18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ταῖςκάτωθεν ἀναγομέναις ὑγρότησι καὶ οἱ ἀστέρες, οἳ θεοὶ λέγονται παρὰ τὸ

θέειν,ἐδόκουν τρέφεσθαι κατὰ τὴν τῶν Ἑλλήνων δόξαν. ἃς δὴ ἀναθυμιάσεις νέκταρὁ

μῦθός φησιν ἀντλούμενον ὡς ἀπὸ κρατῆρός τινος τῶν περὶ γῆν κοιλάνσεων.ἐνδέξια δὲ

οἰνοχοεῖν λέγει τὸ ἐπιδεξίως ἢ ἀρξάμενον ἐκ τῶν δεξιῶν. (ῃ. 598)Ἰστέον δὲ ὅτι τὸ

οἰνοχοεῖν οὐ κυριολεκτεῖται ἐπὶ τοῦ νέκταρος ἀλλὰ πάντως ἐπὶτοῦ οἴνου· τέθειται δὲ

κατ' ἀνάγκην καὶ ἐπὶ νέκταρος, ὡς καὶ ἐν τῇ γάμμαῥαψῳδίᾳ φανήσεται, διὰ τὸ μὴ

εὐπορεῖν τὸν ποιητὴν σεμνοτέρας συμποσιακῆςλέξεως. εἰσὶ δὲ καὶ ἕτερά τινα τοιαῦτα,

οἷον καὶ τὸ «ἐχειρονόμησε τοῖς σκέλεσινὁ Ἱπποκλείδης ἐκεῖνος», ὃς καὶ μεμφθεὶς εἶπε

τὸ θρυλλούμενον, ὡς οὐ φροντὶςἹπποκλείδῃ. καὶ ἐνταῦθα γὰρ τὸ χειρονομεῖν οὐκ ἔστι

κυρία λέξις ἐπὶ ποδῶν.τοιοῦτον καὶ τὸ «τρισχίλιαι ἵπποι κατὰ τὸ ἕλος βουκολέοντο». οὐ

γὰρ οἰκεῖονἐπὶ ἵππων τὸ βουκολεῖν. [Ἰστέον δὲ ὅτι τε ἀστείως ὁ κωμικὸς Ἀντιφάνης

ἀνάπαλιν πρὸς τὸ «ὠρχήσατο σκέλεσιν» ἔφη τὸ «οὐχ' ὁρᾷς ὀρχούμενον ταῖς χερσὶτὸν

βάκηλον;» καὶ ὅτι ὅμοιον τοῖς εἰρημένοις καὶ τὸ «εἶχεν ἐπὶ χειρὸς πέδην»,ὅθεν

σύνθετον ἡ χειροπέδη· καὶ γὰρ πέδη κυρίως ἐπὶ ποδῶν. ἔτι] ἰστέον καὶ 1.247 ὡς τὸ μὲν

οἶνον οἰνοχοεῖν καὶ βουλὴν βουλεύειν καὶ τὰ τοιαῦτα σύστοιχα καὶὁμοειδῆ ὄντα ὀρθῶς

φράζεται διὰ συνήθειαν καὶ σαφήνειαν. καὶ γοῦν ὁ Παραβάτης ἔν τινι μύθῳ, οὗ ἀρχή

«πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλά» γράφεικαὶ ὅτι βουκόλοι βοῶν, αἰγῶν αἰπόλοι,

ἱπποφορβοὶ ἵππων καὶ πολλὰ κτήματα.καὶ τὰ μὲν τοιαῦτα συνηθέστερον ἔχει, ὡς

εἴρηται. τὸ δὲ ἄλλως ἀνομοειδὲςἔχει καινότητα, οἷον τὸ «τρισχίλιοι ἵπποι κατὰ ἕλος

ἐβουκολοῦντο», ὧν τοὺςνομέας ἱπποβουκόλους ἀκολούθως Ὁμήρῳ Εὐριπίδης φησί, καὶ

«ἐχειρονόμησεσκέλεσι» καὶ «νέκταρ ἐῳνοχόει». ἐπενοήθη δὲ ταῦτα διὰ συντομίαν

λόγου.οἰνοχοεῖν μὲν γὰρ νέκταρ τὸ ἐγχέειν νέκταρ δίκην οἴνου, οὗ χρεία τῷ συμποσίῳ·

χειρονομεῖν δὲ σκέλεσι τὸ ποιεῖν τοῖς ποσίν, ὅπερ ὁ χειρονομῶν. τρισχίλιαι δὲ ἵπποι

