18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

καὶ τὸ πώποτε καλῶς δι' ὀξείας ἐκφέρεται τάσεως, ὡςκαὶ τὸ πώμαλα. οἱ γὰρ

περισπῶντες αὐτὸ δυσαπολογήτως εἰς ἀπόδοσιν αἰτίαςἔχουσι. τὸ γὰρ ἐν ἁπλότητι μὴ

περισπώμενον πῶς ἂν ἐν συνθέσει περισπασθήσεται; (ῃ. 543) Τὸ δέ «εἰπεῖν ἔπος» ὡς καὶ

τὸ «εἶπας ἔπος» τρόπος ἐτυμολογίαςἐστίν· ἐκ γὰρ τοῦ εἰπεῖν τὸ ἔπος γίνεται. (ῃ. 544) Ὅτι

Ζεὺς ἀλλαχοῦ μὲνἁπλῶς πατὴρ ἐλέχθη διὰ τὸ τοῦ ἀέρος ζῳογόνον, ἐνταῦθα δὲ πατὴρ

ἀνδρῶν τεθεῶν τε, ἤτοι κηδεμὼν οὐ μόνον στοιχείων καὶ ἀστέρων καὶ ὅλως τῶν

θειοτέρων,ἀλλὰ καὶ ἀνδρῶν τουτέστιν ἀνθρώπων ὡς ἀπὸ μέρους. ἀπὸ δὲ τῶν

ἀνθρώπων,τοῦ τιμιωτάτου γένους, καὶ εἰς τὰ ἄλλα διαβαίνει τὸ νόημα. ὁ δὲ μῦθος

πατέραθεῶν καὶ ἀνδρῶν ἄλλως τὸν ∆ία φησὶ λέγων, ὅτι κατὰ τοὺς Ὁμηρικοὺς

μύθουςτῶν ἄλλων δαιμόνων οἱ μὲν μόνων θνητῶν πατέρες λέγονται, ὡς Ποσειδῶν

Κύκλωπος καὶ Ὤτου καὶ Ἐφιάλτου, Ἀφροδίτη Αἰνείου, Θέτις Ἀχιλλέκαὶ ἄλλοι ἄλλων, οἱ

δὲ μόνων ἀθανάτων, ὡς Κρόνος ∆ιός, Ἥρας, Ἅδου,Ποσειδῶνος, Ζεὺς δὲ μόνος καὶ

ἀθανάτων πατήρ, οἷον Ἀπόλλωνος, Ἡφαίστου,Ἄρεος, καὶ θνητῶν δέ, οἷον Σαρπηδόνος,

Αἰακοῦ, Μίνωος, Ἡρακλέους,Περσέως. (ῃ. 545–50) Ὅτι περίεργον μὲν ἡ γυνὴ καὶ πάντα

εἰδέναι θέλει ὅσα βούλεται ἀνήρ. ἀλλ' ὁ συνετὸς οὐ ποιήσει οὕτως, ἕψεται δὲ τῷ ποιητῇ

εἰςἀρίστην ὑποθήκην καὶ λυσιτελεστάτην ἀνδρὶ τῷ μὴ πάντα τῇ γυναικὶ φράζειν,ἀλλ',

ὡς παραγγέλλει ἀλλαχοῦ, τὸ μέν τι ἐκκαλύπτειν αὐτῇ, τὸ δὲ κρύπτειν. διὸκαὶ Ὀδυσσεύς

που οὕτω ποιεῖ οὐδὲν φράσας τῇ Πηνελόπῃ, ἐξ ὧν ἔμελλε ποιεῖν. 1.227 καὶ ὁ Ζεὺς δὲ

ἐνταῦθά φησι πρὸς τὴν Ἥραν, ὅτι μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεομύθους εἰδήσειν·

χαλεποί τοι ἔσονται [ἀλόχῳ περ ἐούσῃ.] ἀλλ' ὃν μέν κ'ἐπιεικὲς ἀκουέμεν οὔ τις αὐτὸν

πρότερος εἴσεται· ὃν δ' ἂν ἐγὼν ἀπάνευθενἐθέλοιμι νοῆσαι, μή τι σὺ ταῦτα ἕκαστα

διείρεο μηδὲ μετάλλα. Ἰστέον δὲ ὅτι ὁποιητὴς παιδευτικὸς ὢν οὐ μόνον ἐν ἱστορίαις

