18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Θέτις τοῖς γόνασι τοῦ ∆ιὸς ἐμπεφυυῖα εἶναι. καὶ χερσὶδέ τις ἐμπέφυκεν, ὅταν χειρὸς

χειρὶ δράξηται· καὶ τοῖς χείλεσι δὲ ὀδὰξ ἐμφύεται,ὅταν τοῖς ὀδοῦσιν ἐνδάκῃ τὸ χεῖλος,

[ὀδὰξ κατεσθίει.] Ἰστέον δὲ ὅτι μέσοςπαρακείμενός ἐστι τὸ ἐμπεφυυῖα κατὰ κανόνα, ὃν

ἐκτίθεται καὶ Ἡρωδιανὸςλέγων καθαρεύοντι τῷ ἐνεστῶτι συγκαθαρεύειν καὶ τὸν μέσον

παρακείμενον,οἷον φύω πέφυα, [ἀκούω ἀκήκοα.] ἐτυμολογία δὲ τοῦ ἐμφῦναι ὁμοία

τῷσυμφῦναι. δοκεῖ γὰρ ἐμφῦναι εἶναι τὸ εἰς ἓν φῦναι καὶ μίαν οἷον φυὴν τόδε

τιγενέσθαι μεθ' ἑτέρου τινὸς ἐν τῷ στερρῶς δράξασθαι, [ὡς μηδὲ δοκεῖν ἅπτεσθαι,ἀλλὰ

προσπεφυκέναι ἤγουν κατὰ φύσιν ἡνῶσθαι ἢ φύσει ἐνεῖναι κατὰ τὸ»τρίχες κρανίῳ

ἐμπεφύασιν».] (ῃ. 514) Ὅτι ὁ ζητῶν ἀπό τινος ἢ κατάνευσινἀληθῆ ἢ ἀνάνευσιν καλῶς

ἂν εἴπῃ τὸ «νημερτὲς δή μοι ὑπόσχεο καὶ κατάνευσονἢ ἀπόειπε». [ἔστι δὲ νημερτές τὸ

μὴ ἡμαρτημένον διὰ τὸ ψεύδεσθαι, ἀλλὰ ἀληθές.](ῃ. 517) Ὅτι ὀχθῆσαι τὸ δεινοπαθῆσαι

ἢ πονῆσαι· ὅθεν καὶ Ἡσίοδος εὐοχθεῖν λέγει τὸ ἐπὶ καλοῖς κοπιᾶν· ἢ καὶ ἄλλως ὀχθῆσαι

τὸ εἰς ὕψος ἐπᾶραι τὸν θυμόν,ὃ δή φησι Σοφοκλῆς ἐν τῷ «ὑψοῦ δ' αἴρει θυμὸν

Οἰδίπους» ἐν λύπαις. ὄχθος γὰρτοπικὴ ἐπανάστασις. τὸ γοῦν «μέγ' ὀχθήσας» ἀντὶ τοῦ

ὑπερλυπηθείς· καὶ τὸ»ὤχθησαν θεοί» ἀντὶ τοῦ ἐδεινοπάθησαν, ἠχθέσθησαν ἢ ὕψωσαν

τὸν θυμὸν ἢ τὸνφόβον. [ἐκ δὲ τοῦ Ὁμηρικοῦ ὀχθεῖν καὶ τὸ παρὰ τοῖς ὕστερον

προσοχθίζεινπαρῆκται καὶ τὸ ἐξ αὐτοῦ προσόχθισμα.] (ῃ. 518) Ὅτι ἐν τῷ «ἦ δὴ λοίγια

ἔργαἔσεται, ὅτε με ἐχθοδοπῆσαι ἐφήσεις τῇ Ἥρᾳ» λοίγια μὲν λέγει τὰ ὀλέθρια,

ἐχθοδοπήσαι δὲ τὸ ἐχθρανθῆναι. τὸ δὲ ἐφήσεις ἀντὶ τοῦ ἀναπείσεις ἐκ τοῦ ἐφίημι

τὸἐντέλλομαι. γίνεται δὲ τὸ μὲν λοίγια ἐκ τοῦ λοιγός, ὁ ὄλεθρος· αὐτὸ δὲ ἀπὸ τοῦὀλίγον

κατὰ μετάθεσιν τοῦ ˉο, ὥς φασιν οἱ παλαιοί. ὀλιγοῖ γὰρ τὰ ζῷα, οἷςἐμπέσῃ ὁ λοιγός.

