Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

τηρεῖ τὸ σεμνὸν μειδιάσασα· οἱ δ' ἄλλοι θεοὶ τοῦ τοιούτου ὕψους ὑποκατέβησανἄσβεστον γέλων παθόντες. (ῃ. 600) Καὶ ὅτι τὸ πονεῖσθαι μετὰ συνέσεωςποιπνύειν ἡ ποίησις λέγει· ὃ γίνεται ἀπὸ τοῦ πονῶ πονύω, ὡς ἀλῶ ἀλύω, κινῶκινύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ἀναδιπλασιασμῷ ποπνύω καὶ πλεονασμῷ τοῦˉι ποιπνύω. ὁμοίου δὲ ἀναδιπλασιασμοῦ καὶ τὸ ποιφύσσω ἤγουν φυσῶ παρὰ Λυκόφρονι καὶ ἄλλα δέ τινα. ὡς δὲ ἐκ τοῦ ῥηθέντος πνύω καὶ τὸ πεπνῦσθαι καὶὁ πεπνυμένος λέγεται, δῆλόν ἐστιν ἐκ τῶν παλαιῶν. Σημείωσαι δὲ ὅτι πάνυσεμνῶς ἡ καθ' Ὅμηρον ἀείδουσα θεὰ γελᾶν μὲν θεοὺς ἔφη· ὅτι δὲ διὰ τὸνκυλλοποδίονα ἐγέλων, σιγᾷ, ἵνα μὴ δοκοίη σιλλαίνειν ἀκαίρως.] τὸ δὲ ἄσβεστος γέλως δηλοῖ ἔκ τινος θερμότητος τὸν γέλωτα γίνεσθαι καὶ συμβάλλεταίπως τοῖς γραμματικοῖς, οἳ τὸν γέλωτα παρὰ τὴν ἕλην, ὃ δηλοῖ τὴν θερμότητα,ἐτυμολογεῖσθαί φασιν. (ῃ. 601–4) Ὅτι τὸ «ὣς τότε μὲν πρόπαν ἦμαρ ἐςἠέλιον καταδύντα δαίνυντο» λεχθείη ἂν ἐπὶ τῶν διὰ πάσης ἡμέρας ἑστιωμένων.εἰ δὲ καὶ μουσικὴ χάρις ἐπανθεῖ τῷ συμποσίῳ, προσφυὲς εἰπεῖν καὶ τὰ ἐφεξῆς,οἷον· «οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὔτε μὴν φόρμιγγος περικαλλέος,ἣν ἔχεν ὁ δεῖνα», οἷον ὁ Ἀπόλλων, «Μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶκαλῇ». (ῃ. 601) Ἰστέον δὲ ὅτι τὸ «ἐς ἠέλιον καταδύντα» ἐφερμηνευτικόν ἐστιτοῦ «πρόπαν ἦμαρ», ἵνα νοῆται τὸ πρόπαν ἦμαρ ἕως δύσεως ἡλίου, ὅ ἐστινἑσπέρας, οὐ μὴν καὶ ἐπέκεινα. Τὸ δὲ ἠέλιος δοκεῖ ἐκ τοῦ ἥλιος γενέσθαι κατὰἐπένθεσιν τοῦ ˉε. ψιλοῦται δὲ διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι τὸ ˉη πρὸ φωνήεντοςὂν κατὰ διάστασιν ψιλοῦται, οἷον ἠΐθεος, ἤϊος ὁ τοξικός· οὕτως οὖν καὶ ἠέλιος.σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀεὶ οὕτως λέγει ὁ ποιητὴς τετρασυλλάβως,ἅπαξ δέ ποτε καὶ τρισυλλάβως ἔφη ἥλιον. Ἰστέον δὲ καὶ ὅτι, ἐπειδή ἐστιν ἄω τὸλάμπω καὶ προσθέσει τοῦ ˉυ αὔω, ἐξ ὧν ἀώς ἡ ἡμέρα καὶ αὔως Αἰολικῶς,δύναται τὸ ἠέλιος ἐκ τοῦ ἄω ἔχειν τὴν ψιλήν, ἐξ οὗ καὶ ἐτυμολογεῖται. γίνεταιγὰρ ἀπὸ τοῦ ἄω τοῦ ῥηθέντος καὶ ἐκ τοῦ ἕλη, ἡ θερμασία, ἀέλιος, ὡς τὸ «ἀκτὶςἀελίου» παρὰ Σοφοκλεῖ· ἀμφότερα γὰρ ἔχει ὁ ἥλιος· λάμπει τε γὰρ φωτιστικῶς,ἔτι δὲ καὶ θερμαίνει· καὶ τροπῇ τῆς ἀρχούσης γίνεται ἠέλιος. (ῃ. 602) Ἐΐσην δὲδαῖτα λέγει ἢ τὴν ἴσην κατὰ πλεονασμὸν Ἰωνικὸν τοῦ ˉε–ἰσομοίρως γὰρ 1.249 ἐδαίνυντο διὰ τὸ ἀφιλόνεικον–ἢ παρὰ τὸ ἐΐω τὸ πορεύομαι ἡ διὰ παντὸςἱκνουμένη τοῦ σώματος ἤτοι πορευομένη καὶ ἅπαν αὐτὸ διοικοῦσα. (ῃ. 604)Ἀμείβεσθαι δὲ ὀπὶ καλῇ αἱ Μοῦσαι λέγονται ἢ ἑαυτὰς ἐν μέρει ἢ τὸν Ἀπόλλωνα, ὃς εἶχε τὴν φόρμιγγα. ὑπ' ἐκείνῳ γὰρ ὡς κορυφαίῳ τῆς ᾠδῆς ᾄδειν αὐταὶλέγονται [ἀμοιβαδὸν δηλαδή· ἐξ οὗ καὶ αἱ ῥητορικαὶ ἀλληλογραφίαι ἀμοιβαῖοιλόγοι λέγονται καὶ ἔπη ἀμοιβαῖα.] Ἐνταῦθα δὲ συλλογιστικῶς ὁ Ὅμηρος οὐ μόνον μουσόληπτον ἑαυτὸν ὑπεμφαίνει ἀλλὰ καὶ Ἀπόλλωνι κάτοχον. αὐτὸςμὲν γὰρ ὅσα λέγει, ἐκ Μουσῶν ἐμπνεόμενος ᾄδει, ὡς ἐν προοιμίοις ἐφάνη· Μοῦσαι δὲ ὑπ' Ἀπόλλωνι ἀρχηγέτῃ τῆς ᾠδῆς ᾄδουσιν. οὐκοῦν ἡ ποίησις καὶ ὁ ποιητὴς ὑπὸ Μούσαις τε καὶ Ἀπόλλωνι καταρτίζονται, ὡς καὶ Ἡσίοδος παραδηλοῖ κατάγων γενεαλογικῶς τοὺς ἀοιδοὺς ἤτοι τοὺς ποιητὰς ἐκ Μουσῶνκαὶ Ἀπόλλωνος; διόπερ οὐ μόνον λόγιον χρῆμα ὁ ποιητὴς διὰ τὰς Μούσας,ἀλλὰ καὶ μαντικὸν διὰ τὸν Ἀπόλλωνα καὶ τὴν ἐκ τοῦ ἡλίου φιλοσοφίαν. καί τιναπρολέγων καὶ Ὅμηρος μαντικῶς ἐν τοῖς μετὰ ταῦτά που φανήσεται. ὅρα δὲ καὶὅτι τὸ «ἀμειβόμεναι ὀπὶ καλῇ» κοινὸν μέν ἐστιν ἐνέργημα τῶν Μουσῶν·ὠνόμασται δέ, ὡς καὶ προείρηται, ἡ Καλλιόπη ἐξ αὐτοῦ κατ' ἐξαίρετον τὸκοινὸν τῆς ἐνεργείας ἐξιδιωσαμένη τῇ κλήσει· παρὰ τὸ καλόν γὰρ ἢ τὸκάλλος τῆς ὀπὸς ὠνόμασται ἡ Καλλιόπη, ὡς τὸ ἐν φωνῇ κάλλος ἔχουσα. ἔοικεδὲ μηδεμίαν ἔχειν ὁ ποιητὴς λέξιν ἐπὶ τῶν ἐμμούσων ᾠδῶν καιριωτέραν τοῦκαλή. διὸ οὐ μόνον ὄπα καλὴν λέγει, ἀλλὰ καὶ τὴν τοῦ Ἀπόλλωνος Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 158

