18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ».] Εὐριπίδης [δὲ] παραφράζων[αὐτό] φησιν· «ἐπεὶ δὲ

κρεῖσσον τὸ κακόν ἐστι τοῦ ἀγαθοῦ». ἔνθα ὅρα τὸκρεῖσσον ὡς χρήσιμον καὶ αὐτὸ εἰς τὸ

«κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται»καὶ ἑξῆς. ἐνταῦθα δὲ καὶ σχῆμα παραμέμικται

ἀντίθετον ὡς τοῦ ἐσθλοῦ 1.238 ἀντικειμένου πρὸς τὰ χείρονα. ἔστι δὲ ἐσθλὴ δαὶς ἡ τῶν

σοφῶν καὶ σπουδαίωνπροσώπων, ἐν ᾗ ἐρίζειν οὐ χρή. Ὅτι δὲ μονῆρες ἐν ὀνόμασι τὸ

ἦδος, καθὰ καὶτὸ ὄφελος, καὶ ὅτι ψιλοῦται κατὰ τὴν ἄρχουσαν ὡς τροχαϊκόν, καθὰ καὶ

τὸἦμαρ, οὐκ ἔστι τὸν περὶ λόγους ἀμφιβαλεῖν. Ἡρωδιανὸς δὲ ἐν τῷ αὐτοῦ Συμποσίῳ

δασύνεσθαι αὐτὸ λέγει πρός τινων ὡς ἀπὸ τοῦ ἥδω καὶ τῆς ἡδονῆς.ἐκρίναμεν δέ, φησίν,

ὥστε μᾶλλον ψιλοῦν αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτος·τὰ εἰς ˉοˉς οὐδέτερα

δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦσι τὸ κατ'ἀρχὰς φωνῆεν, οἷον εὖχος,

ἦδος. ὅλως δὲ πάντα τὰ τροχαϊκὰ ψιλοῦται, ὡς καὶτὸ ἦχος, ἦμος, ἀντὶ τοῦ ἡνίκα· οὕτω

δὲ καὶ τὸ ἦμαρ μετασχηματισθὲν ἀπὸ τοῦἡμέρα, ὡς καὶ τὸ ἦδος Αἰολικῶς ἀπὸ τῆς

ἡδονῆς· ὥσπερ καὶ ἀπὸ τοῦ μηχανήμετεσχηματίσθη τὸ μῆχος, ὅπερ καὶ μῆχαρ λέγεται,

ὡς ἦμαρ καὶ ὡς μῶμαρ, ὁμῶμος παρὰ Λυκόφρονι, [προσφυέστερον δὲ εἰπεῖν, ὡς ἀλκὴ

ἄλκαρ.] σεσημείωται ἐν τῷ ῥηθέντι κανόνι τῶν τροχαϊκῶν τὸ ἧλος δασυνθὲν καὶ τὸ ᾗχι

ἀντὶτοῦ ὅπου, ἐφ' ὧν ἐστι καὶ ἀπολογία εὔλογος τοῦ δασύνεσθαι αὐτά. [Σημείωσαιδὲ ὅτι

τὸ «ἐπεὶ τὰ χερείονα νικᾷ» παραφράσας τις ὕστερον ἐγνωμάτευσεν οὕτω·»τὸ μὲν

παράνομον ἐπὶ τὸ χεῖρον ἀνηβᾷ, τὸ δὲ καλὸν ταχέως ἀφίπταται τῆς τῶνἀνθρώπων

πολιτείας».] (ῃ. 579) Ὅτι ἐν τῷ «δαῖτα ταράξῃ» τὸ μὲν σχῆμαἔοικέ πως ῥητορικῇ

ἐπαναστροφῇ· τὸ γὰρ τέλος τῆς πρώτης λέξεως ἀρχὴ τῆςδευτέρας γίνεται, [ὡς καὶ ἐν τῷ

