Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

φωνήεντος ἤγουντοῦ ˉυ ἐκπεσόντος κλιθείη Ζεύς Ζέως. ἕτερος δὲ φυλάσσεσθαι θέλει καὶ ἐν τῇγενικῇ τὴν τῆς μονοσυλλάβου εὐθείας δίφθογγον, ὡς καὶ ἐν τῷ κλείς κλειδός,παῖς παιδός, δαίς δαιτός. ἡ γοῦν τοιαύτη στάσις τῶν κανόνων ἐξώθησε μὲν τὴν ∆ίς εὐθεῖαν διὰ τήν, ὡς προείρηται, πρὸς τὸ ἐπίρρημα συνέμπτωσιν· ἀφῆκε δὲταῖς πλαγίαις ἐκείνης ἐπείσακτον οἷον μητέρα τὴν Ζεύς εὐθεῖαν ἀπωρφανισμένην τῶν οἰκείων πλαγίων οἷα γνησίων παίδων τινῶν. (ῃ. 611) Ὅτι ἐν τῷ»ἔνθα καθεῦδ' ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη» τὸ μὲν καθεῦδε προπερισπᾶται, ὡς πρὸ τούτου ἐγράφη, τὸ δέ «παρὰ δὲ χρυσόθρονος Ἥρη» ἔλλειψιν ἔχει·ὡς γὰρ τὸ μετὰ δὲ ἀντὶ τοῦ μετὰ ταῦτα δὲ καὶ ἐπὶ δὲ καὶ πρὸς δὲ ἀντὶ τοῦ ἐπὶτούτοις καὶ πρὸς τούτοις, οὕτω καὶ τὸ «παρὰ δὲ χρυσόθρονος Ἥρη», ἤγουνπαρὰ δὲ αὐτῷ ἡ χρυσόθρονος Ἥρα. ἐν δὲ τῷ «χρυσόθρονος» φασὶν οἱ παλαιοὶτὸν χρυσὸν ἀντὶ πυρὸς εἰλῆφθαι ἀλληγορικῶς. πυρώδη γάρ, φασί, τὰ πρὸςτῷ αἰθέρι καὶ τῷ ἡλίῳ. 1.252 ΕΚ ΤΩΝ ΤΗΣ ΒΗΤΑ ΡΑΨΩΙ∆ΙΑΣ ΗΣ ΜΕΡΟΣ ΚΑΙ Η ΒΟΙΩΤΙΑ Ὅτι τῆς ῥαψῳδίας ταύτης ἡ μὲν ἔμμετρος ἐπιγραφὴ αὕτη· Βῆτα δ' ὄνειρονἔχει, ἀγορὴν καὶ νῆας ἀριθμεῖ· ἡ δὲ πεζὴ τοιαύτη· ὄνειρος καὶ κατάλογος·ὥστε μέρος τῆς βῆτα καὶ ἡ Βοιωτία ἤγουν ὁ κατάλογος τῶν νεῶν. Ὅτιἐνταῦθα μὲν διὰ μύθου διδάσκει ὁ ποιητὴς μὴ δεῖν εἶναι τὸν ἄρχοντα παννύχιονεὕδειν λέγων, ὅτι ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταί, οἱ περὶ Τροίανδηλονότι πολεμισταί, εὗδον παννύχιοι, ∆ία δ' οὐκ ἔχε νήδυμος ὕπνος. μετ'ὀλίγα δὲ καὶ γνώμην ἐξάγει αὐτὸ τοῦτο ἀποφαινομένην καὶ διδάσκουσαν, ὡςῥηθήσεται, ἔνθα ὁ ὄνειρος ὀνειδίζει τὸν παννύχιον ὕπνον τῷ Ἀγαμέμνονι. ἐνμέντοι τοῖς ἑξῆς καὶ πραγματικῶς αὐτὸ παραδώσει, τοὺς μὲν ἄλλους Ἕλληναςκοιμωμένους νύκτωρ ποιῶν, τὸν βασιλέα δὲ ἀγρύπνως ἔχοντα. [(ῃ. 1) Ἰστέονδὲ ὅτι τε χαίρει ὡς μάλιστα ὁ ποιητὴς τῷ ῥα συνδέσμῳ, καθὰ καὶ προδεδήλωται·καὶ ὅτι ἐγκλίνεται καὶ αὐτὸς ἐν δέοντι, καθὰ καὶ ἐνταῦθα ἐν τῷ, «ἄλλοι μέν ῥα».