18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ˉκˉαˉτˉα δηλούσης, ὡς καὶ ἐν τῷ «ἥκεις ἐφ' ἡμᾶς» παρ' 1.225 Εὐριπίδῃ καὶ «Ἑπτὰ ἐπὶ

Θήβας» παρ' Αἰσχύλῳ, ἤγουν κατὰ Θηβῶν· ὡςεἶναι παρὰ τοῖς ὕστερον τὸ ἐπανίστασθαι

ὅμοιον τῷ κατεξανίστασθαι. Σημείωσαιδὲ ὅτι τὸ «οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον»

ἀσαφὲς ὄν–δύναται γάρ ποτεὡς ὁμώνυμος καὶ ἀμφίβολος ἔννοια λεχθῆναι καὶ ἐπὶ

ἀριστέως, ὃν οὐδεὶςδύναται τλῆναι ἐπιόντα–διεσαφήθη ἀναγκαίως διὰ τοῦ «ἀλλ' ἀντίοι

ἔστανἅπαντες». ἔστι δὲ ἄλλως καὶ αὐτὸ εἰπεῖν ποτε κατὰ καιρὸν ἐπὶ ἀνδρῶν ἀφόβων,οἳ

κινδύνου ἐφεστῶτος οὐ φεύγουσιν, ἀλλ' ἀντίοι ἵστανται. αἴτιον δὲ τῆς τῶνῥηθεισῶν

δύο ἐννοιῶν ἀσαφείας καὶ τοῦ ἐντεῦθεν δυασμοῦ ὁ σχεδιασμός, καθ' ὃνπνέων τὰ ἔπη

Ὅμηρος ἢ καί, ὡς εἰπεῖν, ἀπνευστὶ γράφων καὶ λαλῶν ἐξηρεύγετοπολλαχοῦ καὶ

τοιαῦτα, ἐν οἷς διάφοροι ἄλλως καὶ ἄλλως ἔννοιαι παραφαίνονται.(ῃ. 531) [Ὅτι ὃ

φθάσας διϊστᾶν ἔφη Ὅμηρος ἐν τῷ «διαστήτην ἐρίσαντε» τοῦτο καὶ διατμήγειν φησίν, ὅ

ἐστι διακόπτειν, διαιρεῖν. ἐνταῦθα οὖν λέγει, ὅτι Θέτιςκαὶ Ζεὺς ὣς βουλεύσαντε ἤγουν

βουλευσάμενοι διέτμαγεν ἤτοι διεχωρίσθησαν.](ῃ. 538) Ὅτι ἀλληγορικῶς μὲν ἡ

θαλασσία Θέτις ἀργυρόπεζα, διότι αἱ ὡσανεὶπέζαι τῆς θαλάσσης τουτέστι τὰ ἔσχατα, ὅσα

πρὸς τῷ αἰγιαλῷ, ἀργύρεά εἰσινὡς διάλευκα, μελάντερα δὲ τὰ ἐνδοτέρω. διὸ καὶ ὁ

ποιητὴς ἐπὶ μὲν αἰγιαλοῦ φησι·»θῖνα ἐφ' ἁλὸς πολιῆς» ἤτοι λευκῆς· ἐπὶ δὲ τοῦ ἐσωτέρω

μέλανά τε καὶ οἴνοπαπόντον λέγει· σωματικῶς δὲ κατὰ μῦθον ἀργυρόπεζα ἡ

λαμπρόπους, ὁποία τίςἐστι καὶ ἡ καλλίσφυρος καὶ ἡ παρ' Εὐριπίδῃ «ἁβρὸν βαίνουσα

παλλεύκῳ ποδί».τινὲς δὲ πέζαν ἐνταῦθα νοοῦσι κόσμον τινὰ πρὸς τῷ τοῦ ἱματίου

ὄντακάτω τέρματι, ἵνα εἴη ἀργυρόπεζα ἡ κόσμον λαμπρὸν περὶ τὰς ᾤας τοῦ

ἱματίουἔχουσα. (ῃ. 540) Ὅτι καὶ ἐνταῦθα δηλοῖ σαφέστατα ὁ ποιητής, ὡς πολλάκιςτις

