18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ ἰδνῶ τὸ ἐν τοῖς ἑξῆςῥηθησόμενον καὶ ἱδρύω καὶ ἀΐδιος, ὁ μὴ ἵζων ἀλλὰ βέβαιος καὶ

στάσιμος·ὄζω ὀδμή, ζήμιος δήμιος, ὁ ζημιῶν τοὺς κολαζομένους, κλύζω κλύδων,

μερίζωσμερδαλέον καὶ σμερδνόν, μήδεα μέζεα τὰ αἰδοῖα, ἀδιεχές ἔν τε

Ὀδυσσείᾳ καὶ τῷ δʹ τῆς Ἰλιάδος. οὕτω δὲ καὶ μαδὸς μαζός, ὡς ἐν τοῖς ἑξῆς φανεῖται.

1.236 (ῃ. 574) [Ἰστέον δὲ ὡς Ὁμήρου εἰπόντος ἐνταῦθα «εἰ δὴ σφώ», ἤγουν εἴπερ ὑμεῖς,

«θνητῶν ἕνεκα ἐριδαίνετον», φασὶν οἱ τεχνικοί, ὅτι τε τὸ νώ καὶ σφώ ἀπὸτοῦ νῶϊ, σφῶϊ

γεγόνασιν ἀποβολῇ τοῦ ˉι καὶ ὅτι οὐ περισπῶνται διὰ τὴνἀποκοπὴν κατὰ τὸ ἱδρῶτα

ἱδρῶ, δῶμα δῶ, ἀλλ' ὀξύνονται ἀναλόγως ὡς δυϊκά·καὶ ὅτι ἀναγκαίως ἀπεκόπη τὸ νώ

καὶ τὸ σφώ ἐκ τοῦ νῶι καὶ τοῦ σφῶι. οὐδέποτεγάρ, φασί, τὸ ˉω κείμενον πρὸ

καθαρεύοντος τοῦ ˉι περισπᾶται, ἀλλ' ἢ ὀξύνεται,ὡς ἐν τῷ Τρωΐ καὶ δμωΐ, ἢ

προπαροξύνεται, ὡς ἐν τῷ ἥρωϊ, Μίνωϊ. διὸ καὶ ἐντῷ νῶϊν καὶ σφῶϊν, ἐπειδὴ τὸ ˉω

προκείμενον τοῦ ˉι περισπᾶται, ἐπενοήθησυναίρεσις τοῦ νῷν καὶ σφῷν πρὸς ἀποφυγὴν

παραλογίας, οἷον «οὐ γὰρ σφῷνγένος ἀπόλωλε τοκήων», τὸ ἐν Ὀδυσσείᾳ κείμενον.] (ῃ.

575) Ὅτι κολῳὸς ὁ θόρυβος κατὰ μὲν Φιλόξενον ἀπὸ τοῦ κλῶ γίνεται

ὀνοματοπεποιημένου ῥήματοςκατὰ πρόσληψιν συλλαβῆς. διὸ οὐδὲ προσγέγραπται,

φησί, τὸ ˉι. ἀπὸ δὲ τοῦτοιούτου κλῶ καὶ τὸ κλάζω γέγονε κατὰ παραγωγήν. κατὰ δὲ

ἑτέρους ἀπὸ τοῦκολοιός γίνεται κατὰ ἔκτασιν τοῦ ˉο εἰς ˉω μείναντος δηλαδὴ τοῦ ˉι

προσγεγραμμένου. κολῳός τε γὰρ ὁ θόρυβος καὶ ὁ κολοιὸς δὲ θορυβητικόν. διὸ καὶ εἰς

παραβολὴν θορύβου χρησιμεύσει που τῷ ποιητῇ. [Τινὲς δὲ καὶ οὕτω φράζουσιν·

ὥσπερἐκ τοῦ κλείω κλοιὸς καὶ ἐκτάσει κλῳὸς σὺν τῷ ˉι, οὕτω καὶ κολῳὸς ὁ θόρυβοςἐκ

τοῦ κολοιός τὸ ὄρνεον. ὅθεν καὶ τὸ κολῳῶ ῥῆμα ἔχει τὸ ˉι ἐν προσγραφῇ.]Ἄλλοι δὲ ἀπὸ

τοῦ κολούω παράγουσιν αὐτὸ τραπέντος τοῦ ˉοˉυ εἰς ˉω, ὡς καὶ ἐντῷ Μοῦσα Μῶσα.

