18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τηρεῖ τὸ σεμνὸν μειδιάσασα· οἱ δ' ἄλλοι θεοὶ τοῦ τοιούτου ὕψους

ὑποκατέβησανἄσβεστον γέλων παθόντες. (ῃ. 600) Καὶ ὅτι τὸ πονεῖσθαι μετὰ

συνέσεωςποιπνύειν ἡ ποίησις λέγει· ὃ γίνεται ἀπὸ τοῦ πονῶ πονύω, ὡς ἀλῶ ἀλύω,

κινῶκινύω, καὶ ἐν συγκοπῇ πνύω καὶ ἀναδιπλασιασμῷ ποπνύω καὶ πλεονασμῷ τοῦˉι

ποιπνύω. ὁμοίου δὲ ἀναδιπλασιασμοῦ καὶ τὸ ποιφύσσω ἤγουν φυσῶ παρὰ Λυκόφρονι

καὶ ἄλλα δέ τινα. ὡς δὲ ἐκ τοῦ ῥηθέντος πνύω καὶ τὸ πεπνῦσθαι καὶὁ πεπνυμένος

λέγεται, δῆλόν ἐστιν ἐκ τῶν παλαιῶν. Σημείωσαι δὲ ὅτι πάνυσεμνῶς ἡ καθ' Ὅμηρον

ἀείδουσα θεὰ γελᾶν μὲν θεοὺς ἔφη· ὅτι δὲ διὰ τὸνκυλλοποδίονα ἐγέλων, σιγᾷ, ἵνα μὴ

δοκοίη σιλλαίνειν ἀκαίρως.] τὸ δὲ ἄσβεστος γέλως δηλοῖ ἔκ τινος θερμότητος τὸν

γέλωτα γίνεσθαι καὶ συμβάλλεταίπως τοῖς γραμματικοῖς, οἳ τὸν γέλωτα παρὰ τὴν ἕλην,

ὃ δηλοῖ τὴν θερμότητα,ἐτυμολογεῖσθαί φασιν. (ῃ. 601–4) Ὅτι τὸ «ὣς τότε μὲν πρόπαν

ἦμαρ ἐςἠέλιον καταδύντα δαίνυντο» λεχθείη ἂν ἐπὶ τῶν διὰ πάσης ἡμέρας

ἑστιωμένων.εἰ δὲ καὶ μουσικὴ χάρις ἐπανθεῖ τῷ συμποσίῳ, προσφυὲς εἰπεῖν καὶ τὰ

ἐφεξῆς,οἷον· «οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, οὔτε μὴν φόρμιγγος περικαλλέος,ἣν

ἔχεν ὁ δεῖνα», οἷον ὁ Ἀπόλλων, «Μουσάων θ', αἳ ἄειδον ἀμειβόμεναι ὀπὶκαλῇ». (ῃ. 601)

Ἰστέον δὲ ὅτι τὸ «ἐς ἠέλιον καταδύντα» ἐφερμηνευτικόν ἐστιτοῦ «πρόπαν ἦμαρ», ἵνα

νοῆται τὸ πρόπαν ἦμαρ ἕως δύσεως ἡλίου, ὅ ἐστινἑσπέρας, οὐ μὴν καὶ ἐπέκεινα. Τὸ δὲ

ἠέλιος δοκεῖ ἐκ τοῦ ἥλιος γενέσθαι κατὰἐπένθεσιν τοῦ ˉε. ψιλοῦται δὲ διὰ τὸν κανόνα

τὸν λέγοντα, ὅτι τὸ ˉη πρὸ φωνήεντοςὂν κατὰ διάστασιν ψιλοῦται, οἷον ἠΐθεος, ἤϊος ὁ

τοξικός· οὕτως οὖν καὶ ἠέλιος.σημειοῦνται δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀεὶ οὕτως λέγει ὁ

ποιητὴς τετρασυλλάβως,ἅπαξ δέ ποτε καὶ τρισυλλάβως ἔφη ἥλιον. Ἰστέον δὲ καὶ ὅτι,

ἐπειδή ἐστιν ἄω τὸλάμπω καὶ προσθέσει τοῦ ˉυ αὔω, ἐξ ὧν ἀώς ἡ ἡμέρα καὶ αὔως

Αἰολικῶς,δύναται τὸ ἠέλιος ἐκ τοῦ ἄω ἔχειν τὴν ψιλήν, ἐξ οὗ καὶ ἐτυμολογεῖται.

