Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

μὴ συγκοπὴν 1.22 παθόντα ἢ συναίρεσιν διά τε τὸ Ἀνθεμίωνος Ἀνθεμίδης, ∆ευκαλίωνος ∆ευκαλίδης. ταῦτα γὰρ ἐπειδὴ συνεκόπη ἐκ τοῦ Ἀνθεμιωνίδης, ∆ευκαλιωνίδης, οὐπλεονάζει, ἀλλὰ ἐλλείπει μιᾷ συλλαβῇ τῆς τοῦ πρωτοτύπου γενικῆς. καὶ διὰτὸ Ἀτρείδης, Πηλείδης καὶ τὰ τοιαῦτα. ταῦτα γὰρ στενοχωρηθέντα τῇ συναιρέσει Ἀτρείδης, Πηλείδης, ἰσοσυλλαβεῖ τῇ πρωτοτύπῳ τρισυλλάβῳ γενικῇ.εἴπομεν μήτε παθόντα πλεονασμὸν διὰ τὸ Τελαμωνιάδης [καὶ τὰ κατ' αὐτό, ἐνοἷς καὶ ὁ Χαλκωδοντιάδης καὶ ὁ Λαομεδοντιάδης καὶ ὁ Φηρητιάδης.] ταῦτα γὰρἐξ ἐμπτώσεως πλεονάσαντος τοῦ ˉα δυσὶ συλλαβαῖς ὑπερέχει τῆς τοῦ Τελαμῶνοςγενικῆς. οὐκοῦν οὕτω καὶ τὸ Πηληϊάδης καὶ Μηκιστηϊάδης οὐκ ἀναγκαίωςἔχει τὸ ˉα, ἀλλ' ἐκ πλεονασμοῦ αὐτὸ προσεφύη εἰς δακτύλου ἀναπλήρωσιν. εἰσὶδέ τινα εἰς ˉδˉηˉς πατρωνυμικὰ φύσει τὸ ˉα ἔχοντα ἐν τῇ παραληγούσῃ, οἷον τὰ ἐκτῶν διὰ τοῦ ˉιˉοˉς κυρίων ὀνομάτων· [Ταλθύβιος Ταλθυβιάδης· οὗ παρώνυμοι οἱπαρ' Ἡροδότῳ Ταλθυβιάδαι· Ἀτύμνιος Ἀτυμνιάδης ὁ ἐν τῇ εʹ ῥαψῳδίᾳ·Ἥλιος Ἡλιάδης, Κλύτιος Κλυτιάδης, Μενοίτιος Μενοιτιάδης], ΛαέρτιοςΛαερτίου Λαερτιάδης· διφορεῖται γὰρ τοῦτο, καὶ οὐ μόνον Λαέρτης λέγεται,ἀλλὰ καὶ Λαέρτιος, ὡς δηλοῖ καὶ Σοφοκλῆς· Θέστιος Θεστίου Θεστιάδης,Ἀλέξιος Ἀλεξίου Ἀλεξιάδης, ∆έξιος ∆εξίου ∆εξιάδης, Φήμιος Φημιάδης, Ὀίλιος κατὰ τὸν τεχνικὸν Γεώργιον Ὀϊλιάδης· [οὐ γάρ ἐστι, φησίν, ἀπὸ τοῦὈϊλεύς· ἦν γὰρ ἂν Ὀϊλείδης διὰ διφθόγγου·] Ἀσκληπιὸς Ἀσκληπίου Ἀσκπιάδης καὶ τὰ ὅμοια. ἐν τούτοις γὰρ ἡ καθαρὰ λήγουσα τῆς γενικῆς οὐ τρέπεταιεἰς ˉι ὡς ἐν τῷ Ὁμήρου Ὁμηρίδης, Πριάμου Πριαμίδης, ἀλλὰ εἰς ˉα καθαρόν. ὁμοίως διὰ τοῦ ˉαˉδˉηˉς πατρωνυμοῦνται καὶ τὰ εἰς ˉηˉς κύρια, εἰς ˉοˉυ ἔχοντα τὴν γενικήν· οἷον, Ἱππότης Ἱππότου Ἱπποτάδης, [Βούτης Βούτου Βουτάδης, ἐξ οὗγένος οὐκ ἀνώνυμον οἱ Ἐτεοβουτάδαι, ὧν ἡ σύνθεσις κατὰ τοὺς Ἐτεόκρητας· ἦν δέ, φασί, Βούτης υἱὸς Ποσειδῶνος, ὡς Ἡσίοδος ἐν Καταλόγῳ.] ὡσαύτωςκαὶ τὰ εἰς ˉαˉς ἰσοσυλλάβως κλινόμενα, οἷον, ὜ρρας κύριον Αἰολικόν· διὸ καὶψιλοῦται· ἀφ' οὗ πατρωνυμικὸν ὘ρράδης, ὅπερ οἱ Αἰολεῖς ὘ρράδιος λέγουσι.