18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

συντάσσεται,φανεῖται ἐν τοῖς ἑξῆς, ὅπου ἐρεῖ ὁ ποιητὴς τὸ «ἐφῆπται τοῖσδέ τισιν

ὀλέθρουπείρατα».] Μαλακοὶ δὲ λόγοι οἱ κολακευτικοὶ καὶ ψυχὴν σκληρὰν

μαλάσσοντεςκαί, ὡς εἰπεῖν, μαλακοποιοί, ὡς καὶ δέος χλωρὸν τὸ χλωροποιόν. (ῃ.

583)Ὅτι ἀγαθῆς θεόθεν ἐλπίδος τὸ «αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν». (ῃ.

586) Ὅτι πραϋντικὸν ἀνθρώπου θυμουμένου ἐν τῷ κακῶς πάσχειντὸ «τέτλαθι καὶ

ἀνάσχεο κηδόμενός περ». (ῃ. 587–9) Εἰ δὲ καὶ ὑπὸ μεγιστᾶνοςπάσχει τις, οἰκεῖον

ἐπαγαγεῖν καὶ τὸ ἐφεξῆς· «μή σε φίλον περ ἐόντα ἐνὀφθαλμοῖσιν ἴδωμαι θεινόμενον·

τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ 1.240 χραισμεῖν· ἀργαλέος γὰρ ὁ δεῖνα

ἀντιφέρεσθαι», ὅ ἐστιν ἐναντιοῦσθαι· γίνεταιδὲ παρὰ τὸ ἀπεναντίας φέρεσθαι. ἡ δὲ

λέξις ἢ πάθος δηλοῖ, ἵνα λέγῃ, ὅτιἀργαλέος ἐστὶ πάσχειν ἐναντίωσιν, ἢ ἐνέργειαν

νοουμένη ἀντὶ τοῦ ἀργαλέοςἐστίν, ὥστε τινὰ ἀντιφέρεσθαι ἤγουν ποιεῖν ἐναντίωσιν

πρὸς αὐτόν. [Πρωτότυπονδὲ τὸ ἀντιφέρεσθαι τοῦ ἀντιφερίζειν. ἄμφω δὲ οὐκ ἂν εἶεν

πάνυ μακρὰν τοῦἰσοφαρίζειν ὡς ἰσότητα δηλούσης τῆς προθέσεως. καὶ μὴν δύνανται

καὶἐναντιότητα δηλοῦν καθ' ὁμοιότητα τοῦ ἀντία φάσθαι. ἰστέον δὲ ὅτι τὸ τέτλαθιἐκ

τοῦ τλῆθι γέγονεν ἀναδιπλασιασμῷ καὶ συστολῇ τῆς παραληγούσης.(ῃ. 587) Τὸ δέ

«φίλην περ ἐοῦσαν» καὶ πρὸ αὐτοῦ τὸ «μητρὶ φίλῃ» καὶ πρὸ τούτων τὸ «παῖδα φίλην»

σχέσεώς ἐστι συγγενικῆς ἐπίτασις, ἵνα ὥσπερ ἐπιτείνεταιἡ φιλία δι' ἑτεροίας φιλίας

κατὰ τὸ «ἑταῖρος φίλος» καὶ τὸ «φίλους κἄτιμᾶλλον ἢ φίλους» τὸ Εὐριπίδειον, οὕτω

αὔξοιτο καὶ τὸ συγγενικὸν στέργηθρονδιὰ τοῦ φίλον καὶ τῶν τοιούτων. Τὸ δέ «ἐν

ὀφθαλμοῖς ἴδωμαι» διέσταλται τοῦκατὰ νοῦν βλέπειν καὶ ἄλλως δὲ φαντάζεσθαι. Ἴδω

δὲ εἰπεῖν καὶ ἴδωμαιταὐτόν ἐστιν, ὡς μυριαχοῦ φανεῖται.] (ῃ. 590–4) Ὅτι πολλὰ τῶν

ἱστορουμένωνκαὶ μυθευομένων ὁ ποιητὴς οὐκ ἐντελῶς ἐν ἑνὶ τόπῳ ἐκτίθεται, ἀλλ'

εὐμεθόδωςτέμνει χάριν ποικιλίας καὶ διαφόροις τόποις ἐπιμερίζει τὸ ἕν, ὥσπερ

καὶἐνταῦθα ἐν τοῖς κατὰ τὴν Ἥραν αὐτὸ τοῦτο μόνον λέγει, ὅτι καὶ ἄλλοτέ ποτε Ζεὺς