καὶ ὅτι κατὰ τοὺς τεχνικούς ἐστι καὶ ἕτερον ῥᾴ, ὃ σημαίνει μὲν τὸ εὐχερῶς, ὥςφασι, γίνεται δὲ ἀπὸ τοῦ ῥᾴδιον κατὰ ἀποκοπήν, διὸ καὶ ὀξύνεται καὶ σὺν τῷˉι γράφεται καὶ οὐδὲ ἐγκλίνεται· λέγεται δέ, φασί, καὶ σὺν τῷ ˉβ βρᾴ, ἐπεὶ καὶ τὸῥᾴδιον Αἰολικῶς βρᾴδιον λέγεται.] (ῃ. 2) Καὶ ὅτι νήδυμος ὕπνος ὁ βαθὺς καὶἀνέκδυτος ἤτοι ὃν οὐ δύναταί τις ῥᾳδίως ἀποδύσασθαι. καὶ γίνεται παρὰ τὸ δύωδύμος καὶ μετὰ τῆς ˉνˉη στερήσεως νήδυμος ἢ ἄγαν δύνων παρὰ τὸ ˉνˉη ἐπιτατικὸνκαὶ τὸ δύω· ἔστι γὰρ ἐπίτασις καὶ διὰ τοῦ ˉνˉη, ὡς δηλοῖ τὸ «πόντος νήχυτος».ὥσπερ δὲ ἀπὸ τοῦ δύω δύμος καὶ νήδυμος, οὕτω καὶ δύμος δίδυμος· δίδυμοι γὰροἱ ὄντες δύο ἐν γαστρὸς καταδύσει μιᾷ. οἱ δὲ νήδυμον ὕπνον φασὶ τὸν ἡδὺνπλεονασμῷ τοῦ νῦ. –καίτοι τινὲς οὐ βούλονται φωνήεντι δασυνομένῳ τὸ ˉν προστίθεσθαι. –οἱ δὲ παλαιοί φασι καὶ δίχα τοῦ νῦ εὑρίσκεσθαι ἥδυμον παρὰ τοῖς μεθ'Ὅμηρον, ὡς παρὰ Ἀντιμάχῳ καὶ Σιμωνίδῃ. τινὲς δὲ καὶ ἐπὶ Ὁμήρου τὴνλέξιν ταύτην εἰς ταὐτὸ ἐβιάσαντο ἀναγνόντες νῦν οὕτω· ∆ία δ' οὐκ ἔχεν· εἶτα,ἥδυμος ὕπνος. οἱ δὲ οὕτως ἀναγινώσκοντες ἐνταῦθα μὲν εὐπόρως ἔχουσιν εἰς ὃ 1.253 βούλονται διὰ τὴν τοῦ ἔχε τρίτου προσώπου συνθήκην ἐφέλκεσθαι δυναμένου τὸνῦ. ἐν μέντοι τοῖς ἑξῆς εὑρεθήσονται τόποι, ἐν οἷς οὐ δυνήσονται τοιοῦτόν τιποιῆσαι, ἀλλὰ προδήλως τὸ νήδυμος ἀρχόμενον εὑρεθήσεται ἀπὸ τοῦ ˉν στοιχείουμὴ δυναμένου τῇ ὄπισθεν λέξει προστίθεσθαι. Σημείωσαι δὲ καὶ ὅτι ἄλλο μὲντὸ καθεύδειν, ἄλλο δὲ τὸ ὑπνοῦν καὶ οὐκ ἀεὶ τὸ αὐτὸ ἐξ ἀνάγκης δηλοῦσι. καὶγὰρ ἀνωτέρω μὲν ὁ Ζεὺς ἀναβὰς ἐκάθευδεν, ἐνταῦθα δὲ νήδυμος ὕπνος οὐκ εἶχεναὐτόν. ἔστι γὰρ καθεύδειν μὲν τὸ ἁπλῶς ἀναπίπτειν ὡς ἐπὶ ὕπνῳ, ὑπνοῦν δὲ αὐτὸδὴ τὸ ἐκλελύσθαι καὶ ἀπρακτεῖν τὰς αἰσθήσεις. καὶ τοῦτο καὶ ἐν τοῖς ἑξῆςπολλαχοῦ φανήσεται. οὕτω δὲ καὶ τὸ κοιμᾶσθαι τοῦ ὑπνοῦν διενήνοχεν ἐν πολλοῖςὁμοίως τῷ καθεύδειν, ὡς καὶ ὅτε εἴπῃ, ὅτι «κοιμήσαντο Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 160