Πελίας Πελιάδης, [Ἀλεύας Ἀλευάδης, ἀφ' οὗ εὐγενὲς φῦλον οἱ Ἀλευάδαι Κέας Κεάδης, ὁ ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ· Αἰνείας Αἰνειάδης, ὁ καὶ Αἰνέας1.23 Αἰνεάδης· Βορέας Βορεάδης, Γρᾶς Γρᾶ Γράδης,] Χαιρέας Χαιρεάδης, ∆ημέας ∆ημεάδης καὶ ἐν συναιρέσει ∆ημάδης· θετέον γὰρ ἐν τοιούτοις καὶ τοῦτο, εἰ καὶμὴ πατρωνυμικόν ἐστιν, ἀλλὰ ὡς πατρωνυμικόν, καθάπερ καὶ τὸ Καρνεάδης, Σωτάδης καὶ ἕτερα. [Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον πλεονάζει τὸ ˉα ἐν τοῖς εἰς ˉδˉηˉς, ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἀποβάλλεται. ὁ γοῦν Ἐριχθονιάδης, ὡςἀπὸ τοῦ Ἐριχθόνιος, εὕρηται καὶ δίχα τοῦ ˉα Ἐριχθονίδης, ὥς φασιν οἱ τεχνικοί. ὅτι δὲ καὶ ἄλλως τὸ Πηληϊάδης ἔστι παράγειν, ἐν τῇ δέλτα φανεῖται.] Ὅτιὥσπερ Ὀδυσσεύς ποτὲ μὲν διὰ δύο ˉςˉσ παρὰ τῷ ποιητῇ, ποτὲ δὲ δι' ἑνός, ὡςμετὰ ταῦτα φανήσεται, οὕτω καὶ Ἀχιλλεύς ἐνταῦθα μὲν ἐν τῷ «ΠηληϊάδεωἈχιλῆος» καὶ ἀλλαχοῦ δὲ δι' ἑνὸς ἐκφωνεῖται ˉλ, ἐν πλείοσι δὲ τόποις τὰ δύο ˉλἔχει. ἐπαγωνίζονται δὲ ἄλλοι μὲν τῇ τοῦ ἑνός, ἕτεροι δὲ τῇ τῶν δύο ˉλ γραφῇ,τὰ μὲν δύο τιθέντες ἢ ἀπὸ τοῦ ἄχος ἰάλλειν ἤγουν λύπην ἐμβάλλειν, λυπεῖν γὰρφερωνύμως ἔμελλε τοὺς καταπολεμουμένους, ὡς καὶ ὁ Ἀπόλλων δοκεῖ τισινἐκ τοῦ ἀπόλλειν διὰ τὸ φοβερώτερον ὀνομάζεσθαι, ἢ κατὰ πλεονασμὸν τοῦἑτέρου ˉλ διὰ τὸ εὐφωνότερον, ὡς καὶ ἐπὶ τοῦ ˉἀˉλˉλˉα συνδέσμου γίνεται καὶ ἐπὶἑτέρων πολλῶν, τῷ δὲ ἑνὶ ˉλ συνηγοροῦντες πρῶτον μὲν ἐκ τῆς ἀναλογίας, ἵνα ᾖὅμοιον τῷ Ὀϊλεύς, βασιλεύς· εἶτα ἐξ ἐτυμολογίας, ὡς ἀπὸ τοῦ ἄχος τοῖςἸλιεῦσιν, ἤγουν λύπην τοῖς Τρωσίν, αὐτὸν κατὰ φερωνυμίας καὶ τοῦτο λόγον[καὶ θείᾳ προνοίᾳ, καθά τις ἔφη,] γενέσθαι· ἢ ἀπὸ τοῦ ˉα στερητικοῦ καὶ τοῦχιλός, ὅ ἐστιν ἡ ἐκ τῶν σπορίμων τροφή. οὐ γὰρ χιλῷ, φασίν, ἤτοι Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 14