ἐβουκολοῦντο ἤτοι ἐνέμοντο σὺν βουσὶν ἢ ἐνέμοντο ἔνθα καὶ βόεςἄν. ὅμοιον καὶ τὸ

«ᾠκοδόμησε πόλιν» ἤγουν πόλιν καὶ οἴκους ἔδειμε. τὸμέντοι «ᾠκοδόμησε

θυσιαστήριον» πάνυ καινῶς εἴρηται. καὶ παρὰ Λυκόφρονιδὲ τὸ «λέοντα κείροντα ὀδόντι

καὶ γνάθοις λήϊον» ἐμφαίνει γοργῶς, ὅτι ὁ Τήλεφος ὅμοιος ἦν καὶ λέοντι καὶ συῒ δέ·

λέων γὰρ οὐ κείρει λήϊον. τοιούτουτύπου καὶ παρὰ τῷ Κωμικῷ τὸ «βουθυτεῖ ὗν καὶ

τράγον». οὕτω δὲ καὶ Εὐριπίδης φησὶ τὴν Μήδειαν τοκάδος δίκην λεαίνης

ταυρουμένην, ἤγουνἀγριουμένην ὡς λέαιναν καὶ ὡς ταῦρον. ἰστέον δὲ καὶ ὅτι ὅμοιον

τῷ χειρονομεῖνσκέλεσι τὸ καθ' Ἡλιόδωρον χειραγωγὸν εἰπεῖν ἱμάντα τὸν ἐκδεδεμένον

ποδός.καὶ οὕτω μὲν ταῦτα. ἐν οἷς καὶ τὰ κατὰ τὴν ἱστορίαν τοῦ Νείλου

τυφλοστόματα.οὐ γὰρ ἂν λεχθείη τὸ στόμα τυφλόν, ἀλλ' ἐμφαίνει γοργῶς τὸ

τυφλόστομα,ὡς δυνάμεθα καὶ ὀφθαλμὸν καὶ στόμα εἰπεῖν τὴν τοῦ ποταμοῦ ἐκβολήν. Τὸ

δὲνέκταρ καὶ ἡ ἀμβροσία πέπλασται τῇ ποιήσει· καί εἰσιν ὀνόματα τροφῆς θείας,ἣν καὶ

αὐτὴν οἱ ποιηταὶ οἴδασιν ὡς μουσοτραφεῖς· τὸ μὲν νέκταρ ὑγρᾶς καὶἀναλογούσης οἴνῳ,

διὸ καὶ οἰνοχοεῖσθαι εἴρηται, ἡ δὲ ἀμβροσία ξηρᾶς. ἐτυμολογεῖται δὲ τὸ μὲν νέκταρ ἀπὸ

τοῦ κτῶ τὸ κτῶμαι καὶ τοῦ ˉνˉε στερητικοῦ, οἱονεὶτὸ ἄκτητον, ὃ οὐδενὸς θνητοῦ

γίνεται κτέαρ ἤτοι κτῆμα. ἡ δὲ ἀμβροσία ἢ ἀπὸτοῦ ˉα στερητικοῦ καὶ τοῦ βροτός, ἣν

οὐδεὶς ἔχει βροτός, πλεονάσαντος τοῦ ˉνπρὸ τοῦ β διὰ ὄγκον φωνῆς, ὡς ἐν πολλοῖς

γίνεται· ἢ μάλιστα ἐκ τοῦ ὑπεραναβαίνειν ῥοὴν ἤγουν ὑπεράνω εἶναι φθορᾶς. ὅτι δὲ καὶ

ἀνάπαλιν νέκταρ μὲν παρά 1.248 τισι λέγεται ἡ ξηρὰ ἐν θεοῖς τροφή, ἀμβροσία δὲ ἡ

ὑγρά, φανήσεται ἀλλαχοῦ.περὶ δὲ τούτων ῥηθήσεται καὶ ἐν τῇ ἀρχῇ τῆς δʹ ῥαψῳδίας· (ῃ.

599) [Ἰστέονδὲ ὅτι τε σεμνότερος πάντων, ὡς εἰκός, ὁ τοῦ μύθου Ζεύς, ὡς μὴ

συνδιατεθεὶςὅλως, οἷς ὁ Ἥφαιστος καὶ λαλεῖ καὶ γελοίως πονεῖται· Ἥρα δὲ μετ' αὐτὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

157

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!