18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὗγνάπτω καὶ γνάμπτω· ἢ ἐκ τοῦ κνῶ, ἀφ' οὗ καὶ τὸ «αἴγειον κνῆ τυρόν»,γενέσθαι

κνάπτω τὸ παρὰ Σοφοκλεῖ καὶ κνάμπτω καὶ τροπῇ γνάμπτω. διὸ καὶκναφεὺς ὁ αὐτὸς

καὶ γναφεύς. τοῦ δὲ κνάμπτω κοινότερον τὸ κάμπτω ἐκδραμόντος τοῦ ˉν. ὡς δὲ ὁ

γομφίος ἐκ τοῦ γνάμπτω παρῆκται τροπῇ τοῦ ˉα εἰς ˉο, δι' οὗκάμπτεται ἡ τροφή,

δηλοῦσιν οἱ παλαιοί.] (ῃ. 570) Ὅτι καὶ ἐνταῦθα ὀχθῆσαιτὸ ἀχθεσθῆναι ἢ ὑψῶσαι τὸν

φόβον ἢ τὸν θυμὸν μεταφορικῶς ἀπὸ τῆς τῶνποταμῶν ὄχθης, ὡς προείρηται. [φησὶ γάρ·

«ὄχθησαν δ' ἀνὰ δῶμα ∆ιὸς θεοὶ Οὐρανίωνες». (ῃ. 571) Ὅτι κλυτοτέχνην λέγει τὸν

Ἥφαιστον διὰ τὰ περίκλυταἔργα, οἷς λυσιτελεῖ πρὸς ἀπαρτισμὸν ὁ εἰς πῦρ

ἐκλαμβανόμενος Ἥφαιστος.]Ὅτι ὁ Ἥφαιστος ὁ καταλλάσσων ἐνταῦθα τῷ ∆ιῒ τὴν

Ἥραν τοιαύτην τινά,ὡς ἐν συντόμῳ εἰπεῖν, ὑποβάλλει ἔννοιαν. Ἥρα μὲν γὰρ ὁ ἀὴρ

θερμὸς ὤν, φασί,καὶ ὑγρός, εἰ καὶ ἄλλως αὐτοῦ τὸ θερμὸν ἀντιλέγεται· αἰθὴρ δὲ ὁ Ζεύς,

δραστικὸντοῦτο στοιχεῖον ποιότησι συγκεκροτημένον τῇ τε ξηρᾷ καὶ θερμῇ. τὰ

τοίνυνστοιχεῖα ταῦτα πῇ μὲν φιλίως ἀλλήλοις ἔχει, ὡς καὶ προεγράφη, καθὸ

ἄμφωθερμὰ εἶναι δοκεῖ, πῇ δὲ εἰς ἔχθραν διχάζονται κατὰ τὴν τοῦ ὑγροῦ καὶ

ξηροῦἐναντιότητα. Ὁ τοίνυν μῦθος ἑνώσας αὐτὰ κατά τινα εἰκασίαν φαντασιώδη

γάμουκαὶ τὸν μὲν ἀέρα ἐκθηλύνας τῷ ὀνόματι καὶ εἰς Ἥραν μεταθέμενος, τῷ δὲ ∆ιῒ ὡς

δραστηριωτέρῳ φυλάξας τὸ ἀνδρῶδες τοῦ ἄρρενος ὄνομα, ὅμως καὶμετὰ τὴν φιλίωσιν

καὶ γαμικὴν ταύτην συζυγίαν φυλάττει ἐν αὐτοῖς ἐκεῖνα τὰπρὶν ἰδιώματα οὐ μόνον τὴν

ἐν τῇ θερμότητι εὔνοιαν καὶ οἷον συνάφειαν, ἀλλὰκαὶ τὴν ἔριν καὶ διάστασιν τὴν κατὰ

τὸ ξηρὸν καὶ ὑγρόν· καὶ διὰ τοῦτο ποιεῖμὲν αὐτοὺς ἔστιν ὅτε ἀνθισταμένους ἐριστικῶς,

αὖθις δὲ καταλλάσσεσθαι λέγειαὐτούς. εἴ ποτε τοίνυν μεσίτην τινὰ τῇ αὐτῶν

καταλλαγῇ θελήσει πλάσασθαι, 1.232 ποιεῖ μὲν καὶ ἄλλα τινά, ὅσα δοκεῖ αὐτῷ, παράγει

δέ που καὶ Ἥφαιστοναὐτοὺς καταλλάσσοντα, τουτέστιν ἁπλῶς τὴν θερμότητα.

Ἥφαιστος γὰρ εἰςτὸ θερμὸν ἀλληγορικῶς ἐκλαμβάνεται δαίμων λεγόμενος ἐπιστατῶν

τῇ θερμῇοὐσίᾳ. οὕτω τοίνυν καὶ ἐνταῦθα ἔριδος παρεισπεσούσης τῇ Ἥρᾳ καὶ τῷ ∆ιῒ

αὐτὸςμέσος ἐλθὼν τὴν καταλλαγὴν πραγματεύεται. οὐ γὰρ θέλει ὁ μῦθος

παντελῶςλέγειν ἀπίθανα, ὅπερ ἔπαθεν ἄν, ἐὰν ἕτερόν τινα παρεισήγαγε μεσιτεύοντα

εἰςτοιαύτην ὁμόνοιαν. οὔτε γὰρ Ἀθηνᾶ οὔτε Ἄρης οὔτε Ἄρτεμις οὔτε ἄλλος τιςτῶν

τοιούτων κατὰ φυσικὴν ἔννοιαν λέγοιτ' ἂν λύειν τὴν ἔριν τῇ Ἥρᾳ καὶ τῷ ∆ιῒ καὶ ἐκ

διαστάσεως ἄγειν εἰς ἕνωσιν οἰκειότερον ἤπερ ὁ Ἥφαιστος, θερμή τις αὕτη φύσις.

Ποσειδῶνα δὲ εἴ τις εἶπε τοῦτο ποιεῖν, οὐδὲν τὸ παράπανἔλεγε. Ποσειδῶν μὲν γὰρ εἰς

ὑγρότητα ἐκλαμβάνεται· ὑγρότης δὲ εἰρήνην καὶσύμβασιν ἀέρι καὶ ∆ιῒ οὐκ οἶδε ποιεῖν,

ἀλλὰ μάλιστα μάχην, ὡς ἡ φύσις τοῦπράγματος παριστᾷ. συγχέει γὰρ μᾶλλον τὸ

περιέχον καὶ συγκροτεῖ τὴν ἔριντῷ ἀέρι τὴν τοῦ αἰθέρος ἀφανίζων ἱλαρότητα καὶ ταῖς

κάτωθεν ἀναθυμιάσεσιν»ἄχος οὐράνιον» κατὰ τὴν τραγῳδίαν γίνεται. Ἥφαιστος

μέντοι τουτέστι τὸθερμόν, ἐὰν κατισχύσῃ, τόν τε ἀέρα γαληνιᾶν ποιεῖ καὶ νηνεμίαν

αὐτῷ ἐμποιεῖ,ὡς καὶ τῷ αἰθέρι οὕτω σπένδεσθαι, καὶ εἰς εἰρηνικὰς ἄγει καταστάσεις

τὸπᾶν, ὁποία ἥ τε ἐαρινὴ καὶ ἡ μετ' αὐτὴν καὶ εἴ τις δὲ ἄλλη παρεμπέσοι τῷἐνιαυτῷ. οὐκ

ἔστι γὰρ τὴν Ἥραν ἀποθέσθαι τὸ σκυθρωπὸν οὐδὲ βοῶπινφανῆναι καὶ λευκώλενον μὴ

μεσολαβοῦντος Ἡφαίστου, τῆς ἁπλῶς δηλονότιθερμότητος. πιθανῶς ἄρα ὁ μῦθος τὸν

Ἥφαιστον ἐνταῦθα παράγει λύοντατὴν ἔριν τῇ τε Ἥρᾳ καὶ τῷ ∆ιΐ. ∆εῖ δὲ εἰδέναι, ὅτι οὐ

πάντοτε ὁ Ἥφαιστος εἰς τὴν ἁπλῶς θερμότητα ἐκλαμβάνεται, ἀλλὰ τοῦτο μὲν σπανίως.

διὸ καὶοὐράνιος νοεῖται καὶ ∆ιὸς ἤτοι αἰθέρος υἱὸς καὶ τοῖς θεοῖς ἄνω ἤτοι τοῖςἄστροις,

οἷς ἡ φύσις διὰ τὸ φωσφόρον ἐκ πυρὸς εἶναι δοκεῖ, αὐτὸς οἴκους τεκτήνασθαι λέγεται.

ὡς ἐπὶ πλεῖστον δὲ Ἥφαιστον ἡ ἀλληγορία τὸ πῦρ αὐτὸ νοεῖ,τουτέστι τὴν καυστικὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

148

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!