∆ημητρειακῷκαρπῷ ἐτράφη ὁ ἥρως, ἀλλὰ ζῴων μυελοῖς βρεφόθεν· ἴσως δὲ καὶ δημῷ προβάτων, κατὰ τὸν Ὁμηρικὸν Ἑκτορίδην Ἀστυάνακτα· εἶτα κρέασι, τοῖς ἐκ τοῦκυνηγετεῖν, ὅτε ὁ Χείρων ἐπαιδαγώγει αὐτόν. ὃς καὶ ἐξεθρέψατο καὶ εἰςἐπιστήμην τῶν τακτικῶν ἀγαγὼν ἄριστον πολεμιστὴν εἰς Τροίαν ἔστειλε «πρώτως ὑπηνήτην ὄντα» κατὰ τὴν ἱστορίαν. οὐ γὰρ πειστέον τοῖς μύθοις, καθά πουκαὶ Ἱμέριος γράφει, οἳ τῆς γυναικωνίτιδος αὐτὸν ἐξαγαγόντες εἰς τὴν Τροίανστέλλουσιν. Ὅτι δὲ φιλοαχιλλεὺς ὁ ποιητής, μυριαχοῦ φανήσεται, ὃς τάχα,ὥσπερ ἐξ Ὀδυσσέως τὴν Ὀδύσσειαν, οὕτω καὶ τὴν Ἰλιάδα ἐξ Ἀχιλλέως Ἀχιλειαν ἐπέγραψεν ἄν, εἰ μὴ τὸ πρεσβεῖον τῆς Ἑλλάδος οὕτως ἤμελλε καταβαλεῖν 1.24 καὶ ταπεινῶσαι τῇ ἐξ ἑνός τινος ἐπιγραφῇ. διὸ οὔτε ἀπό τινος ἑτέρου προσώπουὅλως αὐτὴν παρονομάζει, ἐπεὶ μὴ ἐκ τοῦ Ἀχιλλέως δύναται, ἀλλὰ ἐκ τῆς Ἰλίου, ὡς προελέχθη. καὶ τὸν Ἀχιλλέα δὲ ἐξαίρει καὶ σεμνύνει ἄλλως τε πολυειδῶςκαὶ οἷς δὲ ἀπὸ τῆς αὐτοῦ μήνιδος ἀρξάμενος, πρὶν ἢ μὲν παύσασθαι τοῦ μηνίειν,κατασπείρει πολλαχοῦ τῆς ποιήσεως τὴν αὐτοῦ μνήμην, ἵνα μηδεὶς αὐτοῦ λανθάνηται· ἐπὰν δὲ ἀποθέμενον τὴν μῆνιν ἐκφήνῃ αὐτὸν εἰς τὴν μάχην, τὸ ὅλον τῆςποιήσεως εἰς αὐτὸν δαπανᾷ, καὶ ἀντεπεξαγαγὼν αὐτῷ ἀξιόλογον ἀντίμαχον, τὸν Τρωϊκὸν Ἕκτορα, ὃς τὸν μὲν ἄλλον χρόνον οὐδὲ προκύπτειν τοῦ τείχους ἤθελεν, Ἀχιλλέως δὲ μηνίσαντος μεγάλα κατὰ Ἑλλήνων κατώρθωσε. καὶ ῥίψας αὐτὸν ὑπὸ τῷ Ἀχιλλεῖ συγκατέλυσεν ἐκείνῳ τὴν ποίησιν, οὐ μόνον ὅτι συναπέσβη τῷἝκτορι καὶ ἡ τῶν πολεμικῶν ἔργων θερμότης καὶ οὐκ εἶχεν ὁ ποιητὴς τοῦλοιποῦ ἐπεξαγαγεῖν ἀντίπαλον τοιοῦτον ἕτερον τῷ Ἀχιλλεῖ, ἀλλὰ καὶ ὅτιὤκνησεν ἐπὶ πλέον μηκῦναι τὸν λόγον, ἵνα μὴ ἀναγκαίως καὶ εἰς τὸν τοῦ φιλουμένου Ἀχιλλέως θάνατον ἀπενεχθεὶς ἀφηγήσηται, ὅπως ἀγεννῶς οὕτω καὶἀναξίως ὁ τηλικοῦτος ἥρως ἔπεσεν. εἰ δέ που παρελάλησέ τι περὶ θανάτου τοῦἈχιλλέως, ἀλλ' οὐ κατὰ ἀφήγησιν καὶ εἰς πλάτος κατὰ σκοπὸν καὶ εἱρμόν,ἀλλ' ὡς ἐκ παρόδου καὶ πεφεισμένως καὶ οἷον εἰπεῖν ἄκροις χείλεσι, καθάπερκαὶ ἄλλα τῶν ὕστερον ἐπισυμβάντων, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη. ἔφθημεν γὰρεἰπόντες, ὅτι ἀπὸ τῶν τελευταίων μὲν ὁ ποιητὴς ἤρξατο, οὐ κατὰ φύσιν οὐδὲσαφές τι ποιῶν οὐδὲ καθ' εἱρμὸν προβαίνων καὶ συνείρων τοῖς πρώτοις τὰ ἐφεξῆς,ἀλλὰ μετατιθεὶς τὰ πράγματα καὶ ἐκ τῶν μετὰ τὰ πρῶτα ποιούμενος τὴν ἀρχήν·εὐμεθόδως δὲ ὅμως καὶ τὰ παλαιά, ναὶ μὴν καὶ τὰ μετὰ τὴν Ἰλιάδα συστρέφωνκαὶ στρεβλῶν καὶ περιάγων καὶ παρενείρων τῷ λόγῳ καὶ οὕτω πάντων δραττόμενος καὶ ἀντὶ σαφοῦς μεθόδου εἰς τὴν ἐμπερίβολον μεταχωρῶν καὶ δι' ἧςλόγος ὑψηλὸς γίνεται. ὡς μὴ ἔξω χάριτος εἶναι, εἴ τις τὴν Ὁμηρικὴν ταύτηνμεταχείρισιν παρεικάσει τῇ τοῦ γυμνοσοφιστοῦ ἐκείνου, ὃς αἰνιττόμενός τιπρὸς βασιλικὴν ἐρώτησιν βύρσαν νεόδαρτον ἐπιζητήσας καὶ λαβὼν μέσῃ ταύτῃτὴν χεῖρα ἐπέβαλεν, εἶτα τῇ δρακὶ σφίγγων καὶ πιέζων καὶ περιάγων τὰ κύκλῳσυνήγαγεν εἰς ἓν τὴν ἅπασαν βύρσαν καὶ συνέκλεισεν ἐν βραχεῖ καὶ οὐδὲν αὐτῆςἔξω ἀφῆκε τῆς ἁφῆς, ἀλλὰ εὐφυῶς τὸ διαπεπταμένον ἐστενοχώρησε. Ὅτι δὲ ἐκτοῦ χιλός παρονομάζεται ὁ Ἀχιλλεύς, προφέρεται εἰς μαρτυρίαν καὶ ὁ Εὐφορίων,λέγων «ἐς Φθίην χιλοῦ κατήϊε πάμπαν ἄγευστος. τοὔνεκα Μυρμιδόνες μινἈχιλλέα φημίξαντο». τοῦ δὲ χιλός ἡ χρῆσις καὶ παρὰ Ξενοφῶντι, ὡς ἔνθαφησί «στρατιώτας ἀπελθεῖν που ἐκ τοῦ στρατοπέδου διὰ χιλόν». δῆλον δὲ ὅτισεμνότερον καὶ μετ' εὐφωνίας εὐγενέστερον τὸ Ἀχιλλεύς διὰ δύο ˉλ· διαρκέστερον γὰρ οὕτως ἐνδιατρίβομεν τῷ τοῦ ἥρωος ὀνόματι καὶ γλυκύτερον καὶὀγκηρότερον μετὰ καὶ ἀναλόγου λειότητος. (ῃ. 2) Ὅτι τὸ «οὐλομένην» 1.25 Πορφύριος μὲν ὄνομα λέγει σύνθετον ἐκ τοῦ ὀλοόν καὶ τοῦ μένος, οἱονεὶ τὴνἔχουσαν οὖλον ἤτοι ὀλέθριον μένος. ἕτεροι δὲ μετοχὴν μέσου ἀορίστου δευτέρου,ἵνα λέγῃ παθητικῶς οὐλομένην Ἰωνικῇ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 15