φόρμιγγαπερικαλλῆ ὀνομάζει, ὡς ἄν τις εἴποι καλὴν λίαν· ἐντεῦθεν γὰρ ὁ τοῦ ˉλ ἐν τῇτοιαύτῃ λέξει διπλασιασμός. κἀκεῖθεν ἐοίκασιν ἀφορμὴν λαβόντες οἱ μεθ' Ὅμηρον τέλος τοῦ πανηγυρικοῦ τῆς ῥητορικῆς εἴδους τὸ καλὸν εἰπεῖν· δῆλον δὲ ὅτιπανηγυρικὸν καὶ ἡ ποίησις. παρασημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὸ μὲν καλόνἐκτείνει ἀεὶ παρὰ τῷ ποιητῇ τὸ δίχρονον, τὸ δὲ κακόν ἐν συστολῇ ἔχει τὴνἄρχουσαν. ὅτι δὲ καὶ τὸ καλεῖν συστέλλεταί ποτε, ἀφ' οὗ καὶ τὸ καλὸν παράγεται,ἐδήλωσεν ὁ ποιητὴς ἔν τε ἄλλοις καὶ ἐν τῷ «καλέσαντο γὰρ αὐτοί». [Ἰστέον δὲὅτι κατὰ τὸ «ἐς ἠέλιον καταδύντα» εἴρηται παρ' Εὐριπίδῃ ἐν Ἱππολύτῳ τὸεἰς τόδε ἀντὶ τοῦ ἕως τότε. τοιοῦτον δὲ καὶ τὸ ἐς τόδε ὥρας καὶ ἐς τόδε καιροῦ.τὸ μέντοι ἔστε ἀντὶ τοῦ ἕως μόνον αὐτὸ καθ' αὑτὸ κείμενον, οἷον παρὰ Θεοκρίτῳ·»ἔστε κ' ἀπείπῃς» ἤγουν μέχρις ἂν ἀπαγορεύσῃς, συγκοπὴν ἔπαθεν ἐκ τοῦ ἕως.διὸ καὶ δασύνεται.] (ῃ. 607) Ὅτι δέδονται τόποι τινὲς τοῖς πλανήταις, οὓς 1.250 οἴκους αὐτῶν καλοῦσιν οἱ νεώτεροι, ἐν οἷς αὐτοὺς ὄντας καὶ οἰκοδεσποτεῖνλέγουσιν. Ὁμήρου τοίνυν ἐνταῦθα εἰπόντος, ὅτι ὁ Ἥφαιστος ἑκάστῳ τῶν θεῶν δῶμα ἐποίησε, γράφουσιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος ἔδωκε τοῖς ἀπὸμαθημάτων ἀφορμὴν τῆς τοιαύτης δόξης εἰπὼν ἐνταῦθα ἕκαστον τῶν θεῶν ἴδιονοἶκον ἔχειν. ὅτι δὲ ἐπὶ ἀστέρων ἔστιν ὅτε τὸ τῶν θεῶν κεῖται ὄνομα, προείρηται.Ἥφαιστος δὲ λέγοιτ' ἂν τὰ τοιαῦτα ποιεῖν δώματα πιθανευομένου καὶ νῦν τοῦμύθου τοῦτο διὰ τὴν ἄνω αἰθερίαν θερμότητα καὶ διὰ τὸ αὐτῆς δραστικόν. (ῃ. 606)Ἐνταῦθα δὲ κεῖται καὶ τὸ κακκείοντες ἀντὶ τοῦ ἔφεσιν ἔχοντες τοῦ κατακεῖσθαιεἰς ὕπνον. οὕτω καὶ ὀψείοντες οἱ ἔχοντες ἐπιθυμίαν τοῦ ὄψεσθαι καὶ βρωσείοντεςκαὶ πολεμησείοντες οἱ ἐπιθυμοῦντες βρώσεως καὶ πολέμου. καὶ ἄλλα δέ εἰσιτοιαῦτα μυρία. τὸ δὲ πρῶτον ˉκ τὸ ˉτ ἐστι τῆς κατά προθέσεως εἰωθυίας ἐν τῇ τοῦˉα ἀποκοπῇ συνεξομοιοῦσθαι τῷ ἐπαγομένῳ συμφώνῳ, ὡς καὶ ἐν τῷ «κάππεσονἐν