«ἔνθα θάασσεν», ἤγουν ἐκάθητο, καὶ ἐν τῷ «ἦλθεθέων».] Τὸ δὲ ταράξῃ

ὠνοματοπεποίηται καὶ ἔστι καιριωτάτη λέξις. διὸ καὶἀνερμήνευτος ἢ δυσερμήνευτός

ἐστιν. ἐξ αὐτῆς δὲ παρὰ τοῖς νεωτέροις ἡταραχὴ καὶ ὁ τάραχος. ἐκεῖθεν δὲ καὶ ὁ

τάρταρος καὶ τὸ ταρβεῖν, ὡς φανήσεταί 1.239 που. Ἰστέον δὲ ὅτι σκωπτικὸν εἰς

ταραχώδη γέροντα τὸ «ὄφρα μὴ αὖτενεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ». (ῃ. 580

ς.) Ὅτι καὶ ἐνταῦθασχῆμα κεῖται καινοπρεπὲς ἐλλειπτικὸν τὸ «εἴ περ γάρ κ' ἐθέλῃσιν

Ὀλύμπιοςἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστι». καὶ ἔστι τοῦτο ὅμοιον τῷ»εἰ

μὲν γὰρ δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί» καὶ ἑξῆς, ὡς ἐκεῖ γέγραπται,ἵνα λέγῃ νῦν, ὡς

εἴπερ ὁ Ζεὺς ἐθέλοι ἐκ τῶν οὐρανίων ἑδρῶν μετακινῆσαι ἡμᾶς,ἀνύσει, ὃ θέλει· δύναται

γάρ. Τὸ δὲ ἀνύσει, ὃ θέλει, λείπει ὡς φανερὸν ὂν, κἂνμὴ λέγηται· ἢ καὶ ἄλλως λείπει τὸ

στυφελίξει ὡς ἀπὸ κοινοῦ λαμβανόμενον,ἵνα ᾖ ὁ λόγος, ὅτι ἐὰν θελήσῃ στυφελίξαι,

πάντως ἂν στυφελίξῃ· δύναται γάρ.ἕτεροι δὲ θεραπεύοντες καὶ τοῦτο τὸ σχῆμα εἰς

ἀνελλιπές φασιν, ὡς εἴπερἐθελήσει Ὀλύμπιος, πάντως ἂν στυφελίξαι ἐκ τῶν ἑδέων.

γίνεται δὲ τὸ στυφελίζειν ἀπὸ τοῦ στύφειν καὶ ἑλίσσειν ἢ ἐλελίζειν καὶ δηλοῖ τὸ

στρυφνῶς καὶἐστυμμένως συστρέφειν. Τὸ δὲ ἕδος ἀπὸ τοῦ ἕζω, ἐξ οὗ καὶ ἡ ἕδρα. καὶ

ὅρακαὶ νῦν ὡς ἕδος οὐ μόνον τὸ ἔδαφος ἀλλὰ καὶ ἡ καθέδρα. (ῃ. 582) Ὅτι

τὸκαθάπτεσθαι λόγοις οὐκ ἀεὶ ἐπὶ αὐστηρότητος καὶ ὕβρεως, ἀλλὰ καὶ ἁπλῶςἐπὶ τοῦ

ὁμιλεῖν καὶ λόγου τινὰ ἀξιοῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. Ὅμηρος οὖν καὶ ἐνταῦθά

φησιν· «ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖς». καὶὅρα ὅτι τὸ καθάπτεσθαι καὶ

ἀντὶ προστακτικοῦ τοῦ καθάπτου εἶπεν, ὅπερ ἐστὶσχῆμα ἐλλειπτικὸν Ἰωνικὸν ἢ καὶ

Ἀττικόν, ὡς προγέγραπται· καὶ πτώσει αἰτιατικῇ συνέταξεν. ὅτι δὲ καὶ γενικῇ

συντάσσεται τὸ ἅπτεσθαι λεγόμενον ἐνἁπλότητι, δῆλον καὶ ἐκ τοῦ «ἥψατο γούνων».

Σημείωσαι δὲ ὅτι καινότερονεὕρηται παρ' Ἡροδότῳ τὸ καθάπτεσθαι ἐν τῷ «∆ημαράτου

καὶ τῶν ἄλλωνμαρτύρων καθαπτόμενος» ἤγουν μάρτυρας προφέρων τὸν ∆ημάρατον

καὶ τοὺςλοιπούς. [Ὅτι δὲ τὸ ἅπτεσθαι μετὰ τῆς ˉἐˉπˉι προθέσεως δοτικῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

152

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!