18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

φωνήεντος ἤγουντοῦ ˉυ ἐκπεσόντος κλιθείη Ζεύς Ζέως. ἕτερος δὲ φυλάσσεσθαι θέλει

καὶ ἐν τῇγενικῇ τὴν τῆς μονοσυλλάβου εὐθείας δίφθογγον, ὡς καὶ ἐν τῷ κλείς

κλειδός,παῖς παιδός, δαίς δαιτός. ἡ γοῦν τοιαύτη στάσις τῶν κανόνων ἐξώθησε μὲν τὴν

∆ίς εὐθεῖαν διὰ τήν, ὡς προείρηται, πρὸς τὸ ἐπίρρημα συνέμπτωσιν· ἀφῆκε δὲταῖς

πλαγίαις ἐκείνης ἐπείσακτον οἷον μητέρα τὴν Ζεύς εὐθεῖαν ἀπωρφανισμένην τῶν

οἰκείων πλαγίων οἷα γνησίων παίδων τινῶν. (ῃ. 611) Ὅτι ἐν τῷ»ἔνθα καθεῦδ' ἀναβάς,

παρὰ δὲ χρυσόθρονος Ἥρη» τὸ μὲν καθεῦδε προπερισπᾶται, ὡς πρὸ τούτου ἐγράφη, τὸ

δέ «παρὰ δὲ χρυσόθρονος Ἥρη» ἔλλειψιν ἔχει·ὡς γὰρ τὸ μετὰ δὲ ἀντὶ τοῦ μετὰ ταῦτα δὲ

καὶ ἐπὶ δὲ καὶ πρὸς δὲ ἀντὶ τοῦ ἐπὶτούτοις καὶ πρὸς τούτοις, οὕτω καὶ τὸ «παρὰ δὲ

χρυσόθρονος Ἥρη», ἤγουνπαρὰ δὲ αὐτῷ ἡ χρυσόθρονος Ἥρα. ἐν δὲ τῷ «χρυσόθρονος»

φασὶν οἱ παλαιοὶτὸν χρυσὸν ἀντὶ πυρὸς εἰλῆφθαι ἀλληγορικῶς. πυρώδη γάρ, φασί, τὰ

πρὸςτῷ αἰθέρι καὶ τῷ ἡλίῳ. 1.252 ΕΚ ΤΩΝ ΤΗΣ ΒΗΤΑ ΡΑΨΩΙ∆ΙΑΣ ΗΣ ΜΕΡΟΣ ΚΑΙ Η

ΒΟΙΩΤΙΑ Ὅτι τῆς ῥαψῳδίας ταύτης ἡ μὲν ἔμμετρος ἐπιγραφὴ αὕτη· Βῆτα δ' ὄνειρονἔχει,

ἀγορὴν καὶ νῆας ἀριθμεῖ· ἡ δὲ πεζὴ τοιαύτη· ὄνειρος καὶ κατάλογος·ὥστε μέρος τῆς

βῆτα καὶ ἡ Βοιωτία ἤγουν ὁ κατάλογος τῶν νεῶν. Ὅτιἐνταῦθα μὲν διὰ μύθου διδάσκει ὁ

ποιητὴς μὴ δεῖν εἶναι τὸν ἄρχοντα παννύχιονεὕδειν λέγων, ὅτι ἄλλοι μέν ῥα θεοί τε καὶ

ἀνέρες ἱπποκορυσταί, οἱ περὶ Τροίανδηλονότι πολεμισταί, εὗδον παννύχιοι, ∆ία δ' οὐκ

ἔχε νήδυμος ὕπνος. μετ'ὀλίγα δὲ καὶ γνώμην ἐξάγει αὐτὸ τοῦτο ἀποφαινομένην καὶ

διδάσκουσαν, ὡςῥηθήσεται, ἔνθα ὁ ὄνειρος ὀνειδίζει τὸν παννύχιον ὕπνον τῷ

Ἀγαμέμνονι. ἐνμέντοι τοῖς ἑξῆς καὶ πραγματικῶς αὐτὸ παραδώσει, τοὺς μὲν ἄλλους

Ἕλληναςκοιμωμένους νύκτωρ ποιῶν, τὸν βασιλέα δὲ ἀγρύπνως ἔχοντα. [(ῃ. 1)

Ἰστέονδὲ ὅτι τε χαίρει ὡς μάλιστα ὁ ποιητὴς τῷ ῥα συνδέσμῳ, καθὰ καὶ

προδεδήλωται·καὶ ὅτι ἐγκλίνεται καὶ αὐτὸς ἐν δέοντι, καθὰ καὶ ἐνταῦθα ἐν τῷ, «ἄλλοι

