18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πολυδειράδος ὡς Ἀρκάδος. προσφυῶς δὲ παράκειται κορυφή καὶ πολυδειράς διὰ τὸ καὶ

ἐν ζῴοις συμπεφυκέναι τὰ τοιαῦτα.] (ῃ. 500) Ὅτι λαβεῖν γούνων τὸ ἅψασθαι λέγει ἢ

ἔχεσθαι.διὸ καὶ παρακατιών φησι· «Θέτις δ' ὡς ἥψατο γούνων, ὣς εἴχετο ἐμπεφυυῖα».(ῃ.

501) Ὅτι σκαιᾷ μὲν χειρί, ὅ ἐστι λαιᾷ, τῶν γονάτων ἥψατο τοῦ ∆ιὸς ἡ Θέτις,δεξιτερῇ δὲ

ὑπ' ἀνθερεῶνος ἑλοῦσα ἐλίσσετο. ἔστι δὲ ἀνθερεὼν ὁ τόπος, φασί,περὶ ὃν ἀνθεῖ τὸ

γένειον. λέγεται δέ ποτε καὶ ἐπὶ γυναικὸς καταχρηστικῶς. τίδὲ οἰωνίζεται διὰ τούτων ἡ

Θέτις, προγέγραπται ἐν τοῖς περὶ τοῦ γουνάζεσθαι. ἐκ δὲ τοῦ ἀνθηροῦ παρῆκται ὁ

ἀνθερεὼν συστολῇ τοῦ ˉη εἰς ˉε καὶπλεονασμῷ ἑτέρου ˉε. ὁ δὲ τύπος ὡς τὸ ἀκανθεών,

χαραδρεών, αὐγουστεών καὶτὰ τοιαῦτα. ζητητέον δὲ μάλιστα ἐν τῇ εʹ ῥαψῳδίᾳ ποῦ καθ'

Ὅμηρον ὁ ἀνθερεών,πρὸ δὲ αὐτοῦ ἐν τῇ δέλτα. τὸ δέ «ὑπ' ἀνθερεῶνος ἑλοῦσα» ἢ ἀντὶ

τοῦ κάτωθεντοῦ ἀνθερεῶνος ἑλοῦσα ἢ ἀντὶ τοῦ ὑφελοῦσα καὶ ὑφαψαμένη τοῦ

ἀνθερεῶνος.[Γίνεται δὲ ἡ τοιαύτη σκαιὰ χεὶρ καὶ ὁ ἀπ' αὐτῆς σκαιὸς καὶ

ἐπαρίστεροςἄνθρωπος, ποτὲ δὲ καὶ ἀνόητος, ἀπὸ τοῦ σκάζειν, φασίν, ὅ ἐστι

χωλεύειν,ὅθεν καὶ ὁ σκαμβός· Ἵνα ᾖ σκαιὰ χεὶρ ἡ σκάζουσα περὶ τὸ ἐνεργεῖν ὡς

ἀνυστικωτέρας οὔσης τῆς δεξιᾶς. ὡς δὲ καὶ τὰ δυτικὰ σκαιὰ λέγονται καὶ ὅτι καὶ Σκαιὸς

κύριον ὄνομα, ἐξ ὧν καὶ Σκαιαὶ πύλαι Τρωϊκαί, φανεῖται ἐν τοῖς ἑξῆς.] 1.219 (ῃ. 504 ς.)

Ὅτι λαβοῦσα ἡ Θέτις ἀρχὰς ἐπιχειρημάτων ἐκ τοῦ υἱοῦ ἀναμιμνῄσκει τὸν ∆ία, ὡς

ὠφέλησέ ποτε αὐτὸν ἔπει καὶ ἔργῳ, καθὰ προεγράφη. καὶοὕτως ὀφειλέτην ἐκεῖνον

δείξασα εἰς χάριν ἀνταπαιτεῖ τὸ «τίμησόν μοι τὸνυἱόν, ὃς ὠκυμορώτατός ἐστι τῶν

ἄλλων». οὐ λέγει δὲ καὶ πῶς τὸν ∆ία ὠφέλησε,διότι τε οὐ χρὴ φανερῶς ἐξονειδίζειν τὸν

εἰδότα καὶ ὅτι οὐδὲ θέλει ὁ ποιητὴςἀκαίρως διττολογεῖν. φθάσας γὰρ ἤδη προϊστόρησε

μελετᾶσθαι δεσμοὺς ∆ιόςποτε, οἷς ἡ Θέτις ἐβοήθησεν ὁ δὲ Ζεὺς τὴν μὲν χάριν μὴ

ἀποδοῦναι οὐκ ἔχει,κατανεῦσαι δὲ ἐπὶ βλάβῃ τῶν Ἑλλήνων δυσχερῶς ἔχει. νικᾷ μέντοι

ἡ τῆςεὐεργεσίας ἀνταπόδοσις. ἀγεννὲς γὰρ τὸ μὴ ἀντιτίνειν τοῖς εὐεργέταις χάριτας.

