18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τὰῥηθέντα καὶ τὸ πλεῖον πλείονος τὸ συγκριτικὸν καὶ τὸ πλειών ὀξυτόνως

κατὰπεριοχὴν ὁ ἐνιαυτὸς ὁ καιρικὰ πλείω ἐμπεριειληφώς. ἔτι δὲ Τύρος πόλιςβαρυτόνως

καὶ τυρὸς ὀξυτόνως ὁ ἀπὸ γάλακτος. καὶ νόμος μὲν ὁ τὸ δίκαιονδιδούς, νομὸς δὲ ἐν

ὀξείᾳ τάσει ὁ τῆς νομῆς τόπος καὶ ὁ κατὰ Αἰγυπτίους ἐνἐνορίαις. καὶ καιρὸς μὲν κατὰ

τόνον ὀξὺν ὁ χρονικός, καῖρος δὲ προπερισπωμένως τὸ μίτωμα, ὃ καὶ ἐν Ὀδυσσείᾳ

δηλοῦται. καὶ Ἄνεκτος μὲν προπαροξυτόνως κύριον, ἀνεκτὸς δὲ ὀξυτόνως ὁ φορητός.

ὁμοίως καὶ Νικήτης μὲν κύριον,νικητὴς δὲ ὁ νικήσας. καὶ Κάκος μὲν λῃστής, κακὸς δὲ

τὸ ἐπίθετον. καὶ ἄλλαδὲ ὅμοια πολλά.] Ἰστέον δὲ ὅτι ἡ τοῦ Ἡφαίστου ῥῖψις οὐρανόθεν

καὶ τοιοῦτόν τι δηλοῖ, ὡς ὁ ἄνω τόπος ὁ αἰθέριος, περὶ ὃν οἱ θεοί, οὐδὲν φθαρτικὸν

καὶἐπιβλαβὲς καὶ ὅλως φαῦλόν τι παραμένον ἔχουσι. διὸ οὔτε ὁ μυθικὸς Βρόντηςκαὶ

Στερόπης καὶ Ἄργος φιλοῦνται τῷ ∆ιΐ, ἀλλὰ καὶ ἡ Ὁμηρικὴ Ἄτηἐκεῖθεν κατηνέχθη.

ὅθεν καὶ λόφος Ἄτης ἐν Τροίᾳ παρὰ Λυκόφρονι, ἔνθα ὑπὸ 1.242 ∆ιὸς ἐκείνη ἐρρίφη, ὡς

καὶ ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου δηλοῦται. οὕτως οὖν καὶ ὁ καυστικὸς Ἥφαιστος

ἐκεῖθεν ὀστρακιζόμενος ῥίπτεται· οἱ δὲ Τιτᾶνεςκαὶ ὑποταρτάριοι γίνονται, οὓς ἡ

ἀλληγορία δηλοῖ. Ἰστέον δὲ ὅτι ἐν τῷ «ῥῖψεποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο» [τὸ

μὲν ῥῖψε ποδὸς τεταγών ἤγουν τείναςἢ λαβόμενος, ὡς εἰρήσεται, ἀστείως ἔφη, ὡς εἰ καὶ

λαγὼν ἤ τι τοιοῦτον ἑλὼν ὁ Ζεὺς καὶ κουφίσας ἐκ ποδὸς ἐξέρριψε.] Θεσπέσιος [δὲ]

βηλὸς εἴρηται πρὸςδιαστολὴν τῶν μὴ θείων ἀλλὰ βεβήλων. Τὸ δὲ τεταγών Ἰωνική ἐστι

μετοχὴμετὰ συνήθους ἀναδιπλασιασμοῦ ἐν χρόνῳ ἀορίστῳ δευτέρῳ ἐκ τοῦ τάζω

τάξω,ἐξ οὗ καὶ τὸ τόξον, ὅθεν ἀόριστος πρῶτος οὐ χρηστὸς ἔταξα, δεύτερος ἔταγον,οὗ

μετοχὴ ταγὼν καὶ Ἰαστὶ τεταγών. [Οἱ δὲ τεχνικοὶ ἐθάρρησαν εἰπεῖν καὶὡς ἐκ τοῦ τῶ τὸ

