18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μὴ συγκοπὴν 1.22 παθόντα ἢ συναίρεσιν διά τε τὸ Ἀνθεμίωνος Ἀνθεμίδης, ∆ευκαλίωνος

∆ευκαλίδης. ταῦτα γὰρ ἐπειδὴ συνεκόπη ἐκ τοῦ Ἀνθεμιωνίδης, ∆ευκαλιωνίδης,

οὐπλεονάζει, ἀλλὰ ἐλλείπει μιᾷ συλλαβῇ τῆς τοῦ πρωτοτύπου γενικῆς. καὶ διὰτὸ

Ἀτρείδης, Πηλείδης καὶ τὰ τοιαῦτα. ταῦτα γὰρ στενοχωρηθέντα τῇ συναιρέσει Ἀτρείδης,

Πηλείδης, ἰσοσυλλαβεῖ τῇ πρωτοτύπῳ τρισυλλάβῳ γενικῇ.εἴπομεν μήτε παθόντα

πλεονασμὸν διὰ τὸ Τελαμωνιάδης [καὶ τὰ κατ' αὐτό, ἐνοἷς καὶ ὁ Χαλκωδοντιάδης καὶ ὁ

Λαομεδοντιάδης καὶ ὁ Φηρητιάδης.] ταῦτα γὰρἐξ ἐμπτώσεως πλεονάσαντος τοῦ ˉα δυσὶ

συλλαβαῖς ὑπερέχει τῆς τοῦ Τελαμῶνοςγενικῆς. οὐκοῦν οὕτω καὶ τὸ Πηληϊάδης καὶ

Μηκιστηϊάδης οὐκ ἀναγκαίωςἔχει τὸ ˉα, ἀλλ' ἐκ πλεονασμοῦ αὐτὸ προσεφύη εἰς

δακτύλου ἀναπλήρωσιν. εἰσὶδέ τινα εἰς ˉδˉηˉς πατρωνυμικὰ φύσει τὸ ˉα ἔχοντα ἐν τῇ

παραληγούσῃ, οἷον τὰ ἐκτῶν διὰ τοῦ ˉιˉοˉς κυρίων ὀνομάτων· [Ταλθύβιος

Ταλθυβιάδης· οὗ παρώνυμοι οἱπαρ' Ἡροδότῳ Ταλθυβιάδαι· Ἀτύμνιος Ἀτυμνιάδης ὁ ἐν

τῇ εʹ ῥαψῳδίᾳ·Ἥλιος Ἡλιάδης, Κλύτιος Κλυτιάδης, Μενοίτιος Μενοιτιάδης],

ΛαέρτιοςΛαερτίου Λαερτιάδης· διφορεῖται γὰρ τοῦτο, καὶ οὐ μόνον Λαέρτης

λέγεται,ἀλλὰ καὶ Λαέρτιος, ὡς δηλοῖ καὶ Σοφοκλῆς· Θέστιος Θεστίου Θεστιάδης,Ἀλέξιος

Ἀλεξίου Ἀλεξιάδης, ∆έξιος ∆εξίου ∆εξιάδης, Φήμιος Φημιάδης, Ὀίλιος κατὰ τὸν

τεχνικὸν Γεώργιον Ὀϊλιάδης· [οὐ γάρ ἐστι, φησίν, ἀπὸ τοῦὈϊλεύς· ἦν γὰρ ἂν Ὀϊλείδης

διὰ διφθόγγου·] Ἀσκληπιὸς Ἀσκληπίου Ἀσκπιάδης καὶ τὰ ὅμοια. ἐν τούτοις γὰρ ἡ

καθαρὰ λήγουσα τῆς γενικῆς οὐ τρέπεταιεἰς ˉι ὡς ἐν τῷ Ὁμήρου Ὁμηρίδης, Πριάμου

Πριαμίδης, ἀλλὰ εἰς ˉα καθαρόν. ὁμοίως διὰ τοῦ ˉαˉδˉηˉς πατρωνυμοῦνται καὶ τὰ εἰς

ˉηˉς κύρια, εἰς ˉοˉυ ἔχοντα τὴν γενικήν· οἷον, Ἱππότης Ἱππότου Ἱπποτάδης, [Βούτης

Βούτου Βουτάδης, ἐξ οὗγένος οὐκ ἀνώνυμον οἱ Ἐτεοβουτάδαι, ὧν ἡ σύνθεσις κατὰ τοὺς

Ἐτεόκρητας· ἦν δέ, φασί, Βούτης υἱὸς Ποσειδῶνος, ὡς Ἡσίοδος ἐν Καταλόγῳ.]