προεγράφησαν δὲ καὶ ἕτεραι ὅμοιαι μεταθέσεις ἐν τοῖς περὶἭρας λόγοις. τὸ δὲ

ἐχθοδοπῆσαι ἢ ἀπὸ τοῦ ἔχθω, τὸ μισῶ, γίνεται καὶ τοῦ 1.221 ὄπτω, τὸ βλέπω,

πλεονασμῷ τοῦ ˉδ, ὡς καὶ προεγράφη, ἢ ἐκ τοῦ ἔχθος καὶὂψ ὀπός, ἡ φωνή, ἵνα ᾖ

ἐχθοδοπὸς καὶ ὁ τὰ πρὸς ἔχθος φωνῶν. [Οὐκ ἄδηλον δὲὅτι τὸ «ἦ δὴ λοίγια» τινὲς μὲν

ἤδη ἔγραψαν παροξυτόνως, ὡς καὶ προεδηλώθη·τινὲς δὲ τὸ μὲν ἦ ἀντὶ τοῦ ὄντως φασί,

τὸ δὲ δή ἄνευ τόνου προφέρουσιν,ὁμοίως τῷ ἐπιδητούτοις.] (ῃ. 519) Ὅτι τὸ «ὅτ' ἄν με

ἐρέθῃσιν ὀνειδείοιςἐπέεσσιν» ἀρχή ἐστιν ἤγουν πρωτότυπον τοῦ ἐρεθίζω, ὡς τὸ «ἀλλ'

ἴθι, μή μ'ἐρέθιζε». (ῃ. 522 ς.) Ὅτι ἀγαθῆς εὐλαβοῦς ὑποσχέσεως τὸ «ἀλλὰ σὺ μὲν

νῦναὖτις ἀπόστιχε, μή σε νοήσῃ ὁ δεῖνα· ἐμοὶ δέ κε ταῦτα μελήσεται, ὄφρατελέσσω».

[Ἀττικὸν δὲ τὸ μελήσεται, καθὰ εὐθὺς καὶ τὸ κεφαλῇ κατανεύσομαι.τὰ δὲ κοινὰ τούτων

ἐστὶ μελήσει καὶ κατανεύσω.] (ῃ. 524) Ὅτι τὸ «εἰ δ' ἄγετοι κεφαλῇ κατανεύσομαι»

ὅμοιόν ἐστι τῷ «εἰ δ' ἄγε μὴν πείρησαι», περὶ οὗπροείρηται. τὸ δὲ κατανεῦσαι τῇ κεφαλῇ

τὸν ∆ία μέγιστον ἦν τέκμωρ ἤτοιτέλος πράξεων. (ῃ. 526 ς.) ∆ιὸ καί φησιν ἐκεῖνος ὅτι

«οὐ γὰρ ἐμὸν παλινάγρετονοὐδ' ἀπατηλὸν οὐδ' ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ

κατανεύσω». ὁ δὲ λόγοςοἰκεῖος ἐνδόξῳ προσώπῳ μεγάλα ὑποσχομένῳ. εὐτελεῖ δέ τινι

οὐ προσήκει ὁλόγος ἅπας. τριῶν γὰρ ὄντων, δι' ἅ τις οὐ ποιεῖ τὸ ὑπεσχημένον

ἀπάτης,μεταμελείας, ἀδυναμίας, ἀπατηλὸς μὲν οὐκ ἐξ ἀνάγκης ἔσται τοῖς εὐτελέσιν

ὁλόγος τῆς ὑποσχέσεως, ἀλλ' οὐδὲ παλινάγρετος, ὅ ἐστιν ἐκ μεταμέλου

ἀνάπαλινἀγειρόμενος· ἀτελεύτητος δὲ κατ' ἀνάγκην τινὰ ἔσται ἤγουν ἀτελής, ἐὰν

μέγαᾖ τὸ ὑπεσχημένον καὶ μὴ τελευτηθῆναι δυνάμενον. τῷ δὲ δυνατωτάτῳ εἰκὸςταῦτα

πάντα προσεῖναι. δηλοῖ δὲ ὁ λόγος δεῖν εἶναι τοὺς εὖ γεγονότας ἐμμένεινταῖς

ὑποσχέσεσιν, ἐφ' αἷς κατανεύσουσι. τίμιον γὰρ ἡ κεφαλὴ καὶ οὔτε τὴναὐτῆς δεῖ

κατάνευσιν ἀπρακτεῖν οὔτε τοὺς λόγους ψεύδεσθαι, ἐφ' οἷς τῷβασιλικῷ λογισμῷ ἡ

γλῶσσα καθυπουργεῖ. Παρασημειοῦνται δὲ οἱ παλαιοὶἐνταῦθα, ὅτι καὶ διὰ τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

141

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!