18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

θερμότητα, καὶ τοῦτο ἢ τὸ διακονικὸν καὶ περὶ γῆν ἢ τὸἐκ πάθους ἐν τοῖς μετεώροις

γινόμενον, οἷον τὸ ἐν κεραυνοῖς καὶ ἀστραπαῖς καὶτοῖς τοιούτοις, ἅπερ οὐχ' ἁπλῶς

θερμότης ἐστίν, ἀλλὰ καυστικὴ καὶ οἵα αἴθειντὴν ἁφήν, ὡς ἡ ἐτυμότης τοῦ Ἡφαίστου

δηλοῖ. ὃς Ἥφαιστος καὶ χωλὸς λέγεται οἷα σκάζων, ἐὰν μή τινα ὕλην τὴν ὑπανέχουσαν

ἔχῃ καὶ ἀμφοτέρουςτοὺς πόδας γυιὸς ἤγουν χωλός· τοῦτο γὰρ ὁ ἀμφιγυήεις δηλοῖ.

ἀμφοτέρωθενγὰρ σκάζει μὴ ἔχων ὕλην τὴν ὑπερείδουσαν, οἷον κάτω μὲν ξύλα καὶ εἴ τι

ἄλλοἐξάπτεται γήϊνον, ἄνω δὲ τὴν ξηρὰν καὶ καπνώδη ἐκ γῆς ἀναθυμίασιν. οὐτοίνυν ὁ

τοιοῦτος Ἥφαιστος, ἡ ὑπερβολὴ τῆς θερμότητος, ὁ καυστικός, ὁ φθαρτικὸς τοῦ

παραπίπτοντος, μεσολαβεῖ τὰ εἰς φιλίαν τῇ Ἥρᾳ καὶ τῷ ∆ιΐ, ἀλλ'ἐκεῖνος ὁ εὔκρατος, ἡ

ζωογόνος δηλαδὴ στοιχειακὴ θερμότης, ὁ τῷ ∆ιῒ σύστοιχόςτε καὶ φίλιος. ὁ γὰρ λοιπὸς

οὐράνιος Ἥφαιστος, ὁ χωλός, ὁ φλογώδης, οὐ πάνυ 1.233 φιλητὸς τῷ ∆ιΐ. διὸ οὐδὲ

πολυωρεῖ ἐν τοῖς ἄνω, ἀλλὰ κάτω ῥίπτεται ἀπὸ βηλοῦθεσπεσίοιο, ὥς φησι μετ' ὀλίγα ὁ

ποιητής. οὐ γὰρ φίλος ἐκεῖνος τῷ ∆ιΐ, ἀλλὰμᾶλλον τῇ μητρὶ Ἥρᾳ. πάθος γὰρ Ἥρας ὁ

τοιοῦτος Ἥφαιστος ἤτοι ἀέροςσύμπτωμα, ὅτε μὴ φιλίως ἔχει πρὸς τὸν αἰθέρα μηδὲ κατὰ

φύσιν, ἀλλὰ ταῖςγῆθεν ἀναθυμιάσεσιν ὥσπερ φραγνυμένη πρὸς τὸν ∆ία

ἐκπεπολέμωται. τότεγὰρ οἱ κεραυνοὶ καὶ οἱ σκηπτοὶ γίνονται καὶ εἴ τι ἄλλο τοιοῦτον τῷ

αἰθέριἐπιπροσθοῦν. διὸ καλῶς ἂν μήτηρ τοῦ τοιούτου οὐρανίου Ἡφαίστου τοῦ,

ὡςἐρρέθη, χωλοῦ ἡ Ἥρα κατὰ μόνας λέγοιτο καὶ μόνη τεκεῖν αὐτόν, καθά τινεςτῶν

μυθογράφων φασίν, ὡς αὐτὴ αἰτία οὖσα τῆς τῶν τοιούτων ἐν μετεώρῳπαθῶν γενέσεως.

ἀστεῖοι δὲ ὁμοίως καὶ οἱ μὴ τῆς Ἥρας μόνης υἱὸν αὐτὸνποιοῦντες, ἀλλὰ ὁμοῦ μὲν Ἥρας

καὶ ∆ιός, πλὴν ἀπὸ κλεψιγαμίας, ὅτε «φίλουςλήθοντε τοκῆας» εἰς εὐνὴν ἐφοίτων.

