18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πῦρ τε ἀναβλύζων καὶ ἄλλασημεῖα ἔχων θερμότητος, οἷον τὴν τῶν ἐκεῖ θερμῶν ὑδάτων

ἀνάδοσιν, τὸ ψιλὸντῆς γῆς, τὴν πενίαν τῆς πιότητος. διὸ οὐδὲ λασία ἐστὶν ἡ νῆσος ὕλαις

ὀρειναῖς.οὕτω καὶ τὸν Τυφῶνα ὁ μῦθος πνεῦμα μὲν ὄντα θερμὸν καὶ ἀπὸ τοῦ τύφω

τὸκαίω παρονομαζόμενον, δαίμονα δὲ ὅμως λεγόμενον ἀντίπαλον τῷ ∆ιΐ, ὁ μῦθοςεἰς

τόπον ἄγει προσφυῆ. ἀπάγει γὰρ αὐτὸν εἰς τὴν Σικελίαν καὶ ἐκεῖ καταθεὶςαὐτὸν

ἐπικεῖσθαι μὲν τῷ Τυφῶνι τὴν Αἴτνην τὸ ὄρος λέγει, τὸν δὲ Τυφῶνακάτωθεν κρατῆρας

ἀναφυσᾶν πυρός. τοῦτο δὲ ποιεῖ ὁ μῦθος διὰ τὸ ἀληθῶς καὶἐν τῇ Αἴτνῃ πῦρ κάτω μὲν

ὑποτύφεσθαι, ἄνω δὲ ἐκφυσᾶσθαι ἀναπεμπόμενον.ὥσπερ οὖν ἐκεῖ ἔδοξε τῷ μύθῳ

ὑποθεῖναι τὸν Τυφῶνα τῇ Αἴτνῃ, οὕτω κἀνταῦθαἠθέλησε τῇ πυροέσσῃ Λήμνῳ

ἐπιρρῖψαι τὸν Ἥφαιστον. καὶ οὕτω μὲν ταῦτα.(ῃ. 594) Ἡ δὲ ἱστορία καὶ ἄλλως

προσοικειοῖ τῷ Ἡφαίστῳ τὴν Λῆμνον, οὐ μόνον διὰ τοὺς ἐν αὐτῇ γῆθεν ἀναβαίνοντας

κρατῆρας τοῦ πυρός, ὡς εἴρηται,ἀλλὰ καὶ διότι χαλκεῖς ἄνδρας ἤνεγκέ ποτε ἡ νῆσος, οἳ

πρῶτοι χαλκευσάμενοιβέλη διὰ τοῦτο Σίντιες ἐπεκλήθησαν διὰ τὸ σίνεσθαι ἤτοι

βλάπτειν τῇ εὑρέσειτῶν ὅπλων. οἱ τοιοῦτοι καὶ ἄφαρ κομίσασθαι λέγονται τὸν

Ἥφαιστον πεσόντα.δηλοῖ δὲ ὁ λόγος, ὡς, εἰ καὶ ἀλλαχόθι τοιαῦτά εἰσι πυρά, ὅμως οἱ

Λήμνιοι ᾠκείωνται τῷ Ἡφαίστῳ μάλιστα καὶ διὰ τὴν χαλκευτικὴν τέχνην, δι' ἣν

καὶκλυτοτέχνης αὐτὸς λέγεται, ὡς οὐ μόνον πῦρ αὐτόματον ἔχοντες, ἀλλὰ καὶ ὡςἄλλως

τοῦ πυρὸς ἐπιμελόμενοι καὶ διὰ τὴν τέχνην περιποιούμενοι αὐτόν. ἔστιγὰρ κομίσασθαι

τὸ ἐπιμεληθῆναι· ἐξ οὗ καὶ κομιδὴ ἡ ἐπιμέλεια καὶ κομιδῇἐπίρρημα ἀντὶ τοῦ λίαν καὶ ἐν

πάσῃ ἐπιμελείᾳ. καὶ ἄλλως δὲ Σίντιες οἱ Λήμνιοι,καθότι πειραταὶ ἦσαν, ὡς ἡ ἱστορία

φησίν· ὥστε εἶναι καὶ αὐτοὺς Λήμνια κακά,καθάπερ ὕστερον αἱ γυναῖκες, αἳ τοῖς

ἀνδράσιν ἐν Λήμνῳ εἰς φόνον ἐπε1.244 βούλευσαν. καὶ ἄλλως δὲ ὡς οἱ Λήμνιοι ἄγριοι

