18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐπίηρά φασι τὴν μετὰ ἐπι1.234 κουρίας χάριν καὶ παράγουσι τὴν λέξιν οὕτως· ὥσπερ

κόπτω κόπανον καὶ ἔχωὄχανον, τὸ τῆς ἀσπίδος κράτημα, [δρέπω δρέπανον, ἥδω καὶ ἐν

συστολῇ ἕδωἕδανον καὶ ἕδνον κατὰ συγκοπήν, φρύγω φρύγανον, πέττω ἢ πέπτω

πόπανον,ξέω ξόανον], οὕτως ἐρῶ, τὸ ἐπιθυμῶ, ἔρανον καὶ ἐκτάσει ἤρανον καὶ

ἐπιήρανον,οὗ πληθυντικὸν ἐπιήρανα καὶ ἀποκοπῇ ἐπίηρα. εὕρηται δὲ καὶ ἀσυνθέτως

παρὰτῷ ποιητῇ ἦρα, οἷον «ἦρα Πριάμῳ φέρων» τουτέστι χάριν. ὁ μέντοι

Ἡρωδιανὸςἁπλούστερον παράγων φησίν· ἢρ ἡ ἐπικουρία ὀξυτόνως· γενικὴ ἦρος,

αἰτιατικὴἦρα καὶ ἐν συνθέσει ἐπίηρα. μήποτε δὲ δυσλύτως ἀπορηθείη ἂν ἐνταῦθα ὁ

τόνος.εἰ γὰρ ὀξυτόνως ἢρ ἡ ἐπικουρία, διὰ τί μὴ ὠξύνθη ἡ γενικὴ καὶ αἱ κατ'

αὐτὴνπλάγιοι πρός τε ὁμοιότητα τοῦ κήρ κηρός καὶ ἵνα μὴ συνεμπέσῃ τῇ κλίσει

τοῦἦρος, ὃ δηλοῖ ἔαρος; χρῆσις δὲ τῆς ῥηθείσης λέξεως τὸ «μητρὶ φίλῃ ἐπίηραφέρων»·

καὶ μετ' ὀλίγα τὸ «μητρὶ δ' ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ πατρὶφίλῳ ἐπίηρα

φέρειν». ἔνθα τὸ «μητρὶ δ' ἐγὼ παράφημι» ταὐτόν ἐστι τῷσυμβουλεύω. ἐξ ὁμοίας δὲ

ἀγωγῆς καὶ τὸ πεῖσαι λόγοις παρειπεῖν ὁ ποιητὴςλέγει, ὥσπερ πρὸ ὀλίγου ἔφη·

«δέδοικα, μή σε ἡ Θέτις παρείπῃ». ταὐτὸν γὰρτὸ φάναι, ἀφ' οὗ τὸ παράφημι, καὶ τὸ

εἰπεῖν, ἐξ οὗ τὸ παρειπεῖν. οὕτω δὲ λέγειὁ ποιητὴς καὶ παραρρητοὺς τοὺς λόγοις

πειθομένους, ὃ καὶ οἷον ἐτυμολογῶνφησι· «παράρρητοί τ' ἐπέεσσιν». ὁμοίως δὲ

παρῆκται καὶ τὸ παραυδᾶν καὶ τὸπαραμυθεῖσθαι. εἰ δὲ καὶ τὸν αἶνον ἐπὶ τοῦ ἁπλῶς

λόγου θήσει τις, ὅμοια τό τεπαραινῶ καὶ τὸ παράφημι, ἐξ οὗ ἡ παραίφασις. τὸ δὲ

παρηγορεῖσθαι κοινότερονμὲν καὶ αὐτὸ ἴσον δύναται τῷ παραυδᾶν καὶ παραμυθεῖσθαι.

Εὐριπίδης δὲ τὸτὴν δημηγορίαν παραποιῆσαι παρηγορῆσαί φησιν. (ῃ. 573 ς.) Ὅτι ἐπὶ

μεγάληςἔριδος οἰκεῖον λεχθῆναι πρὸς τοὺς ἐρίζοντας τὸ «ἦ δὴ λοίγια ἔργα τάδ'

ἔσσεταιοὐδέ τ' ἀνεκτά, εἴπερ ὑμεῖς ἐριδαίνετε ὧδε». δηλοῖ δὲ ὅτι ὄντως δὴ ὀλέθρια

τὰγινόμενα καὶ οὐ φορητά, ἐὰν ὑμεῖς οὕτως ἐρίζητε. τινὲς δὲ τὸ «ἦ δή», ὡς Ἀπίωνκαὶ

