18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ψυχῆς ἤτοι ἀποθύμιος, ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητής.ὅπερ οἱ νεώτεροι ἀκαταθύμιον

λέγουσιν. εἰ δὲ ἀπὸ θυμοῦ τις λέγεται παρὰ τῷποιητῇ, ὅτε ἐν θυμῷ τινος ὢν ἤτοι ἔσω

ψυχῆς, εἶτα ἐκπέσῃ ἐκεῖθεν, ἄρα ἐξὉμήρου λαβόντες οἱ ὕστερόν φασιν «ἐξ ὀμμάτων»

τὸν πηρωθέντα, οἷον»∆ίδυμος ὁ ἐξ ὀμμάτων». ὁμοίως καί τινας ἀπὸ ἐπάρχων καὶ

ἑτέρους ἀπὸβασιλέων καὶ ἄλλα τοιαῦτα πολλά. ἰστέον δὲ καὶ ὅτι ἐναντίον τῷ ἀποθυμίῳ

τὸκαταθύμιον, ἐξ οὗ γυνή τις παρ' Ἡροδότῳ Καταθυμία κέκληται. (ῃ. 564) Τὸ δέ «ἐμοὶ

μέλλει φίλον εἶναι» ἠθικῶς εἶπεν, οἷον «ἐμοί, ὡς ἔοικε, φίλον ἐστίν»ἀντὶ τοῦ «οὕτω μοι

ἀρέσκει, οὕτως ἐγὼ θέλω». (ῃ. 565) Ὅτι τὸ «ἀλλ'ἀκέουσα κάθησο» προστακτικὸν

προπαροξύνεται. τὰ γὰρ σύνθετα προστακτικὰβραχυκατάληκτα ὡς ἐπὶ πολὺ ἀναπέμπει

τὸν τόνον, οἷον λέγε κατάλεγε, σπεῖρε 1.230 κατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. τὸ

μέντοι «ἀκέουσα καθῆστο», ἀντὶτοῦ ἡσυχάζουσα ἐκάθητο, προπερισπᾶται, διότι τὰ

τροχαϊκὰ περισπώμεναφυλάττει τὴν αὐτὴν ἐκφώνησιν ὡς ἐπὶ πλεῖστον καὶ μετὰ

σύνθεσιν, οἷον ἦγεκατῆγεν, εὗρεν ἐφεῦρεν, εἶχε κατεῖχεν, εἶδε παρεῖδεν, εὗδε καθεῦδεν,

οἷον»ἔνθα καθεῦδεν ἀναβάς». οὕτως οὖν καὶ ἧστο καθῆστο. ἐὰν μέντοι μεταποιηθῇεἰς

βραχὺ τοῦ τροχαίου ἡ ἄρχουσα, τότε δὴ καὶ ὁ τόνος ἐν τῇ συνθέσει ἀναβιβάζεται, ὡς

δηλοῖ τὸ ἄναγεν, ἔτι δὲ καὶ τὸ κάτεσχεν, ὅσα τε ἄλλα τούτοις ὅμοια. τὸδὲ ὡς ἐπὶ

πλεῖστον πρόσκειται τῷ κανόνι διὰ τὸ οἶδα σύνοιδα, οἶσθα κάτοισθακαὶ εἴ τι τοιοῦτον.

Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ καθῆστο προπερισπᾶται ὡςἀπὸ τοῦ ἕζω ἧσμαι, ἀφ' οὗ τὸ

ἥσμην, ἧσο, ἧστο καὶ καθῆστο. οἱ γὰρ δισύλλαβοιπαρακείμενοι ἔχοντες δύο σύμφωνα

φυλάττουσι καὶ ἐν τῇ συνθέσει τὸν τόνον,οἷον εἷργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι.

