18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐ κολλητέον μετὰ τοῦ πεσόντα–οὐ γὰρ ἂν ἄφαρ, ἤγουν εὐθέως,πέσοι ὁ πᾶν ἦμαρ

φερόμενος–ἀλλὰ μετὰ τοῦ κομίσαντο, ἵνα λέγῃ ὅτι μετὰ τὸπεσεῖν ἐπιμέλειαν ἔσχεν

εὐθὺς φιλοξενικήν, ἣν ὀκνεῖ διασκευάζειν ὡς ἄκαιρον. 1.245 ὅτι δὲ τὸ ἄφαρ ἐκ τοῦ

ἅπτω ἅψω ἧφα γίνεται συστολῇ ∆ωρικῇ καὶ ψιλώσει Αἰολικῇ καὶ ὅτι δηλοῖ τὸ αὐθωρόν

καὶ συναπτῶς ὡς ἐκ τοῦ ἅπτω, δηλοῦται καὶἀλλαχοῦ.] (ῃ. 596) Ὅτι κύπελλον ποτηρίου

εἶδος ἐπὶ τὰ ἔσω κύπτον οὕτω λεγόμενον ὡς ἀπὸ τοῦ ἔκυπον δευτέρου ἀορίστου. τὸ δ'

αὐτὸ καὶ ἀμφικύπελλον λέγεται οἱονεὶ πανταχόθεν ἐπὶ τὰ ἔσω κεκυφός· πολλάκις γὰρ ἡ

ἀμφί πρόθεσις τὸκύκλῳ σημαίνει, ὡς δηλοῖ καὶ τὸ «νῆσος ἀμφίαλος» καὶ «βροντὴ

ἀμφίπυρος»ἡ πάντοθεν κεραυνώσασα καὶ οὕτω πυρώσασα. ἄλλοι δὲ κύπελλον τὸ

οἰνηρόνφασι ποτήριον, εἰς ὃ χύεται, τουτέστιν ἐγχέεται, πηλὸς εἴτ' οὖν οἶνος. χρὴ

δὲεἰδέναι, ὅτι τὸ ἀμφικύπελλον, ὡς Ἀριστοτέλης ἐμφαίνει, καινήν τινα κατασκευὴνἔχει

καὶ ἀξίαν ἐν τοῖς νῦν ζητήσεως. φησὶ γὰρ ἐκεῖνος, ὅτι αἱ θυρίδες τοῦμέλιτος

ἀμφίστομοι· περὶ γὰρ μίαν βάσιν δύο θυρίδες εἰσὶν ὥσπερ τῶν ἀμφικυπέλλων, ἡ μὲν

ἐκτός, ἡ δ' ἐντός. Ἀριστοτέλης μὲν οὖν ὡς ἀπὸ δήλων τῶνἀμφικυπέλλων ἱστόρει τὰ τοῦ

μέλιτος. νῦν δὲ χρὴ τὸ μέλι κατασκέψασθαι, ἵνανοηθῇ καλῶς ἐξ αὐτοῦ τὸ

ἀμφικύπελλον. τέως γε μὴν ὡς ἐν εἰκασμῷ δοκεῖταὐτὸν εἶναι ἀμφικύπελλον εἰπεῖν καὶ

δικύπελλον, ὡς κατὰ τὰς ἀντιθέτουςθυρίδας ἤτοι σύριγγας καὶ θήκας τοῦ μέλιτος μιᾷ

βάσει, τουτέστι πυθμένι, δύοκυπέλλων διοικουμένων ὡς ἐν διδυμότητι, τοῦ μὲν ἄνω,

τοῦ δὲ κάτω, ἵνα καὶ ἡβάσις ἐν τοῖς τοιούτοις εἴη, ὅτε δεήσει, πρὸς πόσιν χρήσιμος. (ῃ.