Λήμνῳ» δηλοῦται καὶ ἐν τῷ κάλλιπον ἀντὶ τοῦ κατέλιπον. [Ἰστέον δὲ ὅτιτοῦ κεῖσθαι καὶ τῶν ἀπ' αὐτοῦ κινήσεων προϋπάρχει τὸ κέω, οὗ μετοχὴ κέων ἐνὈδυσσείᾳ· «ὄρσο κέων, ὦ ξεῖνε». τοῦτο ἐνθέσει τοῦ ˉι γίνεται κείων, ὅθεν τὸ»κακκείοντες ἔβαν», ἤγουν κατακεισόμενοι εἰς ὕπνον. τῆς δὲ συστοιχίας τοῦκακκείοντές ἐστι καὶ τὸ καρρέζειν ἤτοι καταψᾶν καὶ τὸ κάββαλε καὶ τὸ καδ δ'ἔπεσε καὶ τὸ κὰπ φάλαρα δὲ καὶ τὸ κάτθανεν, ὡς ἀλλαχοῦ φανεῖται σαφῶς.](ῃ. 608) Ὅτι πραπίδας τὰς φρένας εἰπεῖν χρήσιμον εἰς οὐδὲν τῇ λογογραφίᾳ,διὸ φυλαττέσθω ἀπόθετον τῇ ποιήσει. χρῆσις δὲ αὐτοῦ ἐν τῷ «Ἥφαιστοςποίησεν εἰδυίῃσι πραπίδεσσι». γίνεται δὲ ἴσως ἡ πραπὶς ἐκ τῆς ˉπˉρˉο καὶ ˉἀˉπˉοπροθέσεως καὶ τοῦ ἰδεῖν ἢ εἰδέναι, ἵνα ᾖ πραπὶς ἡ προβλεπτικὴ καὶ προγνωστικὴτοῦ μέλλοντος φρήν. ἕτεροι δέ φασι τὴν πραπίδα γίνεσθαι, ὅθεν καὶ ἡ φρὴνγίνεται, ἤγουν ἐκ τῆς ˉπˉρˉο προθέσεως καὶ τοῦ ὧ δασυνομένου ῥήματος, ἐξ οὗ τὸἱῶ ἵημι, εἰ καὶ ἡ μὲν φρὴν διὰ τοῦ ˉφ προάγεται κατὰ τὸ φρουρός καὶ φροίμιον, ἡδὲ πραπὶς ψιλοῦται Ἰωνικῶς τε καὶ Αἰολικῶς. (ῃ. 610) Ὅτι τὸν κατὰ φύσιν ὕπνον γλυκὺν ὀνομάζει λέγων· «ἔνθα Ζεὺς ἐκάθευδεν, ὅτε μιν γλυκὺς ὕπνοςἱκάνοι». καὶ σημείωσαι ὅτι οὐχ' ἡμᾶς δεῖ κατακλινομένους εἰκῇ ἐπισπᾶσθαι τὸνὕπνον, ἀλλὰ κοιμᾶσθαι ὅτε ὁ ὕπνος ἱκάνει, τουτέστι καταλαμβάνει ἡμᾶς. ὁμέντοι σπουδαῖος οὐ μόνον οὐκ ἂν καλέσοι τὸν ὕπνον, ἀλλὰ καὶ ἀπώσεταιἥκοντα, εἴπερ οὐ χρὴ παννύχιον εὕδειν τὸν σπουδαῖον ἄνδρα. Ὅρα δὲ καὶ ἐνταῦθα 1.251 ὅτι τὸ ἱκάνει, ὡς καὶ προεγράφη, ἐκτείνει τὴν παραλήγουσαν. γίνεται δὲ ἐκ τοῦἵκω, ὅπερ παρ' Ὁμήρῳ μὲν ἀεὶ τὴν διὰ τοῦ ˉι ἔχει, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, γραφήν, παρὰ δὲ τοῖς μεθ' Ὅμηρον διφορεῖται. (ῃ. 609) Ἰστέον δὲ ὅτι Ζεύς ἀκλίτως ἔχει διὰ κανόνων ἐναντιότητα, καθά φασιν οἱ παλαιοί. εἷς μὲν γὰρ κανὼν διὰ τοῦˉεˉωˉς κλίνει αὐτὸ τῷ λόγῳ τῶν εἰς ˉεˉυˉς, ἵνα τοῦ ὑποτακτικοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 159

