18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

στίχων ὁρμηθεὶς Φειδίας ὁ ἀγαλματοποιὸς ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ ∆ία οὕτω

καμπτόμενον. καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι πρὸς Ὁμηρικὸν παράδειγμα τὸ «ἐπ'

ὀφρύσινεῦσεν» ὁ Φειδίας ἐποίησε τὸν ἐν Ὀλυμπίᾳ ∆ία ἐλεφάντινον. οὕτω δέ,

φησί,μέγας ἦν, ὡς ἅπτεσθαι σχεδὸν τῆς κορυφῆς τῆς ὀροφῆς. διὸ καὶ κοσμίωςεἴρηται,

φησί, τὸ «Ὅμηρος ὁ τὰς τῶν θεῶν εἰκόνας ἢ μόνος ἰδὼν ἢ μόνοςδείξας». Ἰστέον δὲ ὅτι

τὸ ἐπερρώσαντο μετηνέχθη ἀπὸ ἀνδρῶν ἐρρωμένως εἴςτι ἔργον κινουμένων. [Ῥώονται

δὲ καὶ ἵπποι, ὅτε εἰς δρόμον συντείνονται.συντόνου δὲ κινήσεως εἶναι δοκεῖ τὸ «χαίτας

ἐπιρρώσασθαι κρατὸς ἀπ' ἀθανάτοιο», ἵνα πιθανῶς οὕτω πλασθείη καὶ ἡ εὐθὺς ἐφεξῆς

τοῦ Ὀλύμπου κίνησις.](ῃ. 530) Ὅτι κατανεύσας ὁ Ζεὺς τῇ κεφαλῇ μέγαν ἐλέλιξεν

Ὄλυμπον. ἔθος δὲ τῷ ποιητῇ τοιαῦτά τινα τερατολογεῖν ἐπὶ τῶν θείων κινήσεων κατὰ

ἔννοιανσωματικωτέραν. ὡς γὰρ ἐν τοῖς κάτω μέγα σῶμα κινούμενον σαλεύσοι ἄν

ποτετὸ ὑποκείμενον, οὕτω δῆθεν καὶ ἐπὶ τῶν ἀνωτάτω γενήσεται. διὸ καὶ Ἥρα ἐντοῖς

ἑξῆς σεισαμένη ἐν τῷ θρόνῳ μέγαν ἐλέλιξεν Ὄλυμπον, ὡς ἐκεῖ φανήσεται.καὶ ἄλλα δὲ

ὅμοια ῥηθήσεται. καὶ εὐδοκιμεῖ καὶ ἐν τοῖς τοιούτοις ὁ ποιητὴςἀναλόγως τοῖς

προσώποις πλάττων τὰ τῶν ἔργων ἀποτελέσματα. Τὸ δέ»ἐλέλιξεν» ἐπαινεῖται παρὰ τῶν

παλαιῶν ὡς τῷ τάχει καὶ τῷ λείῳ καὶ ἀπροσκόπῳ τῆς ἐκφωνήσεως τῶν συλλαβῶν

δηλοῦν τὸ ταχὺ τῆς Ὀλυμπίας κινήσεως,καθὰ καὶ ἀλλαχόθι φανήσεται. πολλαχοῦ γὰρ ὁ

ποιητὴς ἢ τραχύνει ἢ λεαίνει τὰςλέξεις καὶ τὴν αὐτῶν συνθήκην ἐπίτηδες ἀναλόγως

τοῖς φραζομένοις πράγμασιν.(ῃ. 537) [Ὅτι ὥσπερ ἐν τῷ νοῶ νοήσω καὶ κράσει νώσω καὶ

πλεονασμῷ τοῦ ˉκνώσκω προτίθεται κατ' ἀρχὰς τὸ ˉγ καὶ γίνεται γνώσκω καὶ κατὰ

ἀναδιπλασιασμὸν γιγνώσκω–κατὰ δὲ ὅμοιον πλεονασμὸν καὶ τὸ γίνεται ποιεῖται

γίγνεται 1.224 καὶ ἡ σύννοια ξύγγνοια, ὃ δηλοῖ συγγνώμην, καὶ ὁ δοῦπος γδοῦπος, ὅθεν

καὶῥῆμα γδουπῶ γδουπήσω ἐν τοῖς ἑξῆς, ἔτι δὲ καὶ ἐρίγδουπος, ὥσπερ καὶ γνόφοςπαρὰ