595) Ὅτι τὴνἔριν τὴν σφοδράν, τὴν μέσον Ἥρας καὶ ∆ιός, ἔπαυσεν ἐνταῦθα οὐ μόνον

ἀπειλὴ ∆ιὸς καὶ φόβος, ὃν ἡ Ἥρα ἔπαθεν, ἔτι δὲ καὶ συμβουλὴ τοῦ Ἡφαίστου

ἐχέφρων,ἀλλὰ καὶ ἀστεῖος τοῦ αὐτοῦ λόγος κινήσας τὴν Ἥραν εἰς μειδίαμα. σύνηθεςδὲ

Ὁμήρῳ, καθὰ καὶ προείρηται, ὁπηνίκα τὰς τῶν πραγμάτων δυσχερείας αὐξήσει καὶ εἰς

παντελῆ δυσκολίαν ἀναγάγοι, τοιούτοις τισὶ νοήμασι χρῆσθαι εἰςλύσιν τοῦ

κινδυνώδους καὶ ἀλύτου τῶν περιπετειῶν. μειδίαμα δὲ Ἥραςμυθικῶς μὲν τὸ ἐπὶ τοῖς

ἀστείοις λόγοις Ἡφαίστου τοῦ παιδὸς διαχεθῆναι αὐτὴνκαὶ ὑπογελάσαι· ἀνθρωποπαθὲς

γὰρ παρὰ τοῖς ποιηταῖς τὸ δαιμόνιον φῦλον,ὡς καὶ προγέγραπται. διὸ καὶ θυμοῦσθαι

Ζεὺς καὶ Ἥρα ἐνταῦθα λέγονται ἀλλήλοις καὶ Ἥφαιστος ἄνωθεν ῥιπτεῖσθαι κάτω καὶ

σῴζεσθαι ὑπὸ ἀνθρώπων καὶὀλίγον ἔχειν θυμόν, ὅπερ παρὰ τοῖς ὕστερον συνθέτως

ὀλιγοθυμεῖν λέγεται. καὶοἱ θεοὶ ἄσβεστον γέλων παθεῖν λέγονται ἐπὶ τῷ Ἡφαίστῳ

πονουμένῳ καὶ σπεύδοντι, ἐπειδὴ ἀνθρωπίνως γέλοιον ἀμφιγυήεις ἀνὴρ συντόνως

κινούμενος καὶ τῇ 1.246 χωλείᾳ κυμαινόμενος, οἷον καὶ ὧδε καὶ ἐκεῖ παραφερόμενος.

οὕτω γοῦν καὶἭρα οὐκ ἄσβεστον καὶ χανδὸν γελῶσα, μειδιῶσα δὲ σεμνότερον, ὡς

τοιούτῳπροσώπῳ ἔπρεπε, τὸ τοῦ παιδὸς ἐδέξατο χειρὶ κύπελλον. ἡ δὲ ἀλληγορία

μειδίαμα Ἥρας τὴν ἐν τῷ ἀέρι βούλεται νοεῖν ἡσυχίαν καὶ ἱλαρότητα τὴν ἐκ

τοῦγαληνιᾶν, καθά που καὶ εἰρήνη γλυκὺ μειδιᾷ καὶ ἡμέρα διαγελᾷ καὶ ἡ χθὼνγελᾶν

λέγεται παρὰ τῷ ποιητῇ, ὡς φανήσεται· καὶ αἰγιαλὸς δὲ ὁμοίως παρ'ἑτέρῳ ποιητῇ γελᾷ

κύμασιν ἐαρινοῖς ἠρέμα κλυζόμενος. φησὶ δέ που καὶἹμέριος, ὅτι ἦρος ἡ γῆ μειδιᾷ ἡδύ τι

καὶ χρυσαυγές. τὸ δὲ τοιοῦτον τῇ Ἥρᾳ μειδίαμα Ἥφαιστος περιποιεῖται, δηλαδὴ

θερμότης κατακρατήσασα καὶ σκυθρωπότητα χειμερινὴν ἀπελάσασα, ὅτε οὐ μόνον

μειδιᾶν ἡ Ἥρα λέγεται ἀλλὰκαὶ χρυσόθρονος εἶναι, καθάπερ ὁ ποιητὴς κατωτέρω φησί,

διὰ τὴν ἐκ τοῦπυρσοειδοῦς καὶ χρυσοφαοῦς ἡλίου ἐν ἀέρι λαμπρότητα. ὁ δὲ τοιοῦτος

Ἥφαιστοςκαὶ κυπελλοφόρος γίνεται τῇ Ἥρᾳ διὰ τὴν σύμμετρον ἀναθυμίασιν, ἣν

ἀνάγουσαἡ θερμότης εἰς ἀέρα διαδίδωσι. (ῃ. 597 ς.) Λέγεται δὲ καὶ τοῖς ἄλλοις

θεοῖςἐνδέξια πᾶσιν οἰνοχοεῖν γλυκὺ νέκταρ ἀπὸ κρατῆρος ἀφύσσων, ἐπειδὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

156

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!