18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ὄνειροςοὖλος μὲν διὰ τὸ τέλος· ὄλεθρον γὰρ ποιήσει· θεῖος δὲ ὡς θεόπεμπτος· ∆ιὸςγάρ

ἐστιν ἄγγελος· τινὲς δὲ οὖλον ὄνειρον τὸν ὑγιῆ φασιν ἀπὸ τοῦ ὅλος, ὅθενκαὶ οὖλος

ἄρτος ὁ ὁλόκληρος. εἰ γὰρ καὶ ὁ βασιλεὺς οἰήσεται τὸν ὄνειρονἀτελῆ διὰ τὴν ἄγνοιαν

τοῦ νῦν, ἀλλ' αὐτὸς τέλειος ἦν. δύναται δὲ καί, ὥσπεροὔλη θρὶξ ἡ συνεστραμμένη, παρὰ

τὸ εἰλῶ, ἀφ' ἧς ὁ οὐλόθριξ, οὕτω καὶ οὖλοςὄνειρος λέγεσθαι ὁ στρεβλὸς καὶ σκολιὸς διὰ

τὴν ἀσάφειαν. (ῃ. 11) Καρηκομόωντας δὲ λέγει τοὺς Ἀχαιοὺς ἤτοι κομῶντας τὰ κάρηνα

καὶ πολύτριχας, διότιἔθος ἦν αὐτοῖς κόμην τρέφειν, οὐ μόνον εἰς κάλλος ἀλλὰ καὶ διὰ

τὸ φοβερόν. 1.255 οὕτω γὰρ καὶ λέων χαιτήεις φοβερώτερος τοῦ μὴ χαίτην ἔχοντος.

λέγονταιδὲ τὸν μὲν ἄλλον πάντα χρόνον κομᾶν οἱ Ἕλληνες, ἐν δὲ πένθους καιρῷ

κείρεσθαι.ὡσαύτως δὲ καὶ ἐν καιρῷ ἀκμῆς ἤτοι τελείας ἡλικίας. τηνικαῦτα γὰρ

πλόκαμονκείραντες ἀνετίθουν Ἀπόλλωνι κουροτρόφῳ καὶ ποταμοῖς, καθάπερ ὁ

Ὅμηρος ἱστορήσει ἐν τοῖς ἑξῆς. καὶ ἦν οὗτος μὲν ὁ πλόκαμος «θρεπτήριος» κατὰ τὸν

Αἰσχύλον, πενθητήριος δὲ ὁ ἕτερος. λέγεται δὲ τῆς τομῆς τοῦ θρεπτηρίουπλοκάμου

κατάρξαι Θησεύς· κειράμενος γάρ, φασί, τὴν ἐμπροσθίαν κόμηνεἰς ∆ῆλον ἀνέθετο τῷ

Ἀπόλλωνι. εἰ δέ τινες τῶν Ἑλλήνων οὐκ ἦσαν καρηκομόωντες, παρεσημειώσατο

αὐτοὺς ἡ ἱστορία καὶ ἐκ τοῦ τοιούτου παρασήμουτοὺς ἄνδρας ὠνόμασε Κουρῆτας

αὐτοὺς ὀνομάζεσθαι λέγουσα, τοὺς δὲἀντιθέτους αὐτοῖς Ἀκαρνᾶνας ἱστοροῦσα

λέγεσθαι, ὡς καὶ ἐν τοῖς μετὰ ταῦταλεχθήσεται. Ἰστέον δὲ [ὅτι τε φυσικαῖς θριξὶν

ἔθαλλον οἱ Ὁμηρικοὶ καρηκομόωντες, οὐ μὴν ἐντριβόμενοι κατὰ τοὺς ὕστερον καὶ

προκόμια περίθεταφέροντες ἐφενάκιζον γυναικικώτερον. καὶ] ὅτι τὸ καρηκομόωντας οἱ

μὲν τῶνπαλαιῶν ὑφ' ἓν ἀναγινώσκουσιν, οἳ δὲ ἐν δυσὶ μέρεσι λόγου «κάρη», εἶτα

«κομόωντας». καὶ ὅτι ἐκ τοῦ τοιούτου κομᾶν λέγεται κομᾶν καὶ τὸ ἐπί τινι

κατορθώματιἐπαίρεσθαι, ὡς ἄλλοι τε δηλοῦσι καὶ Ἡρόδοτος ἐν τῷ «ἐπὶ τυραννίδι

ἐκόμησε».καὶ ὅτι κατὰ τὴν Ἡροδότου ἱστορίαν ποτὲ χρόνου Ἀργεῖοι μὲν διά τι πένθος