τὸ νείφω–οὕτω καὶ τὸ μὴ νοεῖν ἀγνοεῖν· αὐτὸ δὲ πλεονασμῷ τοῦ ˉι καὶἀγνοιεῖν λέγεται

πρὸς εὐχρηστίαν μέτρου, οἷον «οὐδέ μιν Ἥρη ἠγνοίησεν».](ῃ. 532) Ὅτι εἰ καὶ τὸ

ἅλλομαι δασύνεται, ὃ δηλοῖ τὸ πηδῶ, ἀλλὰ τὸ ἆλτο ψιλοῦται. τάχα μὲν καὶ ὡς Αἰολικόν,

μάλιστα δὲ κατὰ τοὺς παλαιοὺς διὰ τὴν τοῦ ˉτἐπιφοράν. τὸ γὰρ ˉα λῆγον εἰς ˉλ,

ἐπαγομένου ἑνὸς τῶν τῆς τρίτης συζυγίαςσυμφώνων ἤγουν τοῦ ˉδ ἢ ˉθ ἢ ˉτ ψιλοῦται·

οἷον ἀλδαίνω, τὸ αὔξω, ἀλθαίνω, τὸθεραπεύω, Ἄλτης κύριον· οὕτως οὖν καὶ τὸ ἆλτο

ἀντὶ τοῦ ἐπήδησε. καὶ τὸἁλός δὲ ψιλωθῆναι ἄν φασι κατὰ τὸν κανόνα τοῦτον, ἐὰν ἀλτός

ἐκλίθη διὰ τοῦ ˉτ,ὑποσταλέντος δὲ αὐτοῦ ἐκληρονόμησε τοῦ οἰκείου καὶ ἐδασύνθη,

καθὰ καὶ ἡ εὐθεῖα. (ῃ. 531–3) Ἰστέον δὲ ὅτι ἐν τῷ «ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν,

Ζεὺς δ' ἑὸν πρὸς δῶμα», ἐξ ἀναλόγου νοητέον ἔξωθεν ῥῆμα, ἵνα ᾖ, ὡς Θέτιςμὲν ἥλατο

εἰς θάλασσαν, Ζεὺς δὲ πρὸς τὸ ἴδιον δῶμα ἦλθε. πολλὰ δὲ καὶ ἄλλατοιαῦτα παρὰ τῷ

ποιητῇ, ὧν ἕν, ὡς ἀλλαχοῦ φανεῖται, καὶ τὸ «σῖτον καὶ οἶνονἔδοντες». (ῃ. 534) Ὅτι ἕδος

οὐ μόνον ἔδαφος, ἀλλὰ καὶ ἡ καθέδρα ἐκ τοῦ ἕζω.ἐνταῦθα οὖν τῷ ∆ιῒ ἀναστάντι θεοὶ

ἅμα πάντες ἕποντο ἐξ ἑδέων, περὶ ἃ ἐκάθηντο.τοιοῦτον καὶ τὸ «λιπὼν ἕδος, ἔνθα

θάασσε»· [καὶ τὸ «οὐχ' ἕδος ἐστὶ γεραιέ».](ῃ. 533–5) Ὅτι παιδευτικὸν ἤθους τὸ εἰπεῖν, ὡς

τοῦ ἄρχοντος ἐπερχομένουοἱ περὶ αὐτὸν καθήμενοι ἀνέστησαν, ᾧ ἔοικε τὸ

ἐπανέστησαν, ἐν τῇ βῆτα ῥαψῳδίᾳ κείμενον. τοῦτο δὲ νῦν ἄλλως φράζων φησίν· «οὐδέ

τις ἔτλη μεῖναι ἐπερχόμενον» καὶ πάλιν· «ἀλλ' ἀντίοι ἔσταν ἅπαντες». παλιλλογεῖ γὰρ

καὶ νῦνἐγκαθίζων δι' ἐπιμονῆς τῇ ψυχῇ τῶν ἀκροατῶν τὴν παίδευσιν. ἐντεῦθεν τοῖς

Λάκωσι νόμος ἐπανίστασθαι τοὺς νέους τοῖς πρεσβυτέροις. ὅρα δὲ τὸ ἀρχαϊκὸντῆς

λέξεως τοῦ ἐπανίστασθαι. πάλαι μὲν γάρ ποτε τὸ ἐπὶ τιμῇ ἀνίστασθαιἐδήλου· ὕστερον δὲ

μάχιμος ἡ λέξις τοῦ ἐπανίστασθαι καὶ τῆς ἐπαναστάσεωςτῆς ˉἐˉπˉι προθέσεως τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

143

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!