μέν ῥα».καὶ ὅτι κατὰ τοὺς τεχνικούς ἐστι καὶ ἕτερον ῥᾴ, ὃ σημαίνει μὲν τὸ εὐχερῶς,

ὥςφασι, γίνεται δὲ ἀπὸ τοῦ ῥᾴδιον κατὰ ἀποκοπήν, διὸ καὶ ὀξύνεται καὶ σὺν τῷˉι

γράφεται καὶ οὐδὲ ἐγκλίνεται· λέγεται δέ, φασί, καὶ σὺν τῷ ˉβ βρᾴ, ἐπεὶ καὶ τὸῥᾴδιον

Αἰολικῶς βρᾴδιον λέγεται.] (ῃ. 2) Καὶ ὅτι νήδυμος ὕπνος ὁ βαθὺς καὶἀνέκδυτος ἤτοι ὃν

οὐ δύναταί τις ῥᾳδίως ἀποδύσασθαι. καὶ γίνεται παρὰ τὸ δύωδύμος καὶ μετὰ τῆς ˉνˉη

στερήσεως νήδυμος ἢ ἄγαν δύνων παρὰ τὸ ˉνˉη ἐπιτατικὸνκαὶ τὸ δύω· ἔστι γὰρ

ἐπίτασις καὶ διὰ τοῦ ˉνˉη, ὡς δηλοῖ τὸ «πόντος νήχυτος».ὥσπερ δὲ ἀπὸ τοῦ δύω δύμος

καὶ νήδυμος, οὕτω καὶ δύμος δίδυμος· δίδυμοι γὰροἱ ὄντες δύο ἐν γαστρὸς καταδύσει

μιᾷ. οἱ δὲ νήδυμον ὕπνον φασὶ τὸν ἡδὺνπλεονασμῷ τοῦ νῦ. –καίτοι τινὲς οὐ βούλονται

φωνήεντι δασυνομένῳ τὸ ˉν προστίθεσθαι. –οἱ δὲ παλαιοί φασι καὶ δίχα τοῦ νῦ

εὑρίσκεσθαι ἥδυμον παρὰ τοῖς μεθ'Ὅμηρον, ὡς παρὰ Ἀντιμάχῳ καὶ Σιμωνίδῃ. τινὲς δὲ

καὶ ἐπὶ Ὁμήρου τὴνλέξιν ταύτην εἰς ταὐτὸ ἐβιάσαντο ἀναγνόντες νῦν οὕτω· ∆ία δ' οὐκ

ἔχεν· εἶτα,ἥδυμος ὕπνος. οἱ δὲ οὕτως ἀναγινώσκοντες ἐνταῦθα μὲν εὐπόρως ἔχουσιν εἰς

ὃ 1.253 βούλονται διὰ τὴν τοῦ ἔχε τρίτου προσώπου συνθήκην ἐφέλκεσθαι δυναμένου

τὸνῦ. ἐν μέντοι τοῖς ἑξῆς εὑρεθήσονται τόποι, ἐν οἷς οὐ δυνήσονται τοιοῦτόν τιποιῆσαι,

ἀλλὰ προδήλως τὸ νήδυμος ἀρχόμενον εὑρεθήσεται ἀπὸ τοῦ ˉν στοιχείουμὴ δυναμένου

τῇ ὄπισθεν λέξει προστίθεσθαι. Σημείωσαι δὲ καὶ ὅτι ἄλλο μὲντὸ καθεύδειν, ἄλλο δὲ τὸ

ὑπνοῦν καὶ οὐκ ἀεὶ τὸ αὐτὸ ἐξ ἀνάγκης δηλοῦσι. καὶγὰρ ἀνωτέρω μὲν ὁ Ζεὺς ἀναβὰς

ἐκάθευδεν, ἐνταῦθα δὲ νήδυμος ὕπνος οὐκ εἶχεναὐτόν. ἔστι γὰρ καθεύδειν μὲν τὸ

ἁπλῶς ἀναπίπτειν ὡς ἐπὶ ὕπνῳ, ὑπνοῦν δὲ αὐτὸδὴ τὸ ἐκλελύσθαι καὶ ἀπρακτεῖν τὰς

αἰσθήσεις. καὶ τοῦτο καὶ ἐν τοῖς ἑξῆςπολλαχοῦ φανήσεται. οὕτω δὲ καὶ τὸ κοιμᾶσθαι τοῦ

ὑπνοῦν διενήνοχεν ἐν πολλοῖςὁμοίως τῷ καθεύδειν, ὡς καὶ ὅτε εἴπῃ, ὅτι «κοιμήσαντο

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

160

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!