οὕτως οὖν καὶ ἧσμαι καθῆσμαι,ἥσμην καθήσμην, ἐξ οὗ τὸ καθῆστο. εἰ δὲ ἦν, φασίν, ἀπὸ

τοῦ ἧμαι ἥμην,ἀνεδίδου ἂν τὸν τόνον ὁμοίως τῷ κάθημαι κάθητο. (ῃ. 565–7) [Ἰστέον δὲ

ὅτι τὸ»ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν, ὅσοιθεοί

εἰσ' ἐν Ὀλύμπῳ, ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω» ἤγουνἐφῶ, ἐπιπέμψω,

ἐπιβαλῶ, δηλοῖ μὲν συμβολικῶς καὶ τὸ τοῦ αἰθέρος δραστήριονκατὰ τῶν στοιχείων,

δύναται δὲ χρησιμεύειν παραποιηθὲν ἐν καιρῷ καὶ εἰς ἀπειλὴν τὴν ἀπό τινος κρείττονος

εἰς μὴ τοιοῦτον.] (ῃ. 567) Εἰσὶ δὲ χεῖρες ἄαπτοιαἱ δειναὶ καὶ ἀπτόητοι κατὰ Ἀρίσταρχον.

διὸ καὶ ἐψιλοῦτο, φασί, τὸ δεύτερονˉα, ἢ ἀΐαπτοι κατὰ ἔλλειψιν τοῦ ˉι, ἃς οὐ δύναταί

τις ἰάψαι, ὅ ἐστι βλάψαι, ἢκατὰ ἐπίτασιν αἱ πολλὰ ἰάπτειν δυνάμεναι. Ἀριστοφάνης δὲ

ἐν ταῖς Γλώσσαις,ὥς φασιν οἱ παλαιοί, ἀέπτους γράφει διὰ τοῦ ˉε οἱονεὶ ἀρρήτους, ἃς οὐ

δύναταίτις εἰπεῖν, ἢ δυσπαρακολουθήτους, αἷς οὐ δύναταί τις ἕπεσθαι. καὶ ἄλλως

δὲχεῖρες ἄαπτοι αἱ ἀπροσπέλαστοι, ὧν οὐκ ἂν ἅψαιτό τις. τούτῳ δὲ τῷ λόγῳ

καὶἐδασύνετο τὸ δεύτερον ˉα. ὅτι δὲ παρὰ τοῖς ἀρχαίοις οὐ μόνον τὰ ἀρκτικὰ

τῶνλέξεων φωνήεντα ἐπνευματίζοντο ἀλλὰ καὶ τὰ διὰ μέσου ἐν ταῖς

συλλαβαῖς,ὡμολόγηται ὑπὸ τῶν ἀντιγράφων, ὡς ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅπερ

δηλοῖπου καὶ ὁ Ἀθήναιος. [Ἐν δὲ τῷ «θεοί εἰσ' ἐν Ὀλύμπῳ» οὐκ ἐκθλίβεται τοῦ

εἰσί,καθά τινες οἴονται, τὸ ˉι σὺν τῷ νῦ, ἀλλὰ μόνον τὸ ˉι, πρὶν ἢ διὰ χασμῳδίαν

προσλάβῃ τὸ νῦ. τὸ δ' αὐτὸ καὶ ἐπὶ ἄλλων μυρίων τοιούτων κουφισμῶν. (ῃ. 567) Τὸ δέ

«ἆσσον ἰόντε» κατὰ τὴν συνήθη ἐν τοῖς τοιούτοις ἀδιαφορίαν δυϊκῶς 1.231 ἐκφωνηθὲν

ὅμως ὡς πληθυντικὸν κεῖται. δύναται δὲ καὶ κυρίως εἶναι δυϊκὸνδιὰ τὸ διγενὲς τῶν τε

θεαινῶν καὶ τῶν ἐν αὐταῖς ἀρρένων. Τὸ δὲ ἐφείω πλεονασμὸν συνήθη ἔχει τῆς ˉεˉι

διφθόγγου.] (ῃ. 569) Ὅτι τὸ ἐπιγνάμψασα ἤτοικάμψασα φίλον κῆρ ἀντὶ τοῦ κλιθεῖσα,

ταπεινωθεῖσα, ὑποχαλασθεῖσα τοῦἀτενοῦς ἤθους. ἡ δὲ μεταφορὰ ἐκ τῶν καμπτομένων

σωμάτων. λέγεται δέ τιςκαὶ ἄλλον κάμπτειν ἤτοι πείθειν, μετάγειν, ὡς τὸ «ἐπέγναμψε

γὰρ ἅπαντας».[∆οκεῖ δὲ ἢ ἐκ τοῦ γόνυ ῥῆμα εἶναι ἄρρητον γνῶ τὸ εἰς γόνυ κλίνω, ἐξ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

147

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!