λαμβάνω γίνεται τάζω κατὰ παραγωγήν, ὡς φρῶ φράζω, ῥῶῥάζω τὸ ῥαίνω, καὶ ἐξ

αὐτοῦ τὸ τεταγών κατὰ τὴν ῥηθεῖσαν ἐπιβολήν, ἵνα ᾖποδὸς τεταγὼν ἤγουν λαβὼν

ἔρριψεν. ἐκ δὲ τοῦ ῥηθέντος τῶ καὶ τὸ τῆ, ὅ ἐστιλάβε, γίνεται κατὰ τὸ ζῆ προστακτικὸν

τὸ καὶ παρὰ Σοφοκλεῖ.] (ῃ. 592–4)Ὅτι φησὶν ὁ μυθικὸς Ἥφαιστος καὶ ταῦτα· «πᾶν δ'

ἦμαρ» ἤ «πανδῆμαρ φερόμην», ὅτε δηλαδὴ ὁ Ζεὺς αὐτὸν ἄνωθεν ἔρριψεν, «ἅμα δ'

ἠελίῳ καταδύντικάππεσον ἐν Λήμνῳ· ὀλίγος δέ μοι θυμὸς ἐνῆεν». καὶ ὅρα ὅτι τὸ

φέρεσθαι μὲνλέγεται παρὰ τῷ ποιητῇ ἐπὶ κινήσεως, ἡ δὲ φορὰ οὐχ' εὕρηται παρ'

αὐτῷ.λέγει δὲ καὶ ὅτι ἐνταῦθά με πεσόντα Σίντιες ἄνδρες κομίσαντο. ταῦτα δὲμύθου τε

πιθανότητα ἔχουσιν ἀσφαλῆ ἐν τῷ πλάσματι, ὡς ἐξ ἀφορμῆς τινοςἱστορικῆς, καί που

καὶ ἀλληγορικῶς θεραπεύονται. μυθικῶς μὲν γὰρ ἀκόλουθονἦν τῇ ἄνωθεν ῥίψει τοῦ

Ἡφαίστου τὸ καὶ εἰς γῆν που εἰπεῖν κατενεχθῆναιαὐτὸν καὶ περισωθῆναι ὑπό τινων

περί τινα καιρόν. καὶ τοίνυν ἦν ἡ μὲν γῆ Λῆμνος, οἱ δὲ ἄνδρες Σίντιες, ὁ δὲ καιρὸς

ἠέλιος καταδὺς ἤγουν ἑσπέρα, ὅθεν καὶἱερὰ ἡ Λῆμνος ἐνομίσθη Ἡφαίστου καὶ ἱκανῶς

ἐτιμᾶτο ἐκεῖ καὶ πόλις Ἡφαιστία ἦν αὐτόθι. καὶ ὁ μὲν μῦθος οὕτω πιθανῶς πέπλασται, ἡ

δὲ ἀλληγορία κατὰ τὸδυνατὸν συμβιβαζομένη τοιαῦτά τινα νοεῖ. ὁ ῥιπτόμενος μὲν

Ἥφαιστοςοὐρανόθεν εἴη ἂν ἡ τῶν ἄνωθεν κατασκηπτόντων εἰς γῆν πυρωδῶν

κατένεξις, 1.243 ᾧτινι Ἡφαίστῳ καὶ ὀλίγος θυμὸς ἔνεστι, διότι τὰ τοιαῦτα ἐπ' ὀλίγον

ἐξαρκεῖ.τὰ μὲν γὰρ πολλὰ ἐν τῷ μέσῳ σβέννυνται, ὅσα δὲ καὶ μέχρι γῆς ἐνεχθῶσι,

ταχὺἀφανίζονται καὶ αὐτά, εἰ μή τινος ὕλης δραξάμενα βραχύ τι παραμείνωσι.

καὶτοιαύτη μὲν ὁλικώτερον ἡ περὶ τοῦ τοιούτου Ἡφαίστου ἀλληγορία. Τὸ δὲ ἐν Λήμνῳ

κατενεχθῆναι αὐτὸν τῇ μυθικῇ συμβάλλεται πιθανότητι ὡς ἀπὸἱστορίας, οὐχ' ὡς τῶν

ἀερίων ἐκπυρωμάτων ἐν Λήμνῳ καταπιπτόντων, ἀλλ'ὅτι πῦρ καὶ ἐκεῖ γῆθεν ἀνεδίδοτό

ποτε αὐτόματον. διόπερ [ἀποκληρωτικῶς]ἔδοξε τῷ μύθῳ αὐτόθι καταρρῖψαι τὸν

Ἥφαιστον ὡς εἰς τόπον τινὰ συγγενῆ.προσφυὴς γὰρ πάντως τῷ πυρὶ Ἡφαίστῳ τόπος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

154

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!