ἀλλὰ καὶ ἐν μύθοις διδάσκει τὸποιητέον, ὃς τὸ μὴ πάντα φράζειν ταῖς γυναιξὶν

ἱστορικῶς μὲν ἐπὶ Ὀδυσσέωςἐδίδαξε, μυθικῶς δὲ ἐνταῦθα διὰ τοῦ ∆ιός. οὕτω καὶ ἐν τοῖς

μετὰ ταῦτα τὸ μὴδεῖν παννύχιον τὸν ἄρχοντα ὑπνοῦν πραγματικῶς τε διδάξει διὰ τοῦ

Ἀγαμέμνονος καὶ μυθικῶς δὲ διὰ τοῦ ∆ιός. Ἰστέον δὲ καὶ ὅτι τὸ «μὴ δὴ πάντας

ἐμοὺςἐπιέλπεο μύθους εἰδήσειν» καὶ τὰ ἑξῆς, ὡς προγέγραπται, οἰκεῖά εἰσι

λέγεσθαιπαρά τινος πρὸς τὸν ἀκαίρως θέλοντα μαθεῖν ἐξ αὐτοῦ μυστήρια. (ῃ. 547)

Ὅραδὲ τὸ ἐπιεικές ἀντὶ τοῦ πρέπον καὶ ἐοικός. οὕτω δὲ ἀεὶ παρὰ Ὁμήρῳ ἡ τοιαύτηλέξις

λαμβάνεται· παρὰ μέντοι τοῖς νεωτέροις τὸ ἐπιεικὲς ἐπὶ πραότητοςλέγεται. Τὸ μέντοι

ἐπιεικῶς ἐπίρρημα ἔστιν ὅτε καὶ ἄλλο τι δηλοῖ· ἀντὶ τοῦλίαν γὰρ λαμβάνεται ἐν τῷ

ἐπιεικῶς ἄτοπον καὶ τοῖς τοιούτοις. (ῃ. 550) [Τὸ δέ»ταῦτα ἕκαστα» καινότερον ἔχει

σχηματισθέν, εἴτε πρὸς τὸν λόγον τοῦ ∆ιὸςεἴτε πρὸς τοὺς λόγους ἀποδοθήσεται·

μετέπεσε γὰρ ἀπὸ ἀρσενικοῦ γένους εἰςοὐδέτερον. Τὸ δὲ κοινότερον ἦν εἰπεῖν· «μή τι σὺ

τοὺς ἐμοὺς μύθους ἢ τὸνἐμὸν μῦθον διείρεο μηδὲ μετάλλα».] Μεταλλᾶν δὲ τὸ

πολυπραγμονεῖν ἀεὶ παρ'Ὁμήρῳ, ἀφ' οὗ καὶ ἐπὶ τῶν ὑπὸ γῆν τὸ μεταλλεύειν εἴρηται

καὶ τὰ ἐκεῖθενἀνορυττόμενα μέταλλα λέγονται κληθέντα, φασίν, οὕτω διὰ τὸ μετὰ τὰ

ἄλλαπάντα ἐπινοηθῆναι. καὶ γὰρ ἔοικε τῶν περὶ γῆν πάντων τῶν ἄλλων

εὐθετηθέντωντότε δὴ μετὰ τὰ ἄλλα ἐκεῖνα ἐπιχειρῆσαι τοὺς ἀνθρώπους καὶ ταῖς

γεωρυχίαιςκαὶ ἀφεῖναι μὲν τὰ νῶτα τῆς γῆς, ἐπιχειρῆσαι δὲ ταῖς λαγόσιν αὐτῆς, ὡς

ἂνἔχοιέν τι κερδαίνειν καὶ ἀπ' αὐτῶν. (ῃ. 552) [Ὅτι ἐν τῷ «αἰνότατε Κρονίδηποῖον τὸν

μῦθον ἔειπας;», ὃ δὴ ὄνειδος φίλον τῇ Ἥρᾳ κατὰ τοῦ ∆ιός, περιττῶςκεῖται τὸ ἄρθρον ἐν

τῷ «τὸν μῦθον ἔειπας». τὸ γὰρ κοινὸν καὶ σύνηθες «ποῖονμῦθον ἔειπας;» Αἰνότατος δὲ ὁ

δεινότατος ἀποβολῇ τοῦ ˉδ καὶ τροπῇ ∆ωρικῇτῆς ˉεˉι διφθόγγου εἰς τὴν ˉαˉι, καθὰ καὶ

Ἑρμογένης ὑποδηλοῖ, ἔνθα λέγων τὰ τῆςδεινότητος σημαινόμενα προήνεγκέ που εἰς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

145

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!