κλέπτουσι γάρ πως τὰ τοιαῦτα πάθη τὸγίνεσθαι καὶ οὐ παρρησιάζονται τὴν φυσικὴν ἀεὶ

γένεσιν. Ἐπεὶ δὲ χωλὸς καὶ ὁλοιπὸς τῆς ἀλληγορίας Ἥφαιστος, τὸ περὶ γῆν δηλονότι,

ὡς ἐρρέθη, πῦρ,ἀστείως ἂν καὶ τούτου μήτηρ ἡ αὐτὴ ὁμοίως Ἥρα λέγοιτο. ἐξ ἀέρος

γὰρἀληθῶς καὶ ὁ τοιοῦτος Ἥφαιστος, οὐ μόνον διότι ἡ φλὸξ ἀήρ ἐστιν ἐξαφθείς,ἀλλὰ

καὶ ὅτι τὴν ἀρχὴν ἔοικεν εἰς γῆν ἄνωθέν ποθεν ἐλθεῖν ἢ κεραυνοῦ ὡς

εἰκὸςκατενεχθέντος καὶ ξύλῳ ἐνσκήψαντος καὶ οὕτως ἀρχήν τινα καὶ σπέρμα

πυρὸςἐνδόντος ἀνθρώποις ἢ καὶ διά τινος μηχανῆς πυρὸς ἐξ ἀέρος κατενεχθέντος,ὁποῖα

καὶ τὰ διὰ λίθων, κρυστάλλων καὶ ὑέλων ἐξαπτόμενα. καὶ τὰ πυρεῖα δὲτῇ τοῦ μεταξὺ

ἀέρος ἐκπυρώσει ἐκφαίνουσι πῦρ· καὶ ξύλον δὲ σιδήρῳ συχνὰπροστριβόμενον ἢ καὶ

ξύλον ξύλῳ ἐξεπύρωσε τὸ μεσολαβοῦν τοῦ ἀέρος καὶ πῦρἄφαντον ἔφηνε. καὶ οὕτως

Ἥρας υἱὸς ὁ χωλὸς Ἥφαιστος ὅ τε οὐράνιος ἄνω καὶ κάτω ὁ περὶ γῆν· εἰ δὲ βούλει σὺν

τῇ Ἥρᾳ καὶ ∆ιὸς διὰ τὴν ἄνωθεν ἐκμετεώρου κατένεξιν, ὡς εἶναι διὰ ταῦτα τὸν μὲν

ὑπερβολικὸν Ἥφαιστον φίλονἭρᾳ μᾶλλον ἤπερ ∆ιΐ, τὸν δὲ εὔκρατον τὸν στοιχειακὸν

∆ιῒ μᾶλλον ἤπερ τῇἭρᾳ πεφιλιῶσθαι. Ὅλως δέ, ἵνα τὰ μακρὰ τῆς ἀλληγορίας ἐπιτμηθῇ

τῆς ἤδη διὰ πλειόνων ἐκτεθείσης, Ἥφαιστός ἐστιν ἢ ἡ ἁπλῶς θερμότης ἢ ἡ καθ'

ὑπερβολὴνκαὶ καυστική. τούτων δὲ ἡ μὲν ἁπλῶς θερμότης φιλίαν τε μεσιτεύει τῷ ∆ιῒ

καὶτῇ Ἥρᾳ καὶ θεοῖς οἰνοχοεῖ καὶ τῶν ἄνω οὐκ ἀπολείπεται. ἡ δὲ καθ' ὑπερβολὴνκαὶ

καυστική, ἀλλ' αὕτη χωλή τέ ἐστιν ἀεί, ὡς προείρηται, καὶ ἄνωθεν κάτωῥίπτεται. διὸ

οὔτε μόνον οὐρανία ἐστὶν οὔτε μόνον χθονία, ἀλλὰ καὶ περὶ γῆν διὰτὴν ἐξ ἀνθρώπων

χρῆσιν αὐτοῦ καὶ διὰ τὰς πολλαχοῦ ἀναδόσεις τῶν αὐτομάτωνθερμοτήτων, καὶ οὐρανία

δὲ διὰ τὰς τῶν ἀστραπῶν γενέσεις καὶ τῶν κεραυνῶνκαὶ τῶν τοιούτων μετεώρων

παθῶν. ἔστι δ' ὅτε ἡ αὐτὴ καὶ ἄμφω κατὰ ταὐτὸνἄνω μὲν γενομένη, κάτω δὲ ἐνεχθεῖσα

καὶ τῷ ἀξιολόγῳ τῆς ὕλης ἐξαρκέσασαἕως καὶ εἰς γῆν. (ῃ. 572) Ὅτι ἐπίηρα παρὰ τοῖς

νεωτέροις τὰ ἐπιθυμητὰ παρὰτὸ ἐρᾶν, ὡς ἀπὸ εὐθείας τῆς τὸ ἐπίηρον. οἱ δὲ παλαιοὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

149

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!