εἰδὲ ἡ Ἥρα μὴ θέλει, ἀλλ' οὐδὲν αὐτῆς μέλον ἐστὶ τῷ ∆ιῒ διδάσκοντος τοῦποιητοῦ, ὅτι

καὶ τῶν οἰκειοτάτων ἐν πολλοῖς προτιμητέον τὸν εὐεργέτην. καὶἄλλως δὲ ἡ Ἥρα, εἰ μὴ

Θέτις ἐξεβοήθησέ ποτε, κατήγαγεν ἂν τὸν ∆ία τῆςἀρχῆς. βέλτιον οὖν τῇ Θέτιδι, ὡς καὶ

προγέγραπται, ὑπακοῦσαι κατὰ τῶνἈχαιῶν, ὡς εὐεργέτιδι, καὶ μὴ πεισθῆναι τῇ Ἥρᾳ

ὑπὲρ αὐτῶν, τῇ ἐπιβούλῳ. εἰ δὲ καὶ ἠράσθη ποτὲ τῆς Θέτιδος ὁ Ζεύς, ὡς μῦθος φέρεται,

ἔχοι ἂν καὶτοῦτο συλλαβέσθαι τι αὐτῇ πρὸς πειθὼ τοῦ ∆ιός. (ῃ. 505) Τὸ δέ

«ὠκυμορώτατοςἄλλων» ψευδῶς εἴρηται διὰ λύπην· πολλοὶ γὰρ πρὸ Ἀχιλλέως

ὠκύμοροι.[̓Ιστέον δὲ ὅτι τὸ «εἴ ποτε δή σε ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον

ἐέλδωρ·τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων ἔπλετο», ἤγουν πέλει, ἁρμόσει

ποτὲπροσώπῳ παρακλητεύοντι εὐηργετημένον τινά. τὸ δέ «σε ὄνησα» «ὤνησαςκραδίην

∆ιός» πρὸ τούτων ἔφη ὁ Ἀχιλλεύς.] Ὅτι τὸ ἀκάματος καὶ ἀθάνατος ἀεὶ παρὰ τῷ ποιητῇ

ἐκτείνει τὴν ἄρχουσαν ἤγουν τὸ ἐν ἀρχῇ στερητικὸνἐπίρρημα, ὡς ἂν γινόμενα εἰς

δάκτυλον τὸ εὔμετρον συνεργάζωνται. (ῃ. 509 ς.)Ὅτι ἐν τῷ «τόφρα ἐπὶ Τρώεσσι τίθει

κράτος, ὄφρ' ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσί τέ ἑ τιμῇ» προεκτίθεται οἷον ὁ

ποιητὴς τὰ ὕστερα, μονονουχὶλέγων πρὸς τὸν φιλέλληνα ἀκροατήν, ὅτι οὐ διὰ τέλους

κρατήσουσιν οἱ Τρῶες,ἀλλ' ἕως ὁ Ἀχιλλεὺς ὑπὸ Ἀχαιῶν τιμηθῇ. τοῦτο δὲ ταχὺ

γενήσεται. Ὅρα δὲ τὸ»ὀφέλλωσιν αὐτὸν τῇ τιμῇ». αὔξησις γάρ τις ἀνθρώπῳ καὶ ἡ τιμή.

τινὲς δὲ 1.220 γράφουσιν· «ὀφέλλωσίν τέ ἑ τιμήν», ἵνα συνήθως Ὁμήρῳ νοῇ τις οὕτω

τριχῶς·αὐξήσωσιν αὐτὸν κατὰ τὴν τιμήν· ἢ αὐξήσωσιν αὐτὸν ἤγουν τὴν εἰς αὐτὸν

τιμήν·ἢ αὐξήσωσιν αὐτοῦ τὴν τιμήν. (ῃ. 513) Ὅτι ἐμπεφυκέναι καὶ ἐμφῦναι τὸἐγκρατῶς

καὶ δυσαποσπάστως δράξασθαι. οὕτω καὶ πολύπους ἐμφύεσθαιτῇ πέτρᾳ λέγεται καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

140

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!