∆ημητρειακῷκαρπῷ ἐτράφη ὁ ἥρως, ἀλλὰ ζῴων μυελοῖς βρεφόθεν· ἴσως δὲ καὶ δημῷ

προβάτων, κατὰ τὸν Ὁμηρικὸν Ἑκτορίδην Ἀστυάνακτα· εἶτα κρέασι, τοῖς ἐκ

τοῦκυνηγετεῖν, ὅτε ὁ Χείρων ἐπαιδαγώγει αὐτόν. ὃς καὶ ἐξεθρέψατο καὶ εἰςἐπιστήμην

τῶν τακτικῶν ἀγαγὼν ἄριστον πολεμιστὴν εἰς Τροίαν ἔστειλε «πρώτως ὑπηνήτην

ὄντα» κατὰ τὴν ἱστορίαν. οὐ γὰρ πειστέον τοῖς μύθοις, καθά πουκαὶ Ἱμέριος γράφει, οἳ

τῆς γυναικωνίτιδος αὐτὸν ἐξαγαγόντες εἰς τὴν Τροίανστέλλουσιν. Ὅτι δὲ φιλοαχιλλεὺς

ὁ ποιητής, μυριαχοῦ φανήσεται, ὃς τάχα,ὥσπερ ἐξ Ὀδυσσέως τὴν Ὀδύσσειαν, οὕτω καὶ

τὴν Ἰλιάδα ἐξ Ἀχιλλέως Ἀχιλειαν ἐπέγραψεν ἄν, εἰ μὴ τὸ πρεσβεῖον τῆς Ἑλλάδος οὕτως

ἤμελλε καταβαλεῖν 1.24 καὶ ταπεινῶσαι τῇ ἐξ ἑνός τινος ἐπιγραφῇ. διὸ οὔτε ἀπό τινος

ἑτέρου προσώπουὅλως αὐτὴν παρονομάζει, ἐπεὶ μὴ ἐκ τοῦ Ἀχιλλέως δύναται, ἀλλὰ ἐκ

τῆς Ἰλίου, ὡς προελέχθη. καὶ τὸν Ἀχιλλέα δὲ ἐξαίρει καὶ σεμνύνει ἄλλως τε

πολυειδῶςκαὶ οἷς δὲ ἀπὸ τῆς αὐτοῦ μήνιδος ἀρξάμενος, πρὶν ἢ μὲν παύσασθαι τοῦ

μηνίειν,κατασπείρει πολλαχοῦ τῆς ποιήσεως τὴν αὐτοῦ μνήμην, ἵνα μηδεὶς αὐτοῦ

λανθάνηται· ἐπὰν δὲ ἀποθέμενον τὴν μῆνιν ἐκφήνῃ αὐτὸν εἰς τὴν μάχην, τὸ ὅλον

τῆςποιήσεως εἰς αὐτὸν δαπανᾷ, καὶ ἀντεπεξαγαγὼν αὐτῷ ἀξιόλογον ἀντίμαχον, τὸν

Τρωϊκὸν Ἕκτορα, ὃς τὸν μὲν ἄλλον χρόνον οὐδὲ προκύπτειν τοῦ τείχους ἤθελεν,

Ἀχιλλέως δὲ μηνίσαντος μεγάλα κατὰ Ἑλλήνων κατώρθωσε. καὶ ῥίψας αὐτὸν ὑπὸ τῷ

Ἀχιλλεῖ συγκατέλυσεν ἐκείνῳ τὴν ποίησιν, οὐ μόνον ὅτι συναπέσβη τῷἝκτορι καὶ ἡ

τῶν πολεμικῶν ἔργων θερμότης καὶ οὐκ εἶχεν ὁ ποιητὴς τοῦλοιποῦ ἐπεξαγαγεῖν

ἀντίπαλον τοιοῦτον ἕτερον τῷ Ἀχιλλεῖ, ἀλλὰ καὶ ὅτιὤκνησεν ἐπὶ πλέον μηκῦναι τὸν

λόγον, ἵνα μὴ ἀναγκαίως καὶ εἰς τὸν τοῦ φιλουμένου Ἀχιλλέως θάνατον ἀπενεχθεὶς

ἀφηγήσηται, ὅπως ἀγεννῶς οὕτω καὶἀναξίως ὁ τηλικοῦτος ἥρως ἔπεσεν. εἰ δέ που

παρελάλησέ τι περὶ θανάτου τοῦἈχιλλέως, ἀλλ' οὐ κατὰ ἀφήγησιν καὶ εἰς πλάτος κατὰ