φόρμιγγαπερικαλλῆ ὀνομάζει, ὡς ἄν τις εἴποι καλὴν λίαν· ἐντεῦθεν γὰρ ὁ τοῦ ˉλ ἐν

τῇτοιαύτῃ λέξει διπλασιασμός. κἀκεῖθεν ἐοίκασιν ἀφορμὴν λαβόντες οἱ μεθ' Ὅμηρον

τέλος τοῦ πανηγυρικοῦ τῆς ῥητορικῆς εἴδους τὸ καλὸν εἰπεῖν· δῆλον δὲ ὅτιπανηγυρικὸν

καὶ ἡ ποίησις. παρασημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὸ μὲν καλόνἐκτείνει ἀεὶ παρὰ τῷ

ποιητῇ τὸ δίχρονον, τὸ δὲ κακόν ἐν συστολῇ ἔχει τὴνἄρχουσαν. ὅτι δὲ καὶ τὸ καλεῖν

συστέλλεταί ποτε, ἀφ' οὗ καὶ τὸ καλὸν παράγεται,ἐδήλωσεν ὁ ποιητὴς ἔν τε ἄλλοις καὶ

ἐν τῷ «καλέσαντο γὰρ αὐτοί». [Ἰστέον δὲὅτι κατὰ τὸ «ἐς ἠέλιον καταδύντα» εἴρηται

παρ' Εὐριπίδῃ ἐν Ἱππολύτῳ τὸεἰς τόδε ἀντὶ τοῦ ἕως τότε. τοιοῦτον δὲ καὶ τὸ ἐς τόδε

ὥρας καὶ ἐς τόδε καιροῦ.τὸ μέντοι ἔστε ἀντὶ τοῦ ἕως μόνον αὐτὸ καθ' αὑτὸ κείμενον,

οἷον παρὰ Θεοκρίτῳ·»ἔστε κ' ἀπείπῃς» ἤγουν μέχρις ἂν ἀπαγορεύσῃς, συγκοπὴν ἔπαθεν

ἐκ τοῦ ἕως.διὸ καὶ δασύνεται.] (ῃ. 607) Ὅτι δέδονται τόποι τινὲς τοῖς πλανήταις, οὓς

1.250 οἴκους αὐτῶν καλοῦσιν οἱ νεώτεροι, ἐν οἷς αὐτοὺς ὄντας καὶ

οἰκοδεσποτεῖνλέγουσιν. Ὁμήρου τοίνυν ἐνταῦθα εἰπόντος, ὅτι ὁ Ἥφαιστος ἑκάστῳ τῶν

θεῶν δῶμα ἐποίησε, γράφουσιν οἱ παλαιοί, ὅτι πρῶτος Ὅμηρος ἔδωκε τοῖς

ἀπὸμαθημάτων ἀφορμὴν τῆς τοιαύτης δόξης εἰπὼν ἐνταῦθα ἕκαστον τῶν θεῶν

ἴδιονοἶκον ἔχειν. ὅτι δὲ ἐπὶ ἀστέρων ἔστιν ὅτε τὸ τῶν θεῶν κεῖται ὄνομα,

προείρηται.Ἥφαιστος δὲ λέγοιτ' ἂν τὰ τοιαῦτα ποιεῖν δώματα πιθανευομένου καὶ νῦν

τοῦμύθου τοῦτο διὰ τὴν ἄνω αἰθερίαν θερμότητα καὶ διὰ τὸ αὐτῆς δραστικόν. (ῃ.

606)Ἐνταῦθα δὲ κεῖται καὶ τὸ κακκείοντες ἀντὶ τοῦ ἔφεσιν ἔχοντες τοῦ κατακεῖσθαιεἰς

ὕπνον. οὕτω καὶ ὀψείοντες οἱ ἔχοντες ἐπιθυμίαν τοῦ ὄψεσθαι καὶ βρωσείοντεςκαὶ

πολεμησείοντες οἱ ἐπιθυμοῦντες βρώσεως καὶ πολέμου. καὶ ἄλλα δέ εἰσιτοιαῦτα μυρία.

