῦ θόρω τὸ πηδῶ διὰ τὸ θούρουςεἶναι τοὺς μεθύοντας καὶ

ὅτι χρῆσις αὐτῆς ἐν τῷ «λιμὸν θόριξις λύει». Ὅτιτὴν Τροίαν περιφράζων πόλιν

εὐρυάγυιαν Τρώων καλεῖ. ἔστι δὲ εὐρυάγυιαἡ πλατύρρυμος· ἀγυιὰ γὰρ ἡ κοινῶς

λεγομένη ῥύμη, ἀφ' ἧς καὶ ἀγυιεὺς κίωνἱερὸς Ἀπόλλωνος πρὸ θυρῶν ἑστώς, λήγων εἰς

ὀξύ. γίνεται δὲ παρὰ τὸ ἄγειν·ὅθεν καὶ ὁ ἀγὼν καὶ ἡ ἀγορά. ἐναντία δὲ ἡ εὐρυάγυια ταῖς

στενωποῖς. ἔφηδέ τις καὶ «ἀγυιάτιδας θεράπνας» τοὺς πρὸ τῶν θυρῶν βωμούς, [οἳ πρὸς

χάριν 1.257 Ἀγυιέως Ἀπόλλωνος ἵδρυντο, τιμωμένου πρὸ πυλῶν ὡς ἀλεξικάκου. ὅτι δὲ

καὶ προπαροξύνεται ἡ ἀγυιά, δηλωθήσεται ἐν τοῖς ἑξῆς.] (ῃ. 13) Ὅτιτὸ ἀμφιβάλλειν καὶ

ἀμφισβητεῖν καὶ ἀμφιλέκτως ἔχειν ἀμφὶς φράζεσθαι λέγει.[Οὕτω διχονοητικὸν καὶ τὸ

«ἀμφὶς φρονέοντε». σημαίνει δέ ποτε ἡ λέξις καὶτὸ ἐκτός, οἷον «ἀμφὶς ὁδοῦ δραμέτην»·

ἔτι δὲ καὶ τὸ ἀμφότεροι, ὡς τὸ «ἀμφὶςἀριζήλω». ἰστέον δὲ ὅτι καθάπερ ἀπὸ τῆς εἰς

προθέσεως καὶ τῆς ἐξ καὶ τῆςπρός καὶ τῆς ἀνά καὶ κατά γίνεται ἐπιρρήματα τὸ εἴσω, τὸ

ἔξω, τὸ πρόσω,ἀφ' οὗ τὸ πόρρω, τὸ ἄνω, τὸ κάτω, καὶ ἐκ τῆς περί τὸ πέριξ, ὅθεν τὸ ἀπρίξ

κατὰσυγκοπήν, καὶ ἐκ τῆς ἀπό τὸ ἄπο, οὕτως καὶ τὸ ἀμφίς ἐκ τῆς ἀμφί, οὐ

τῆςλαμβανομένης ἀντὶ τῆς περί, οἷον· «ἀμφ' ἀγαθὸν θεράποντα» ἢ ἀντὶ τῆς ἐν,οἷον·

«ἀμφὶ πυρὶ στῆσαι τρίποδα» ἢ ἀντὶ τῆς ἐπί, οἷον· «ἣν κτεῖνεν ἀμφ'ἐμοί»· ἀλλὰ τῆς

σημαινούσης τὸ δύο ἐν τῷ ἀμφίδυμος, ἀμφίστομος.] (ῃ. 15)Ὅτι ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ

ἅπτεσθαι συντάξας αἰτιατικῇ, ὡς ἐκεῖ ἐδηλώθη,ἐνταῦθα δοτικῇ συντάσσει. φησὶ γάρ

«Τρώεσσι δὲ κήδε' ἐφῆπται» ἤτοι τῶν Τρώων κατὰ λόγον ἀντιπτώσεως. τινὲς δὲ τὸ

ἐφῆπται ἀντὶ τοῦ ἐπίκειται, ἐπικρέμαται. λέγεται δὲ καὶ ἐπὶ τοῦ κρέμασθαι τὸ ἅπτεσθαι,

ὡς δηλοῖ τό «βρόχονἥψατο». ἐρεῖ δὲ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητής· «ὀλέθρου πείρατ'

ἐφῆπται» κατὰὁμοίαν ἔννοιαν. κήδεα δὲ αἱ βλάβαι ἀπὸ τοῦ κήδω τὸ βλάπτω, τοῦ

ἀντιφραζομένου μὲν πρὸς τὸ ἕτερον κήδω, ἐξ οὗ καὶ ὁ κηδεμὼν καὶ ὁ κηδεστής,

ἔχοντοςδὲ καί τινα ὁμοιότητα· καὶ γὰρ καὶ ὁ κηδόμενος φροντίζει τῶν φιλουμένωνκαὶ ὁ

κήδων τῶν μισουμένων, πλὴν ὁ μὲν εἰς καλόν, ὁ δὲ εἰς κακόν. (ῃ. 19)Ὅτι ἐν μὲν τῷ

τέλει τῆς ἄλφα ῥαψῳδίας γλυκὺν ἔφη τὸν ὕπνον, ἐνταῦθα δὲμελίφρονα καὶ ἀμβρόσιον,

τὴν αὐτὴν δηλῶν ἔννοιαν. γλυκὺ γὰρ καὶ ἡ ἀμβροσία,ἧς παρώνυμον ὁ ἀμβρόσιος, οἷον·

«περὶ δ' ἀμβρόσιος κέχυτο ὕπνος». προϊὼνδὲ καὶ τὴν νύκτα, καθ' ἣν ὁ ὕπνος, ἀμβροσίαν

ἐρεῖ. Τὸ δὲ ἐκέχυτο ὡς ἐπὶ ὑγροῦἔφη περιχεομένου ὅλῳ τῷ σώματι. τοῦτο δὲ διὰ τὴν ἐν

ὕπνῳ ἀπραξίαν ὅλουτοῦ σώματος καὶ διότι ὁ ὕπνος, φασίν, ἐξ ὑγρότητος. ὁ δὲ

περικεχυμένος ὕπνοςεἰκότως ἂν καὶ νήδυμος λέγοιτο, ἐξ οὗ ὡς ἀπὸ ὑγροῦ τινος βαθέος

οὐκ ἔστιν 1.258 ἀναδῦναι τὸν ὑπνώττοντα. ὅρα δὲ ὡς ἡ Ὁμηρικὴ ἀμβροσία καὶ ὁ ἐξ

αὐτῆςἀμβρόσιος ὕπνος, ἀλλὰ δὴ καὶ τὸ νέκταρ, ἀπέχρησε τοῖς ὕστερον καὶ εἰς

κυρίωνὀνομάτων εὕρεσιν· Ἀμβρόσιος γάρ τις ἀνὴρ ἐκλήθη καί τις ἕτερος Νεκτάριος.Ὅτι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

163

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!