διά τι πάθος ψυχῆς ἐρωτᾷ καὶ περὶ οὗ ἀκριβῶς οἶδεν. ἡ Ἥρα γὰρ οὐκἀγνοοῦσα, ὅτι

συνεφράσατο βουλὴν ἡ Θέτις τῷ ∆ιΐ, ὅμως ἐρωτᾷ· «τίς δ' αὖ τοιδολομῆτα συμφράσατο

βουλάς», ὃ δὴ σκῶμμά ἐστι δολίου ἀνδρός. οὔκουν ἀεὶδιὰ μάθησιν ἐρωτᾷ τις, ἀλλ' οὐδὲ

διὰ μόνην παραμυθίαν τοῦ ἐρωτωμένου, ὡςἡ Θέτις τὸν υἱὸν Ἀχιλλέα ἠρώτησεν. ἔστι δὲ

ὅτε καὶ διὰ ἔλεγχον καὶ διὰ θυμόν.(ῃ. 541–3) Ὅτι πρὸς φίλον κρυψίνουν εἴποις ἂν τὸ

«αἰεί σοι φίλον ἐστὶν ἐμεῦἀπὸ νόσφιν ἐόντα κρυπτάδια φρονέοντα δικαζέμεν, οὐδέ τί

πώ μοι πρόφρωντέτληκας εἰπεῖν ἔπος, ὅττι νοήσεις». καὶ ὅρα ἐνταῦθα ὅτι τὸ νοέοντα

καὶ τὸφρονέοντα οὐ πρὸς τὸ σοί ἀπεδόθη κατὰ πτῶσιν δοτικήν, ἀλλὰ πρὸς τὸ

δικάζειν,ἵνα λέγῃ, ὅτι ἀεί σοι φίλον ἐστὶ δικάζειν σε νόσφιν ἐόντα καὶ κρυπτὰ

φρονέοντα.καί εἰσι τοιαῦται πολλαὶ συντάξεις ἐπαμφοτερίζουσαι καὶ δυνάμεναι τοῖς τε

προ1.226 ηγουμένοις καὶ τοῖς ἐφεπομένοις συντάττεσθαι, οἷον· «χαίρω τῷ λόγῳ,

ᾧλέγεις»· καὶ αὖθις· «χαίρω τῷ λόγῳ, ὃν λέγεις». καὶ τοῦτο γὰρ ἀσόλοικον,ἐπεὶ τὸ

λέγειν αἰτιατικὴν σύνταξιν δέχεται, οἷον «λόγον λέγεις». καὶ τὸποῶτον δὲ καλῶς ἔχει

διὰ τὸ προηγούμενον. τὸ γὰρ χαίρω δοτικῇ συντάσσεται,οἷον «χαίρω, οἷς λέγεις».

τοιοῦτον καὶ τὸ «ἥδομαι τοῖς ῥήμασιν, οἷς ἤκουσα»καὶ αὖ πάλιν «ἥδομαι τοῖς ῥήμασιν, ἃ

ἤκουσα». μυρία δὲ καὶ ἄλλα τοιαῦτα.οὕτως οὖν καὶ τὸ Ὁμηρικὸν δυάζεται τῇ συντάξει.

καλὸν γὰρ καὶ τὸ «ἀεί σοιφίλον ἐστὶ νόσφιν ἐόντι καὶ κρυπτὰ φρονοῦντι δικάζειν».

ὁμοίως δὲ ὀρθὸν καὶτὸ «φίλον σοι ἀεί ἐστι δικάζειν σε νόσφιν ἐόντα καὶ κρυπτάδια

φρονέοντα». Τὸδὲ ἀπὸ νόσφιν πλεονασμὸν ἔχει τῆς προθέσεως, ὡς καὶ ἐπὶ ἄλλων

γίνεται.(ῃ. 542) Τὸ δὲ κρυπτάδια ὁμοιότητα ἔχει πρὸς τὸ ἀμφάδια, ὃ δηλοῖ τὰ φανερά.

∆ικάζειν δὲ λέγει τὸ σεμνῶς καὶ βασιλικῶς οἰκονομεῖν καὶ ἐπικρίνειν. Τὸ δέ»πώ μοι»

ὀξύνεται ὡς ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω καὶ τὸ «ἐσθλὸν δ'οὔτέ τι πω εἶπας»

καὶ τὸ «οὐ γάρ πω τοίους ἀνέρας ἴδον». τὰ γὰρ ἐγκλινόμενα,εἴ ποτε τόνου

κληρονομήσουσιν, ὀξὺν αὐτὸν ἔχουσιν, οἷον· «φημί σοι», «σοίφημι» καὶ τὰ ὅμοια. διὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

144

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!