κατεκείροντο τὰς κεφαλὰς πρότερον κομῶντες· Λακεδαιμόνιοι δὲ οἱ νικήσαντεςἔθεντο

νόμον μὴ κομῶντες πρώην ἀπὸ τούτου κομᾶν. [ὡς δὲ καὶ συγγενῶςἔχει ὁ καρηκομόων

καὶ ὁ ἀκειρεκόμης καὶ ὁ ἀκερσεκόμας, αἱ χρήσεις δηλοῦσιν].(ῃ. 8) Ὅτι τὸ «βάσκ' ἴθι»

ταὐτολογίαν ἔχει, ὡς καὶ ἐν τῇ ἄλφα ῥαψῳδίᾳγέγραπται, κατὰ τὸ σχῆμα τὸ ἐκ

παραλλήλου λεγόμενον. καί εἰσιν ἰσοδύναμοιλέξεις τό τε ἴθι καὶ τὸ βάσκε· ἢ καὶ ἄλλως,

τὸ μὲν βάσκε ἀντὶ τοῦ πορεύθητι,τὸ δὲ ἴθι κατὰ τοὺς παλαιοὺς ἐπίρρημα

παρακελεύσεως, ὡς καὶ παρὰ Σοφοκλεῖ·»ἴθ' ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν». τοὺς δὲ

γράφοντας ὑφ' ἕν, «βάσκιθι»,ἀνατρέπουσιν οἱ παλαιοί. καθ' ὁμοιότητα δὲ τοῦ βάσκ' ἴθι

ῥηθήσεταί που ἐντοῖς ἑξῆς καὶ τὸ «δεῦρ' ἴθι», ἐπὶ προσκλήσεως μέντοι ἐκεῖνο. Ἰστέον δέ,

ὡςἀσύνδετον ὧδε σχῆμα τὸ «βάσκ' ἴθι, οὖλε ὄνειρε, ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος

ἀγορεύεμεν ὡς ἐπιτέλλω· θωρῆξαί ἑ κέλευε Ἀχαιοὺς πανσυδίῃ». ἀσυνδέτως γὰρ εἶπε

βάσκ' ἴθι, ἀγόρευε, κέλευε. καὶ ἔστι, φασίν, ὁ λόγος ἀρχοντικὸς 1.256 ἤτοι ἄρχοντι

πρέπων. Ὅρα δὲ τὸ «ἀγόρευε ὡς ἐπιτέλλω». ἀρέσκει γὰρ Ὁμήρῳ τοὺς ἀγγέλους αὐτὰ

ἐκεῖνα λέξεσιν αὐταῖς ἀγγέλλειν, ὅσα παρηγγυήθησαν.διὸ καὶ ταὐτολογεῖ ἐν ταῖς

ἀγγελίαις ὁ ποιητής. εἰ δέ τι καὶ πλεῖον ἐπινοησάμενος προσθήσει ὁ ἄγγελος, τοῦτο τῆς

ἐκείνου συνέσεως. τὸ μὲν γὰρ ἐπιταχθὲνοὐ μετεποίησεν· ὃ δὲ ἔδει προσεπιθεῖναι, εἶπε

καὶ αὐτὸ εὖ ποιήσας. «ἐσθλὸνγὰρ καὶ τοῦτο τέτυκται» κατὰ τὸν ποιητήν, «ὅτ' ἄγγελος

αἴσιμα εἰδῇ». ὁγοῦν ὄνειρος, καίτοι μὴ παραγγελθείς, ὅμως εἰκάζεται τῷ Νέστορι,

ὀνειδίζειδὲ καὶ τῷ βασιλεῖ τὸν πάννυχον ὕπνον, οὐδέν τι ποιῶν ἀπεικός. οὐ γὰρ

ἔβλαπτεταῦτα τὴν ἀγγελίαν. σημείωσαι δὲ ὅτι καθ' Ἡρόδοτον καὶ τὸν Ξέρξην

ὄνειρονἔπεισε στρατεύσασθαι, «ἵνα τὸ χρεών», φησί, «γένηται». ἔνθα καὶ ὅρα τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

162

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!