καὶ ὕπνου δῶρονἕλοντο». Ἰστέον δὲ ὅτι ἱπποκορυστὰς ἐνόησάν τινες τοὺς ἔχοντας ἱππείας τρίχαςἐν ταῖς κόρυσιν. ἀλλ', εἰ τοῦτο ἦν, ὤφειλεν ἱπποκόρυθας εἰπεῖν ἢ οὕτω πως,ὁμοίως τῷ κορυθάϊκες καὶ κορυθαιόλος. ἔστιν οὖν ἱπποκορυστής ὁ καὶ ἱππιοχάρμης ἤγουν ὁ ἱππότης πολεμιστής. Ὅτι ἐνταῦθα ἔοικεν ἐφερμηνεύειν ὁ ποιητής,τίς ἐστιν ἡ βουλὴ τοῦ ∆ιὸς ἡ ἐν τῇ αʹ ῥαψῳδίᾳ. φησὶ γὰρ ὅτι Ζεὺς μερμήριζεκατὰ φρένα, ὡς Ἀχιλῆα τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. αὕτη ἄρα ἡ βουλὴ τοῦ ∆ιός. (ῃ. 4) Ὅρα δὲ τὸ πολέας· σχῆμα γὰρ ἀμφιβολίαςποιεῖ. ἄδηλον γὰρ εἴτε πολλοὺς τῶν Ἀχαιῶν ὀλέσει, ὧν ὀλλυμένων ἐτιμᾶτοἈχιλλεύς, εἴτε πολλοὺς Τρῶάς τε καὶ Ἕλληνας ἐπὶ ταῖς ναυσὶ τῶν Ἀχαιῶν,ὅπερ καὶ κάλλιον. καὶ γὰρ προϊὼν ἐρεῖ, ὅτι τεθήσονται Ἀχαιοῖς καὶ Τρωσὶνἄλγεα καὶ στοναχαί. Ὅτι ἀποδεχόμενος ὁ ποιητὴς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἑαυτὸντῆς τοῦ ὀνείρου πλάσεως τοῦ ἀπατήσαντος τὸν Ἀγαμέμνονά φησιν, ὡς πολλὰσκεψαμένῳ τῷ ∆ιΐ–λέγοι δὲ ἂν ∆ία ὁ ποιητὴς τὸν ἑαυτοῦ νοῦν–αὕτη ἀγαθὴἐφαίνετο βουλή, ἐπιπέμψαι οὖλον ὄνειρον, ὃς κελεύσει τῷ βασιλεῖ θωρῆξαικαρηκομόωντας Ἀχαιοὺς καὶ ἐρεῖ αὐτῷ ὅτι νῦν ἕλοι ἂν πόλιν εὐρυάγυιαν Τρώων.ἐπαινεῖ δὲ ὁ ποιητὴς τὸ τοιοῦτον πλάσμα διά τε τὸ τοῦ ὀνείρου λοξόν, [ὃμάλιστα ἐπιπρέπει χρησμοῖς τοῖς τε ἄλλοις καὶ τοῖς δι' ὀνείρων δὲ οὐχ' ἥκιστα,]καὶ διὰ τὸ πιθανὸν τοῦ τῶν Ἀχαιῶν εἰς τὸν πόλεμον θάρρους. οὐ γὰρ ἂν ἄλλωςἐθάρρησαν οὔτε ὁ βασιλεὺς οὔτε ὁ στρατὸς τὴν ἔξοδον δίχα τοῦ πολεμάρχουἈχιλλέως, εἰ μὴ τοιοῦτος αὐτοὺς ἠρέθισεν ὄνειρος. καὶ οὕτω μὲν πιθανῶςἔσχεν ἡ τῶν Ἑλλήνων τόλμα. (ῃ. 12) Ὁ δὲ ὄνειρος εὖ πέπλασται καὶ εὐφυῶς καὶ χρησμολογικῶς διὰ τὴν λοξότητα· οὐ γὰρ αὐτὸ ἀριδήλως τὸ πρᾶγμα δηλοῖ,ἀλλὰ δι' ὁμωνυμίας ἐπικρύπτει τὴν ἀλήθειαν. τὸ γάρ «νῦν ἕλοι πόλιν Τρώων»διὰ τῆς ὁμωνυμίας τοῦ «νῦν» συνέχεε τὴν ἀλήθειαν λέγοντος μὲν τοῦ ὀνείρου,ὅτι κατὰ τὸ παρὸν δέκατον ἔτος ἁλίσκεται ἡ Τροία, νοηθέντος δὲ λέγειν ὅτι 1.254 σήμερον ἕλοις ἂν τὴν Τροίαν. ἰστέον γὰρ ὅτι τὸ «νῦν» κατὰ τοὺς παλαιοὺς τοὺςτρεῖς χρόνους δηλοῖ, τὸν ἐνεστῶτα, οἷον· «ἦ γὰρ ἄν, Ἀτρείδη, νῦν ὕσταταλωβήσαιο»· καὶ τὸν παρῳχημένον, ὡς τὸ «νῦν ὤλετο πᾶσα Ἴλιος κατ' ἄκρης»·καὶ τὸν μέλλοντα, οἷον· «νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει». καὶ σημείωσαιὅτι οὐδὲ τὴν ἐν τοῖς λογίοις ἤτοι τὴν ἐν τοῖς χρησμοῖς λοξότητα ἠγνόησεν ὁποιητής, ὅσγε καὶ πλάττει ἄρτι τοιοῦτον λόγιον. χρησμὸς γάρ τίς ἐστι πάντωςκαὶ ὁ ὄνειρος ὁ ῥηθείς, ὅς, καθάπερ ἐφάνη, λελόξωται διὰ τὸ τοῦ «νῦν» πολυσήμαντον. (ῃ. 5) Ὅτι δὲ τὸ τοιοῦτον πλάσμα πάνυ Ὅμηρος ἀπεδέξατο, δῆλον ἐκ τοῦ εἰπεῖν τὴν τοιαύτην βουλὴν οὐ πυκνήν, καθάπερ μετ' ὀλίγα ἐρεῖ τὸν Ἀγαμέμνοναπυκινὴν ἀρτύνεσθαι βουλήν, ἀλλὰ ἀρίστην ὑπερθετικῶς. φησὶ γὰρ ὅτι βουλευσαμένῳ πολλὰ τῷ ∆ιῒ αὕτη ἀρίστη κατὰ θυμὸν ἐφαίνετο βουλή, ἡ μετὰ τὰςπολλὰς δηλαδὴ τὰς προτέρας ἐκείνας. καὶ σημείωσαι καὶ ἐνταῦθα τὴν τῆςπαροιμίας ἀλήθειαν τῆς καὶ παρ' Εὐριπίδῃ λεγούσης ὅτι «αἱ δεύτεραίπως φροντίδες σοφώτεραι». τῇ γὰρ ὑστέρᾳ βουλῇ ὁ Ζεὺς ἐνταῦθα συγκατατίθεται.(ῃ. 6 ς.) Ἰστέον δὲ ὅτι ἡ τοῦ ὀνείρου ἀπάτη γίνεται εἰς τοῦτο καὶ μόνον τὸπεῖσαι τὸν βασιλέα ἐξαγαγεῖν εἰς μάχην τὸν λαὸν δίχα τοῦ Ἀχιλλέως, ὡςἔκτοτε τῶν Ἀχαιῶν ἐξ ἀνάγκης ἡττηθησομένων πιθανῶς. ὁ δὲ βασιλεὺς πείθεταιθεῖον εἶναι μαθὼν τὸν ὄνειρον· ὑπαχθεὶς δὲ καὶ ὡς ὑπὸ δελέατός τινος τοῦταχὺ ἁλῶναι τὴν Τροίαν ἤτοι νῦν αὐτίκα σήμερον. Οὖλον δὲ ὄνειρον ἐνταῦθαὁ ποιητὴς λέγει τὸν ὀλέθρου αἴτιον τοῖς Ἕλλησι διὰ τὴν ἀπάτην, ὑφ' ἧςθαρρήσαντες τὸν πόλεμον δίχα τοῦ Ἀχιλλέως κακῶς ἔπαθον. προϊὼν δὲ τὸναὐτὸν καὶ θεῖον ὄνειρον ὀνομάζει, ὅπερ ἐστι διάφορον πρὸς τὸ «οὖλος ὄνειρος»,ὥσπερ καὶ τὸν Φοῖβον ὁ μῦθος διαφόροις ὀνόμασι καλεῖ, ποτὲ μὲν Ἀπόλλωναὀνομάζων αὐτόν, ποτὲ δὲ ἰατρόν, ὡς προγέγραπται. οὕτω γοῦν καὶ ὁ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 161