κολούει γάρ πως ὁ θόρυβος ἤγουν κολοβοῖ καὶ ἀφαιρεῖταί τιτῶν σπουδαίων ἔργων

πολὺς ἐλαυνόμενος κατὰ τὸν ποιητήν. φησὶ γάρ· «κολῳὸνἐλαύνετον». καὶ ὅρα τὸ

ἐλαύνετον ἀντὶ τοῦ ἐπιτείνετε ἀπὸ μεταφορᾶς ῥηθὲν τοῦἐλαυνομένου ἵππου ἢ σιδήρου.

πεποίηται δέ, φασί, τὸ ἐλαύνειν διαλέκτοις τρισί. Βοιωτῶν μὲν γὰρ τὸ ἐλάω διὰ τοῦ ˉα,

Αἰολέων δὲ τὸ προστιθέναι τῷ ˉα τὸ ˉυ·ἐλαύω γὰρ λέγουσιν· ἡ δὲ πρόσθεσις τοῦ ˉν

∆ώριος. τὸ γὰρ δύω δύνω φασὶ ∆ωριεῖς καὶ τὸ θύω θύνω· «θῦνε γὰρ ἀνπεδίον». [Ἔτι

ἰστέον καὶ ὅτι ἐκ τοῦ1.237 ἀνωτέρω εἰρημένου κλῶ καὶ τὸ κλάζω παρῆκται καὶ τὸ

κλώζω, καθ' ὃ κλώζεσθαιλέγονται καὶ ἀποσυρίττεσθαι οἱ ἐν θεάτροις νικώμενοι καὶ

κλωγμὸν πάσχειν.καὶ ὅτι ἐκ τοῦ κολούω καὶ κόλον κέρας καὶ κόλος βοῦς ὁ

κεκολουσμένος τὰκέρατα, ἐξ οὗ συντέθειται ὁ κολοβός, καὶ κύκλοι δὲ τροπικώτερον

μαθηματικοὶκατ' οὐρανὸν καλούμενοι κόλουροι καὶ ψωμοὶ δὲ ἄκολοι οἱ ἐν

Ὀδυσσείᾳ.](ῃ. 576) Ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ λεγόμενον κατὰ τὸ σιωπώμενον ἐντῷ

«οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος» ἤγουν ἡδονή. νοητέον γάρ, κἂνσεσιώπηται, ὅτι

δαινυμένοις ἕωθεν τοῖς περὶ τὸν ∆ία ἡ ἔρις ἐπιγέγονε. διὸπροϊὼν λέγει, ὅτι πρόπαν ἦμαρ

δαίνυντο. αἰνίττεται δὲ ὁ τῆς τοιαύτης δαιτὸςλόγος, ὡς ἑξὸν μύθῳ, τὸ ἀεὶ ἐν ῥᾳστώνῃ

ἔμφρονι τὰ θεῖα εἶναι. τοιοῦτον δὲσχῆμα ἦν καὶ ἐν τοῖς προλαβοῦσιν, ὅπου περὶ

Ἀχιλλέως ἔφη ὁ ποιητής, ὅτιοὐδέποτε εἰς ἀγορὰν πωλέσκετο, ἐπόθει δὲ ἀϋτήν τε

πόλεμόν τε. νοητέον γὰρἐκεῖ, ὅτι διὰ μέσων τῶν δώδεκα ἡμερῶν καὶ ἀγοραί, ὡς εἰκός,

ἐγίνοντο καί τινεςἐκδρομαὶ πολέμων οἷον ἐν λόχοις ἢ ἐν λείαις. Ὅμηρος μέντοι οὐ

θέλει περὶμικρά τινα τὸν λόγον ἀπασχολεῖν, ἀλλὰ ἁπλῶς οὕτω τὰ περὶ αὐτῶν

παραρριπτεῖδεικνύς, ὡς εὐπορεῖ μὲν τοῦ καὶ τοιαῦτα γράφειν, ἀπαξιοῖ δὲ αὐτά. Ἰστέον

δὲὡς τὸ «οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ», [δύναταί τιςκαὶ ἐπ'

ἀλλά τινα παρῳδήσας μεταγαγεῖν, οἷον «οὐδέ τι νίκης ἐσθλῆς ἢ φήμηςἐσθλῆς ἔσσεται

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

151

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!