μὲν θυμὸν ἔσχε κατὰ τῆς Ἥρας, Ἥφαιστος δὲ ἀλεξῆσαι σπεύσας ἔπαθετὰ μυθευόμενα·

ἐν ἄλλοις δὲ καὶ τὴν αἰτίαν ἐρεῖ, δι' ἣν ὁ Ζεὺς ἐχολώθη τῇ Ἥρᾳ,διηγήσεται δὲ καὶ ἅπερ

ἐκείνη ἔπαθεν. (ῃ. 591) Ὅτι τὸ ποδὸς ῥιφῆναι τὸνἭφαιστον ἀπὸ βηλοῦ θεσπεσίοιο ὑπὸ

τοῦ ∆ιὸς οὐδὲν ἄλλο δηλοῖ, καθὰ καὶπροείρηται, ἢ ὅτι πολλάκις αἱ ἄνω ἐκπυρωθεῖσαι

ἀναθυμιάσεις ἐν τοῖςμετεώροις κάτω ῥιπτοῦνται, ὥσπερ οἱ κεραυνοὶ καὶ εἴ τι ἄλλο

τοιοῦτον, καὶ οὐκἔστιν ἐπὶ πολὺ παραμεῖναι τοῖς ἄνω τόποις τοιοῦτον Ἥφαιστον, ἀλλὰ

ἢ ἄλλωςἀφανιζόμενος λύεται καὶ σκεδάζεται ἢ κάτω βάλλεται. Βηλὸς δὲ συνήθως ὁ

τῆςοἰκίας βατὴρ παρὰ τὸ βαίνεσθαι, ὡς καὶ οὐδὸς παρὰ τὸ ὁδεύεσθαι, ὅθεν καὶτόποι

ἀβέβηλοι μὲν οἱ ἱεροὶ καὶ ἄβατοι, βέβηλοι δὲ οἱ βατοὶ καὶ τοῖς τυχοῦσι.διὸ καὶ Ὅμηρος

οἴκους ἐν οὐρανῷ πλάττων, οὓς ὁ μυθικὸς Ἥφαιστος τεύχει ἑκάστῳ θεῷ οἶκον καὶ

δῶμα περικλυτὸν σκευάζων, διὰ τοῦτο ἀκολούθως 1.241 καὶ βηλὸν λέγει, θεσπέσιον

μέντοι. ὅτι δὲ οὐδὸς παρὰ τὸ ὁδεύεσθαι, ὡς εἴρηται,γίνεται, δηλοῦσι καὶ παρὰ Σοφοκλεῖ

ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ πολλὰ τῶνἀντιγράφων ὁδόν δίχα τοῦ ˉυ γράφοντα τὸν

οὐδὸν ἐν τῷ, «καταράκτην ὁδὸνχαλκοῖσι βάθροισι γῆθεν ἐρριζωμένον». καὶ τοῦτο μὲν

τοιοῦτον. Βηλὸν δέτινες τῶν ἀρχαίων ἐνταῦθά φασι τὴν περίοδον τοῦ αἰθέρος καὶ τῶν

ἄστρων,ἕτεροι δὲ τὸν ἀνωτάτω καὶ πάντα περιέχοντα ἀέρα. τινὲς δέ φασι τὸν

τοιοῦτονβηλὸν κατὰ ∆ρύοπας μὲν Ὄλυμπον εἶναι, κατὰ δὲ Χαλδαίους οὐρανόν.

Ὀξύνεται δὲ ὁ ῥηθεὶς βηλός· τὸ δὲ κύριον καὶ ποταμοῦ δὲ ὄνομα προπερισπᾶται,

[ἵνακἀνταῦθα διάφορος εἴη τόνος πρὸς τὸ τῆς σημασίας διάφορον, τὸ

μυριαχοῦφαινόμενον, ὁποῖόν τι καὶ τὸ ὀχή μὲν ὀξυτόνως ἡ τροφή, ἀφ' ἧς καὶ τὸ

εὐοχθεῖνκατά τινας παρ' Ἡσιόδῳ καὶ ἡ εὐωχία δὲ κατὰ ἔκτασιν. ὅμοιον δὲ πρὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

153

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!