καὶ ὕπνου δῶρονἕλοντο». Ἰστέον δὲ ὅτι ἱπποκορυστὰς ἐνόησάν τινες τοὺς ἔχοντας

ἱππείας τρίχαςἐν ταῖς κόρυσιν. ἀλλ', εἰ τοῦτο ἦν, ὤφειλεν ἱπποκόρυθας εἰπεῖν ἢ οὕτω

πως,ὁμοίως τῷ κορυθάϊκες καὶ κορυθαιόλος. ἔστιν οὖν ἱπποκορυστής ὁ καὶ ἱππιοχάρμης

ἤγουν ὁ ἱππότης πολεμιστής. Ὅτι ἐνταῦθα ἔοικεν ἐφερμηνεύειν ὁ ποιητής,τίς ἐστιν ἡ

βουλὴ τοῦ ∆ιὸς ἡ ἐν τῇ αʹ ῥαψῳδίᾳ. φησὶ γὰρ ὅτι Ζεὺς μερμήριζεκατὰ φρένα, ὡς Ἀχιλῆα

τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. αὕτη ἄρα ἡ βουλὴ τοῦ ∆ιός. (ῃ. 4) Ὅρα δὲ

τὸ πολέας· σχῆμα γὰρ ἀμφιβολίαςποιεῖ. ἄδηλον γὰρ εἴτε πολλοὺς τῶν Ἀχαιῶν ὀλέσει,

ὧν ὀλλυμένων ἐτιμᾶτοἈχιλλεύς, εἴτε πολλοὺς Τρῶάς τε καὶ Ἕλληνας ἐπὶ ταῖς ναυσὶ

τῶν Ἀχαιῶν,ὅπερ καὶ κάλλιον. καὶ γὰρ προϊὼν ἐρεῖ, ὅτι τεθήσονται Ἀχαιοῖς καὶ

Τρωσὶνἄλγεα καὶ στοναχαί. Ὅτι ἀποδεχόμενος ὁ ποιητὴς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ

ἑαυτὸντῆς τοῦ ὀνείρου πλάσεως τοῦ ἀπατήσαντος τὸν Ἀγαμέμνονά φησιν, ὡς

πολλὰσκεψαμένῳ τῷ ∆ιΐ–λέγοι δὲ ἂν ∆ία ὁ ποιητὴς τὸν ἑαυτοῦ νοῦν–αὕτη

ἀγαθὴἐφαίνετο βουλή, ἐπιπέμψαι οὖλον ὄνειρον, ὃς κελεύσει τῷ βασιλεῖ

θωρῆξαικαρηκομόωντας Ἀχαιοὺς καὶ ἐρεῖ αὐτῷ ὅτι νῦν ἕλοι ἂν πόλιν εὐρυάγυιαν

Τρώων.ἐπαινεῖ δὲ ὁ ποιητὴς τὸ τοιοῦτον πλάσμα διά τε τὸ τοῦ ὀνείρου λοξόν, [ὃμάλιστα

ἐπιπρέπει χρησμοῖς τοῖς τε ἄλλοις καὶ τοῖς δι' ὀνείρων δὲ οὐχ' ἥκιστα,]καὶ διὰ τὸ

πιθανὸν τοῦ τῶν Ἀχαιῶν εἰς τὸν πόλεμον θάρρους. οὐ γὰρ ἂν ἄλλωςἐθάρρησαν οὔτε ὁ

βασιλεὺς οὔτε ὁ στρατὸς τὴν ἔξοδον δίχα τοῦ πολεμάρχουἈχιλλέως, εἰ μὴ τοιοῦτος

αὐτοὺς ἠρέθισεν ὄνειρος. καὶ οὕτω μὲν πιθανῶςἔσχεν ἡ τῶν Ἑλλήνων τόλμα. (ῃ. 12) Ὁ

δὲ ὄνειρος εὖ πέπλασται καὶ εὐφυῶς καὶ χρησμολογικῶς διὰ τὴν λοξότητα· οὐ γὰρ αὐτὸ

ἀριδήλως τὸ πρᾶγμα δηλοῖ,ἀλλὰ δι' ὁμωνυμίας ἐπικρύπτει τὴν ἀλήθειαν. τὸ γάρ «νῦν

ἕλοι πόλιν Τρώων»διὰ τῆς ὁμωνυμίας τοῦ «νῦν» συνέχεε τὴν ἀλήθειαν λέγοντος μὲν

τοῦ ὀνείρου,ὅτι κατὰ τὸ παρὸν δέκατον ἔτος ἁλίσκεται ἡ Τροία, νοηθέντος δὲ λέγειν ὅτι

