18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπενθέσει τοῦ ˉυ τὴν ὀλομένην καὶ ἀξίανὀλέσθαι, ὅπερ καὶ ὀλουμένη καὶ ἀπολουμένη

λέγεται κατὰ χρόνον μέσουδευτέρου μέλλοντος. κατὰ δέ τινας οὐκ ἔστιν ἡ λέξις κυρίως

παθητικὴ ἐνταῦθακατὰ τὸ ὀλόμενος καὶ ὀλούμενος, ἀλλὰ ἐν μόνῃ φαίνεται φωνῇ· οἳ

καὶ καλῶςλέγουσιν. ὅτι γὰρ ἐνέργειαν σημαίνει, δηλοῖ ὁ ποιητὴς ἐπαγαγὼν τὸ «ἣ

μυρί'Ἀχαιοῖς ἄλγε' ἔθηκε» μονονουχὶ λέγων κατὰ λόγον ἐπεξηγήσεως, ὅτι

οὐλομένηντὴν μῆνίν φημι, οὐχ' ὅτι αὐτὴ ἔπαθέ τι, ἀλλ' ὅτι μάλιστα ἐνήργησεν· ἔθηκε

γὰρἄλγεα μυρία τοῖς Ἀχαιοῖς. Τὸ δὲ ἔθηκεν οὐ μόνον ἀντὶ τοῦ ἐποίησε νοεῖται

καὶἐπέθηκεν, ἀλλὰ καὶ ἄλλως γλαφυρώτερον. ἐπεὶ γὰρ ἐναντία τὸ φύσει καὶ τὸθέσει,

δοκεῖ λέγειν ὅτι οὐ φύσει ἤλγησαν οἱ Ἕλληνες οὐδὲ κατά τινα νοσερὰνἀκολουθίαν,

ἀλλὰ θέσει διὰ τὴν οὐλομένην μῆνιν, ἧς μὴ γενομένης ἡ φύσιςοὐκ ἂν ἄρτι τοὺς Ἀχαιοὺς

ἔβλαψεν. ὃ παραδηλοῦταί πως κατωτέρω καὶ ἐν τῷπροΐαψεν, εἴ τις ἐκεῖ τὴν πρόθεσιν

νοήσει χρόνου δηλωτικήν. Τὸ δέ «μῆνιν οὐλομένην» μετακλιθὲν εἰς τὸ «ἣ μυρί' Ἀχαιοῖς

ἄλγε' ἔθηκε» σχῆμα ἐποίησεν, ὃκλίσις ἢ μετάκλισις λέγεται, ὡς μετ' ὀλίγα σαφέστερον

ῥηθήσεται. Μυρία δὲ ἢἀορίστως τὰ πολλὰ λέγει καὶ παροξύνεται ἡ λέξις πρὸς διαστολὴν

ὡρισμένουἀριθμοῦ τοῦ μύρια, ἢ κατά τινας τὰ θρήνων ἄξια ὡς ἀπὸ τοῦ μύρεσθαι, ὃ

δηλοῖποιὸν ἦχον γοερόν, ἐξ οὗ καὶ τὸ μορμύρειν ἐπὶ ὑδάτων γίνεται καὶ ὁ

κλαυθμυρισμός. Ἰστέον δὲ ὅτι τῶν πλειόνων παροξυνόντων μὲν τὸ ἀόριστον τὰμυρία,

προπαροξυνόντων δὲ τὸ ὡρισμένον ἤγουν τὰς δέκα χιλιάδας, Ἡρωδιανὸςἑκάτερα

ὀφείλειν φησὶν ὀξυτονεῖσθαι κατὰ τὴν τρίτην ἀπὸ τέλους, ὅ ἐστι κατὰτὴν

προπαραλήγουσαν· καὶ λέγει καὶ κανόνα τινὰ εἰς τοῦτο ἐκεῖνος, [ἐν ᾧ καὶτὸ ἀρσενικὸν

ὁ μύριος προπαροξύνεται κατὰ τὸ Λύδιος, ὡς ἐπὶ μὲν παρατελευτώσης διὰ τοῦ ˉι

συνεσταλμένου λεγόμενον, κατὰ δὲ τὴν τρίτην ἀπὸ τέλουςμακρὸν ὄν. καὶ τὸ μύριον δὲ

ὁμοίως, ἐπεὶ τὰ παρεσχηματισμένα οὐδέτεραἀρσενικοῖς ὁμότονα αὐτοῖς ἐστιν.] Ὅρα δὲ