γίνεταιγὰρ ἀπὸ τοῦ ἄω τοῦ ῥηθέντος καὶ ἐκ τοῦ ἕλη, ἡ θερμασία, ἀέλιος, ὡς τὸ

«ἀκτὶςἀελίου» παρὰ Σοφοκλεῖ· ἀμφότερα γὰρ ἔχει ὁ ἥλιος· λάμπει τε γὰρ

φωτιστικῶς,ἔτι δὲ καὶ θερμαίνει· καὶ τροπῇ τῆς ἀρχούσης γίνεται ἠέλιος. (ῃ. 602) Ἐΐσην

δὲδαῖτα λέγει ἢ τὴν ἴσην κατὰ πλεονασμὸν Ἰωνικὸν τοῦ ˉε–ἰσομοίρως γὰρ 1.249

ἐδαίνυντο διὰ τὸ ἀφιλόνεικον–ἢ παρὰ τὸ ἐΐω τὸ πορεύομαι ἡ διὰ παντὸςἱκνουμένη τοῦ

σώματος ἤτοι πορευομένη καὶ ἅπαν αὐτὸ διοικοῦσα. (ῃ. 604)Ἀμείβεσθαι δὲ ὀπὶ καλῇ αἱ

Μοῦσαι λέγονται ἢ ἑαυτὰς ἐν μέρει ἢ τὸν Ἀπόλλωνα, ὃς εἶχε τὴν φόρμιγγα. ὑπ' ἐκείνῳ

γὰρ ὡς κορυφαίῳ τῆς ᾠδῆς ᾄδειν αὐταὶλέγονται [ἀμοιβαδὸν δηλαδή· ἐξ οὗ καὶ αἱ

ῥητορικαὶ ἀλληλογραφίαι ἀμοιβαῖοιλόγοι λέγονται καὶ ἔπη ἀμοιβαῖα.] Ἐνταῦθα δὲ

συλλογιστικῶς ὁ Ὅμηρος οὐ μόνον μουσόληπτον ἑαυτὸν ὑπεμφαίνει ἀλλὰ καὶ

Ἀπόλλωνι κάτοχον. αὐτὸςμὲν γὰρ ὅσα λέγει, ἐκ Μουσῶν ἐμπνεόμενος ᾄδει, ὡς ἐν

προοιμίοις ἐφάνη· Μοῦσαι δὲ ὑπ' Ἀπόλλωνι ἀρχηγέτῃ τῆς ᾠδῆς ᾄδουσιν. οὐκοῦν ἡ

ποίησις καὶ ὁ ποιητὴς ὑπὸ Μούσαις τε καὶ Ἀπόλλωνι καταρτίζονται, ὡς καὶ Ἡσίοδος

παραδηλοῖ κατάγων γενεαλογικῶς τοὺς ἀοιδοὺς ἤτοι τοὺς ποιητὰς ἐκ Μουσῶνκαὶ

Ἀπόλλωνος; διόπερ οὐ μόνον λόγιον χρῆμα ὁ ποιητὴς διὰ τὰς Μούσας,ἀλλὰ καὶ

μαντικὸν διὰ τὸν Ἀπόλλωνα καὶ τὴν ἐκ τοῦ ἡλίου φιλοσοφίαν. καί τιναπρολέγων καὶ

Ὅμηρος μαντικῶς ἐν τοῖς μετὰ ταῦτά που φανήσεται. ὅρα δὲ καὶὅτι τὸ «ἀμειβόμεναι ὀπὶ

καλῇ» κοινὸν μέν ἐστιν ἐνέργημα τῶν Μουσῶν·ὠνόμασται δέ, ὡς καὶ προείρηται, ἡ

Καλλιόπη ἐξ αὐτοῦ κατ' ἐξαίρετον τὸκοινὸν τῆς ἐνεργείας ἐξιδιωσαμένη τῇ κλήσει·

παρὰ τὸ καλόν γὰρ ἢ τὸκάλλος τῆς ὀπὸς ὠνόμασται ἡ Καλλιόπη, ὡς τὸ ἐν φωνῇ κάλλος

ἔχουσα. ἔοικεδὲ μηδεμίαν ἔχειν ὁ ποιητὴς λέξιν ἐπὶ τῶν ἐμμούσων ᾠδῶν καιριωτέραν

τοῦκαλή. διὸ οὐ μόνον ὄπα καλὴν λέγει, ἀλλὰ καὶ τὴν τοῦ Ἀπόλλωνος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

158

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!