1.254 σήμερον ἕλοις ἂν τὴν Τροίαν. ἰστέον γὰρ ὅτι τὸ «νῦν» κατὰ τοὺς παλαιοὺς

τοὺςτρεῖς χρόνους δηλοῖ, τὸν ἐνεστῶτα, οἷον· «ἦ γὰρ ἄν, Ἀτρείδη, νῦν

ὕσταταλωβήσαιο»· καὶ τὸν παρῳχημένον, ὡς τὸ «νῦν ὤλετο πᾶσα Ἴλιος κατ'

ἄκρης»·καὶ τὸν μέλλοντα, οἷον· «νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει». καὶ

σημείωσαιὅτι οὐδὲ τὴν ἐν τοῖς λογίοις ἤτοι τὴν ἐν τοῖς χρησμοῖς λοξότητα ἠγνόησεν

ὁποιητής, ὅσγε καὶ πλάττει ἄρτι τοιοῦτον λόγιον. χρησμὸς γάρ τίς ἐστι πάντωςκαὶ ὁ

ὄνειρος ὁ ῥηθείς, ὅς, καθάπερ ἐφάνη, λελόξωται διὰ τὸ τοῦ «νῦν» πολυσήμαντον. (ῃ. 5)

Ὅτι δὲ τὸ τοιοῦτον πλάσμα πάνυ Ὅμηρος ἀπεδέξατο, δῆλον ἐκ τοῦ εἰπεῖν τὴν τοιαύτην

βουλὴν οὐ πυκνήν, καθάπερ μετ' ὀλίγα ἐρεῖ τὸν Ἀγαμέμνοναπυκινὴν ἀρτύνεσθαι

βουλήν, ἀλλὰ ἀρίστην ὑπερθετικῶς. φησὶ γὰρ ὅτι βουλευσαμένῳ πολλὰ τῷ ∆ιῒ αὕτη

ἀρίστη κατὰ θυμὸν ἐφαίνετο βουλή, ἡ μετὰ τὰςπολλὰς δηλαδὴ τὰς προτέρας ἐκείνας.

καὶ σημείωσαι καὶ ἐνταῦθα τὴν τῆςπαροιμίας ἀλήθειαν τῆς καὶ παρ' Εὐριπίδῃ λεγούσης

ὅτι «αἱ δεύτεραίπως φροντίδες σοφώτεραι». τῇ γὰρ ὑστέρᾳ βουλῇ ὁ Ζεὺς ἐνταῦθα

συγκατατίθεται.(ῃ. 6 ς.) Ἰστέον δὲ ὅτι ἡ τοῦ ὀνείρου ἀπάτη γίνεται εἰς τοῦτο καὶ μόνον

τὸπεῖσαι τὸν βασιλέα ἐξαγαγεῖν εἰς μάχην τὸν λαὸν δίχα τοῦ Ἀχιλλέως, ὡςἔκτοτε τῶν

Ἀχαιῶν ἐξ ἀνάγκης ἡττηθησομένων πιθανῶς. ὁ δὲ βασιλεὺς πείθεταιθεῖον εἶναι μαθὼν

τὸν ὄνειρον· ὑπαχθεὶς δὲ καὶ ὡς ὑπὸ δελέατός τινος τοῦταχὺ ἁλῶναι τὴν Τροίαν ἤτοι

νῦν αὐτίκα σήμερον. Οὖλον δὲ ὄνειρον ἐνταῦθαὁ ποιητὴς λέγει τὸν ὀλέθρου αἴτιον τοῖς

Ἕλλησι διὰ τὴν ἀπάτην, ὑφ' ἧςθαρρήσαντες τὸν πόλεμον δίχα τοῦ Ἀχιλλέως κακῶς

ἔπαθον. προϊὼν δὲ τὸναὐτὸν καὶ θεῖον ὄνειρον ὀνομάζει, ὅπερ ἐστι διάφορον πρὸς τὸ

«οὖλος ὄνειρος»,ὥσπερ καὶ τὸν Φοῖβον ὁ μῦθος διαφόροις ὀνόμασι καλεῖ, ποτὲ μὲν

Ἀπόλλωναὀνομάζων αὐτόν, ποτὲ δὲ ἰατρόν, ὡς προγέγραπται. οὕτω γοῦν καὶ ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

161

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!