ὡσαύτωςκαὶ τὰ εἰς ˉαˉς ἰσοσυλλάβως κλινόμενα, οἷον, ὜ρρας κύριον Αἰολικόν· διὸ

καὶψιλοῦται· ἀφ' οὗ πατρωνυμικὸν ὘ρράδης, ὅπερ οἱ Αἰολεῖς ὘ρράδιος λέγουσι.Πελίας

Πελιάδης, [Ἀλεύας Ἀλευάδης, ἀφ' οὗ εὐγενὲς φῦλον οἱ Ἀλευάδαι Κέας Κεάδης, ὁ ἐν τῇ

Ὁμηρικῇ Βοιωτίᾳ· Αἰνείας Αἰνειάδης, ὁ καὶ Αἰνέας1.23 Αἰνεάδης· Βορέας Βορεάδης, Γρᾶς

Γρᾶ Γράδης,] Χαιρέας Χαιρεάδης, ∆ημέας ∆ημεάδης καὶ ἐν συναιρέσει ∆ημάδης· θετέον

γὰρ ἐν τοιούτοις καὶ τοῦτο, εἰ καὶμὴ πατρωνυμικόν ἐστιν, ἀλλὰ ὡς πατρωνυμικόν,

καθάπερ καὶ τὸ Καρνεάδης, Σωτάδης καὶ ἕτερα. [Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον πλεονάζει

τὸ ˉα ἐν τοῖς εἰς ˉδˉηˉς, ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἀποβάλλεται. ὁ γοῦν

Ἐριχθονιάδης, ὡςἀπὸ τοῦ Ἐριχθόνιος, εὕρηται καὶ δίχα τοῦ ˉα Ἐριχθονίδης, ὥς φασιν

οἱ τεχνικοί. ὅτι δὲ καὶ ἄλλως τὸ Πηληϊάδης ἔστι παράγειν, ἐν τῇ δέλτα φανεῖται.]

Ὅτιὥσπερ Ὀδυσσεύς ποτὲ μὲν διὰ δύο ˉςˉσ παρὰ τῷ ποιητῇ, ποτὲ δὲ δι' ἑνός, ὡςμετὰ

ταῦτα φανήσεται, οὕτω καὶ Ἀχιλλεύς ἐνταῦθα μὲν ἐν τῷ «ΠηληϊάδεωἈχιλῆος» καὶ

ἀλλαχοῦ δὲ δι' ἑνὸς ἐκφωνεῖται ˉλ, ἐν πλείοσι δὲ τόποις τὰ δύο ˉλἔχει. ἐπαγωνίζονται

δὲ ἄλλοι μὲν τῇ τοῦ ἑνός, ἕτεροι δὲ τῇ τῶν δύο ˉλ γραφῇ,τὰ μὲν δύο τιθέντες ἢ ἀπὸ τοῦ

ἄχος ἰάλλειν ἤγουν λύπην ἐμβάλλειν, λυπεῖν γὰρφερωνύμως ἔμελλε τοὺς

καταπολεμουμένους, ὡς καὶ ὁ Ἀπόλλων δοκεῖ τισινἐκ τοῦ ἀπόλλειν διὰ τὸ

φοβερώτερον ὀνομάζεσθαι, ἢ κατὰ πλεονασμὸν τοῦἑτέρου ˉλ διὰ τὸ εὐφωνότερον, ὡς

καὶ ἐπὶ τοῦ ˉἀˉλˉλˉα συνδέσμου γίνεται καὶ ἐπὶἑτέρων πολλῶν, τῷ δὲ ἑνὶ ˉλ

συνηγοροῦντες πρῶτον μὲν ἐκ τῆς ἀναλογίας, ἵνα ᾖὅμοιον τῷ Ὀϊλεύς, βασιλεύς· εἶτα ἐξ

ἐτυμολογίας, ὡς ἀπὸ τοῦ ἄχος τοῖςἸλιεῦσιν, ἤγουν λύπην τοῖς Τρωσίν, αὐτὸν κατὰ

φερωνυμίας καὶ τοῦτο λόγον[καὶ θείᾳ προνοίᾳ, καθά τις ἔφη,] γενέσθαι· ἢ ἀπὸ τοῦ ˉα

στερητικοῦ καὶ τοῦχιλός, ὅ ἐστιν ἡ ἐκ τῶν σπορίμων τροφή. οὐ γὰρ χιλῷ, φασίν, ἤτοι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

14

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!