τὸ δὲ πρῶτον ˉκ τὸ ˉτ ἐστι τῆς κατά προθέσεως εἰωθυίας ἐν τῇ τοῦˉα ἀποκοπῇ

συνεξομοιοῦσθαι τῷ ἐπαγομένῳ συμφώνῳ, ὡς καὶ ἐν τῷ «κάππεσονἐν Λήμνῳ»

δηλοῦται καὶ ἐν τῷ κάλλιπον ἀντὶ τοῦ κατέλιπον. [Ἰστέον δὲ ὅτιτοῦ κεῖσθαι καὶ τῶν ἀπ'

αὐτοῦ κινήσεων προϋπάρχει τὸ κέω, οὗ μετοχὴ κέων ἐνὈδυσσείᾳ· «ὄρσο κέων, ὦ

ξεῖνε». τοῦτο ἐνθέσει τοῦ ˉι γίνεται κείων, ὅθεν τὸ»κακκείοντες ἔβαν», ἤγουν

κατακεισόμενοι εἰς ὕπνον. τῆς δὲ συστοιχίας τοῦκακκείοντές ἐστι καὶ τὸ καρρέζειν ἤτοι

καταψᾶν καὶ τὸ κάββαλε καὶ τὸ καδ δ'ἔπεσε καὶ τὸ κὰπ φάλαρα δὲ καὶ τὸ κάτθανεν, ὡς

ἀλλαχοῦ φανεῖται σαφῶς.](ῃ. 608) Ὅτι πραπίδας τὰς φρένας εἰπεῖν χρήσιμον εἰς οὐδὲν

τῇ λογογραφίᾳ,διὸ φυλαττέσθω ἀπόθετον τῇ ποιήσει. χρῆσις δὲ αὐτοῦ ἐν τῷ

«Ἥφαιστοςποίησεν εἰδυίῃσι πραπίδεσσι». γίνεται δὲ ἴσως ἡ πραπὶς ἐκ τῆς ˉπˉρˉο καὶ

ˉἀˉπˉοπροθέσεως καὶ τοῦ ἰδεῖν ἢ εἰδέναι, ἵνα ᾖ πραπὶς ἡ προβλεπτικὴ καὶ

προγνωστικὴτοῦ μέλλοντος φρήν. ἕτεροι δέ φασι τὴν πραπίδα γίνεσθαι, ὅθεν καὶ ἡ

φρὴνγίνεται, ἤγουν ἐκ τῆς ˉπˉρˉο προθέσεως καὶ τοῦ ὧ δασυνομένου ῥήματος, ἐξ οὗ

τὸἱῶ ἵημι, εἰ καὶ ἡ μὲν φρὴν διὰ τοῦ ˉφ προάγεται κατὰ τὸ φρουρός καὶ φροίμιον, ἡδὲ

πραπὶς ψιλοῦται Ἰωνικῶς τε καὶ Αἰολικῶς. (ῃ. 610) Ὅτι τὸν κατὰ φύσιν ὕπνον γλυκὺν

ὀνομάζει λέγων· «ἔνθα Ζεὺς ἐκάθευδεν, ὅτε μιν γλυκὺς ὕπνοςἱκάνοι». καὶ σημείωσαι

ὅτι οὐχ' ἡμᾶς δεῖ κατακλινομένους εἰκῇ ἐπισπᾶσθαι τὸνὕπνον, ἀλλὰ κοιμᾶσθαι ὅτε ὁ

ὕπνος ἱκάνει, τουτέστι καταλαμβάνει ἡμᾶς. ὁμέντοι σπουδαῖος οὐ μόνον οὐκ ἂν καλέσοι

τὸν ὕπνον, ἀλλὰ καὶ ἀπώσεταιἥκοντα, εἴπερ οὐ χρὴ παννύχιον εὕδειν τὸν σπουδαῖον

ἄνδρα. Ὅρα δὲ καὶ ἐνταῦθα 1.251 ὅτι τὸ ἱκάνει, ὡς καὶ προεγράφη, ἐκτείνει τὴν

παραλήγουσαν. γίνεται δὲ ἐκ τοῦἵκω, ὅπερ παρ' Ὁμήρῳ μὲν ἀεὶ τὴν διὰ τοῦ ˉι ἔχει, ὡς

καὶ ἀλλαχοῦ δηλοῦται, γραφήν, παρὰ δὲ τοῖς μεθ' Ὅμηρον διφορεῖται. (ῃ. 609) Ἰστέον

δὲ ὅτι Ζεύς ἀκλίτως ἔχει διὰ κανόνων ἐναντιότητα, καθά φασιν οἱ παλαιοί. εἷς μὲν γὰρ

κανὼν διὰ τοῦˉεˉωˉς κλίνει αὐτὸ τῷ λόγῳ τῶν εἰς ˉεˉυˉς, ἵνα τοῦ ὑποτακτικοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

159

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!