ὅτι ἔχων ὁ ποιητὴς εἰπεῖν «μυρί'Ἀχαιοῖς ἄχε' ἔθηκεν», οὐκ ἠθέλησε παῖξαι μέθοδον

διδοὺς τοῦ μὴ ληρεῖντινας τὰ παραπίπτοντα. καὶ γὰρ ἤρκεσαν αὐτῷ ἱλαρῦναι τὸ τῶν

ἐννοιῶνσκυθρωπὸν τὰ τρία πάρισα, τὸ ἔθηκε, τὸ προΐαψε καὶ τὸ τεῦχε. καὶ οὐκ

ἠθέλησενεἰς πλέον καλλωπίσαι· ὃς καὶ τὸ τεῦχεν οὐκ ἐν τέλει στίχου ἔθετο, ἐπέκρυψεδέ

πως, ἵνα μὴ ἐπιβούλως δοκῇ πρὸς ἐμφανὲς κάλλος γράφειν ἔξω καιροῦ. Σημείωσαι δὲ

καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ εἰπών «ἄνδρα πολύτροπον» καὶ «πολλὰ1.26 ἐπλάγχθη» καὶ

«πολλῶν ἀνθρώπων ἴδεν ἄστεα» ἐπιμονὴν ἐποίησε λέξεωςἐκ τοῦ πολύτροπος καὶ

πολλῶν καὶ πολλά· ἐνταῦθα δὲ δυνατὸν ὂν οὕτω ποιῆσαιὅμως οὐκ ἠθέλησεν, ἀλλὰ ἀντὶ

τοῦ «πολλὰ ἄλγεα ἔθηκε, πολλὰς δὲ ψυχὰςἌϊδι προΐαψεν ἡρώων» τὸ πολλὰ ἄλγεα

μυρία εἶπε, διδάσκων ὡς ποτὲ μὲν ἐνἐπιμονῇ ταῖς αὐταῖς χρηστέον λέξεσι, ποτὲ δὲ

μεταληπτέον τὰς ἰσοδυνάμους.καὶ ἔστι καὶ τοῦτο εἶδός τι ἐπιμονῆς. Ἰστέον δὲ ὅτι τὸ μέν

«ἄλγεα ἔθηκε»φαίνεται ῥηθῆναι διὰ τοὺς τραυματισθέντας μέν, μὴ θανόντας δέ· ἢ καὶ

διὰτοὺς ἄλλως λυπηθέντας· (ῃ. 3) τὸ δέ «πολλὰς ψυχὰς Ἄϊδι προΐαψεν ἡρώων»διὰ τοὺς

τεθνεῶτας, ἵνα λέγῃ ὅτι μυρίους μὲν πολυτρόπως ἄλλως ἤλγυνεν ἡ τοῦἈχιλλέως

μῆνις, πολλοὺς δὲ καὶ ἐθανάτωσε. ταῦτα δὲ προοικονομίαι εἰσὶ τοῦπλατυσμοῦ τῆς

Ἰλιάδος· τὰ γὰρ μυρία ἄλγεα καὶ οἱ πολλοὶ θάνατοι πολλὴνπάντως γραφῆς ὕλην

δώσουσι τῷ ποιητῇ. Ἰστέον δὲ ὅτι πολλοῖς ἔθνεσιν ἀπὸτῶν παρ' αὐτοῖς ἐνδόξως

βασιλευσάντων αἱ κλήσεις ἔκειντο· Ἕλληνες οὖνἀπὸ Ἕλληνος, Ἀργεῖοι διὰ τὸν Ἄργον,

Ἴωνες ἐκ τοῦ Ἴωνος, Περσευπαρονομάζει τοὺς Πέρσας, καθὰ καὶ τοὺς Μήδους ὁ Μῆδος·

οὕτω δὲ καὶἈχαιοὺς ὁ Ἀχαιός. Τὸ δέ «ἴφθιμος ψυχή» γίνεται ἐκ τοῦ ἶφι τὸ ἰσχυρῶς,

πλεονασμῷ τοῦ ˉθ, [ἵνα ᾖ, ὥσπερ ὄψι ὄψιμος ἢ καὶ ἄλλως, ὡς ἄνθος ἄνθιμος, οὕτωςἶφι

ἴφιμος, καὶ πλεονασμῷ ἴφθιμος ὑπερβιβασθέντος τοῦ χρόνου καὶ τῆς μὲνἀρχῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

16

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!