σκοπὸν καὶ εἱρμόν,ἀλλ' ὡς ἐκ παρόδου καὶ πεφεισμένως καὶ οἷον εἰπεῖν ἄκροις χείλεσι,

καθάπερκαὶ ἄλλα τῶν ὕστερον ἐπισυμβάντων, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη. ἔφθημεν

γὰρεἰπόντες, ὅτι ἀπὸ τῶν τελευταίων μὲν ὁ ποιητὴς ἤρξατο, οὐ κατὰ φύσιν οὐδὲσαφές

τι ποιῶν οὐδὲ καθ' εἱρμὸν προβαίνων καὶ συνείρων τοῖς πρώτοις τὰ ἐφεξῆς,ἀλλὰ

μετατιθεὶς τὰ πράγματα καὶ ἐκ τῶν μετὰ τὰ πρῶτα ποιούμενος τὴν ἀρχήν·εὐμεθόδως δὲ

ὅμως καὶ τὰ παλαιά, ναὶ μὴν καὶ τὰ μετὰ τὴν Ἰλιάδα συστρέφωνκαὶ στρεβλῶν καὶ

περιάγων καὶ παρενείρων τῷ λόγῳ καὶ οὕτω πάντων δραττόμενος καὶ ἀντὶ σαφοῦς

μεθόδου εἰς τὴν ἐμπερίβολον μεταχωρῶν καὶ δι' ἧςλόγος ὑψηλὸς γίνεται. ὡς μὴ ἔξω

χάριτος εἶναι, εἴ τις τὴν Ὁμηρικὴν ταύτηνμεταχείρισιν παρεικάσει τῇ τοῦ

γυμνοσοφιστοῦ ἐκείνου, ὃς αἰνιττόμενός τιπρὸς βασιλικὴν ἐρώτησιν βύρσαν νεόδαρτον

ἐπιζητήσας καὶ λαβὼν μέσῃ ταύτῃτὴν χεῖρα ἐπέβαλεν, εἶτα τῇ δρακὶ σφίγγων καὶ

πιέζων καὶ περιάγων τὰ κύκλῳσυνήγαγεν εἰς ἓν τὴν ἅπασαν βύρσαν καὶ συνέκλεισεν ἐν

βραχεῖ καὶ οὐδὲν αὐτῆςἔξω ἀφῆκε τῆς ἁφῆς, ἀλλὰ εὐφυῶς τὸ διαπεπταμένον

ἐστενοχώρησε. Ὅτι δὲ ἐκτοῦ χιλός παρονομάζεται ὁ Ἀχιλλεύς, προφέρεται εἰς

μαρτυρίαν καὶ ὁ Εὐφορίων,λέγων «ἐς Φθίην χιλοῦ κατήϊε πάμπαν ἄγευστος. τοὔνεκα

Μυρμιδόνες μινἈχιλλέα φημίξαντο». τοῦ δὲ χιλός ἡ χρῆσις καὶ παρὰ Ξενοφῶντι, ὡς

ἔνθαφησί «στρατιώτας ἀπελθεῖν που ἐκ τοῦ στρατοπέδου διὰ χιλόν». δῆλον δὲ

ὅτισεμνότερον καὶ μετ' εὐφωνίας εὐγενέστερον τὸ Ἀχιλλεύς διὰ δύο ˉλ· διαρκέστερον

γὰρ οὕτως ἐνδιατρίβομεν τῷ τοῦ ἥρωος ὀνόματι καὶ γλυκύτερον καὶὀγκηρότερον μετὰ

καὶ ἀναλόγου λειότητος. (ῃ. 2) Ὅτι τὸ «οὐλομένην» 1.25 Πορφύριος μὲν ὄνομα λέγει

σύνθετον ἐκ τοῦ ὀλοόν καὶ τοῦ μένος, οἱονεὶ τὴνἔχουσαν οὖλον ἤτοι ὀλέθριον μένος.

ἕτεροι δὲ μετοχὴν μέσου ἀορίστου δευτέρου,ἵνα λέγῃ παθητικῶς οὐλομένην Ἰωνικῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

15

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!