δηλοῖ καὶ παροιμία Λημνίαν χεῖραεἰποῦσα τὴν ἀπαραίτητον καὶ Λήμνιον βλέπειν ἀντὶ

τοῦ δεινὸν καὶ πυρῶδες. ἐκεῖθεν δὲ καὶ Λήμνιον κακὸν ἢ ἀπὸ τῆς κατὰ στόμα δυσωδίας

τῶν Λημνιάδων ἢ μᾶλλον ἀπὸ τῶν θρυλλουμένων φόνων. δηλοῖ δέ τι περὶ τούτουκαὶ

Ἡρόδοτος. ὅτι δὲ οἱ Σίντιες οὗτοι καὶ ἑτέρως ὕστερον ὠνομάσθησαν,δηλοῦται ἐν τοῖς

τοῦ Περιηγητοῦ. ὅρα δὲ ὅπως ὁ μὲν βλαπτικὸς σίντης λέγεταιδιὰ τοῦ ˉη, ὡς ὁ Χρύσης,

τὸ δὲ ἐθνικὸν διὰ τοῦ ˉι καὶ ἔχει τὴν κλίσιν τοῦ ὄφεως.ὅτι δὲ πρὸς ἄλλαις κλήσεσι καὶ

Σίντοι ἐλέγοντο οἱ τοιοῦτοι Σίντιες, ὁ Γεωγράφος φησίν. [Ὡς δὲ καὶ Σίνις Σίνιδος

ὕστερον λῃστὴς δίχα τοῦ ˉτ, αἱ ἱστορίαιδηλοῦσι περιᾴδουσαι καὶ αὐτόν, καθὰ καὶ τὸν

Σκείρωνα καὶ τὸν Πιτυοκάμπηνκαὶ τὸν Κάκον καὶ τὸν Λίβυν Ἀνταῖον καὶ τοὺς

τοιούτους. καί εἰσιν ἀληθῶςφερώνυμα τὸ Σίντιες οἱ παρ' Ὁμήρῳ καὶ ὁ Σίνις, ἐπὶ κακῷ

μέντοι, ἵνα καὶαὐτοὶ ὡς βλαπτικοὶ κατὰ τὴν παροιμιαζομένην Σιδηρώ, θρασεῖαν

ἐκείνηνγυναῖκα, φέροιεν τὸ οἰκεῖον ὄνομα. (ῃ. 593) Τὸ δέ «ὀλίγος θυμὸς ἐνῆεν» ἔχειμὲν

ἀκόλουθόν ποτε τὸ καὶ θανεῖν ἂν τὸν Ἥφαιστον ὀλιγούμενον, λύεται δὲ καὶἄλλως μὲν

τῷ μὴ ἐξ ἀνάγκης ἀεὶ τῇ ὀλιγώσει φθορὰν ἐπακολουθεῖν, μάλιστα δὲἀλληγορικῶς τῷ

μὴ ὀλιγούμενα τὰ ἐναέρια πάθη, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τὸνἭφαιστον, ἤδη καὶ

παντελῶς ἐπιλείπειν, ἀλλ' εἶναι εἰσαεὶ κατὰ τὸ γίνεσθαιπάλιν καὶ πάλιν. ὅρα δὲ ὡς

κομίζω μὲν τὸ ἁπλοῦν, ἱπποκομῶ δὲ καὶ νοσοκομῶτὰ σύνθετα.] (ῃ. 591 ς.) Ἰστέον δὲ καὶ

ὅτι δύο ῥίψεις τοῦ Ἡφαίστου ὁ μῦθος λέγει, προτέραν μὲν τὴν μετὰ γένεσιν ὑπ' αὐτῆς

τῆς Ἥρας, ὅτε καὶ ἐχωλάνθη·δευτέραν δὲ τὴν ὑπὸ τοῦ ∆ιός, ὅτε τῇ μητρὶ ἀλεξῆσαι

ἤθελε δεσμευθείσῃ πρὸςτοῦ ∆ιός. Τὸ δὲ πανῆμαρ τὸν Ἥφαιστον οὐρανόθεν εἰς γῆν

φέρεσθαι, εἰ καὶθεραπεύεται τοῖς ἀλληγορηταῖς, ἀλλὰ τῷ μύθῳ μάλιστα δοτέον πρὸς

ἔνδειξιντοῦ ἐν μέσῳ πλείστου διαστήματος κατὰ τὸ «ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης».(ῃ.

594) [Τὸ δὲ ἄφαρ, ὃ μέχρι καὶ ἐς ἄρτι περιφέρεται παρὰ τοῖς λέγουσιν ἀφαρίτὸ αὐτίκα,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

155

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!