Ἡρόδωρός φασιν, ἐν ἑνὶ μέρει λόγου «ἤδη» φασὶ λέγοντες ὅτι, ὡς καὶπροερρέθη, ἐπὶ

τριῶν χρόνων τὸ ἤδη λαμβάνεται, ἐπί τε παρῳχημένου καὶἐνεστῶτος, ὡς

παρεδειγματίσθη ἐκεῖ, καὶ ἐπὶ μέλλοντος δέ, ὡς τὸ «ἤδη λοίγιαἔργα ἔσσεται». καὶ εἰ

τοῦτο ὀρθόν, ποῦ λοιπὸν θήσομεν τὸν Λουκιάνειον σολοι1.235 κισμὸν τὸν λέγοντα

«ἤδη σολοικιῶ»; [Οἱ δὲ τοιοῦτοι ὁμοίαν ἐπικρίνουσι γραφὴνκαὶ ἐν οἷς φθάσας ὁ Ζεὺς

ἔφη «ἦ δὴ λοίγια ἔργα ὅτε» καὶ ἑξῆς· οὐκ ἀπεικὸςγὰρ ἐκεῖ οὕτω νοῆσαι αὐτούς.] (ῃ. 574)

Τὸ δὲ ἐριδαίνω ἀπὸ τοῦ ἐρίζω παράγεταιτραπέντος καὶ ἐνταῦθα τοῦ ˉζ εἰς ˉδ κατὰ

συγγένειαν, καθὰ καὶ ἐν τῷ ἕζω ἕδος,ῥέζω ἔρδω, σκύζω σκυδμαίνω, ὥσπερ καὶ

ἐριδμαίνω· εὕρηται γὰρ ἐν χρήσεικαὶ τοῦτο. ἰστέον δὲ ὅτι οὐ μόνον τὸ ˉζ εἰς ˉδ

μεταποιεῖται, ὡς ἐν τοῖς ῥηθεῖσικαὶ ἐν τῷ ἐρίζω ἐρίσδω καὶ τοῖς ὁμοίοις ∆ωρικοῖς, ἀλλὰ

καὶ ἔμπαλιν τὸ ˉδ εἰς ˉζ,ὡς ἐν τῷ ἀρίδηλος ἀρίζηλος ἀστήρ καὶ ἐν τοῖς εἰς ˉζˉε

λήγουσιν ἐπιρρήμασιν. ὡςγάρ ἐστι τὸ οἴκαδε, οὕτω καὶ Ἀθήναδε, Θήβαδε, ἔραδε τὸ εἰς

ἔραν ἤτοιγῆν· τροπῇ δὲ τοῦ ˉδ γέγονεν Ἀθήναˉζε, ἔραζε. τὸ δ' αὐτὸ καὶ ἐν τοῖς

ὁμοίοις.Ἰστέον δὲ ὅτι κοινῶς παραδείγματα τῆς εἰς ἄλληλα μεταχωρήσεως τοῦ ˉδ

καὶτοῦ ˉζ καὶ τὸ κνίζα κνίδη, ἁρμόζω ἁρμόδιον, φράζω ἀριφραδές καὶ φράδμων,ˉζˉα

ἐπιτατικὸν ˉδˉα, ἴζμεν κατὰ τοὺς παλαιοὺς ἴδμεν, εἰ καὶ οἱ ὕστερον ἐπέκρινανμὴ

εὑρίσκεσθαι ἐν συλλήψει πρὸ ἀμεταβόλου διπλοῦν σύμφωνον, πέδον πεζός,ὄζω, οὗ

μέσος παρακείμενος ὄζωζα καὶ ὄδωδα, ὥσπερ καὶ χάζω κέχαδα, φράζωπέφραδα, ῥάζω

τὸ ῥαίνω ἔρραδα, ὅθεν καὶ τὸ «τοῖχοι ἐρράδαται», ἕζεσθαι καθεδεῖσθαι, χλάζω κέχλαδα

παρὰ Πινδάρῳ, πεδοῖ παρ' Αἰσχύλῳ, τὸ δ' αὐτὸ καὶπεζῇ, δεύω τὸ βρέχω ∆εύς καὶ Ζεύς ὁ

ἀήρ, ὀκλάζω ὀκλαδίας δίφρος, ἕζω ἑδώλιον ἡ τῆς νηὸς κληΐς· ἐκ δὲ τοῦ αὐτοῦ καὶ ἕδρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

150

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!