Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

οὐκ ἀναγκαίως κεῖται τὸ λευκά.] Τὸ δέ «ἄνεμος πρῆσεν», ὅ ἐστινἐφύσησε, καὶ τὸ «διαπρήσσουσα κέλευθον», ὅ ἐστι διαπερῶσα, παρήχησίς τίςἐστι καὶ αὐτὸ οὐ πάνυ εὐχρηστουμένη. διὸ οὐδὲ ἐγγυτάτω κεῖνται αἱ λέξεις, 1.215 ἀλλὰ διΐστανται ἱκανῶς, ἵνα μὴ πάνυ ἐκφανὴς ὁ τούτων ἦχος αὐτίκα γίνηται.[θέμα δὲ τοῦ πρῆσεν ἢ τὸ πρήθω ἢ τὸ περῶ συγκοπέν, ἐξ οὗ καὶ τὸ πρήσσουσα.](ῃ. 482) Στεῖραν δὲ τὴν τρόπιν λέγει ἀπὸ τοῦ στερρόν πλεονασμῷ τοῦ ˉι· ἐντεῦθενδὲ καὶ τὸ στεῖρα βοῦς ἢ γυνή. Σημείωσαι δὲ ὅτι τὸ δειρή μέν, ὃ δηλοῖ τὸντράχηλον, ὀξύνεται τῇ διφθόγγῳ παραληγόμενον, ἀποβολῇ δὲ τοῦ ˉι βαρύνεται·δέρη γὰρ βαρυτόνως φαμέν. τὸ μέντοι στείρη ἐναντίως ἔχει· δίχα μὲν γὰρτοῦ ˉι λεγόμενον τάσιν ἔχει ὀξεῖαν, εἴπερ στερρὰν καὶ στερεὰν λέγομεν· μετὰ δὲδιφθόγγου βαρύνεται. Πορφύρεον δὲ κῦμα ἀντὶ τοῦ μέλαν, ὥσπερ αἷμα πορφύρεον. ἐοίκασι γάρ πως ἄμφω τὰ χρώματα, ἐπεὶ ἐγγὺς μελανίας ἐστὶ καὶ τὸπορφυροῦν. καὶ ἐπὶ θαλάσσης δὲ τὸ πορφύρειν λέγεται, ἐξ οὗ καὶ τὸ ἐν βάθειδιανοεῖσθαι καὶ οἷον κυμαίνεσθαι λογισμοῖς πορφύρειν λέγεται, οἷον «καρδίη δέοἱ πόρφυρε». [Τὸ δέ «μεγάλα ἴαχε» ταὐτὸν ἂν ἐλάλει καὶ εἴπερ ἑνικῶς ἦν»μέγα ἴαχε». Τὸ δέ «νηὸς ἰούσης» χρήσιμον εἰς νόησιν τῆς ἐΐσης νηός.] (ῃ. 483) Τὸ δέ «ἔθεε κατὰ κῦμα» τὸ ῥῆμά ἐστιν, ἐξ οὗ θοὴ λέγεται ναῦς. (ῃ. 485) [Ὅτι ὕπεστι διαφορά τις τοῦ ἐρύειν καὶ τοῦ ἐρύεσθαι, εἴγε οἱ Ἀχαιοὶ νῆα μὲν ἐπ' ἠπείροιο ἔρυσαν, τὰ δὲ πρὸ βραχέων ὀπτηθέντα ἐρύσαντο πάντα, εἶτα δαίνυντο.](ῃ. 486) Ὅτι διττὸν τῇ νηῒ τὸ ὑψοῦ ἵστασθαι, ποτὲ μὲν ὑψοῦ ἐν νοτίῳ, καθὰ ἐνὈδυσσείᾳ λέγεται, ὅτε δηλονότι ἐν ὕδατι ὥρμισται, ποτὲ δὲ ὑψοῦ ἐν ψαμάθοις,ὅτε ἔξω ἑλκυσθῇ ἐπὶ ἠπείρου, ἔνθα καὶ τὰ μακρὰ ὑπ' αὐτῇ τανύονται ἕρματα. Εἰσὶ δὲ νῦν ἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶν ἐκ ξύλων ἐρείσματα, ἐφ' ὧν αἱνῆες ἐρείδονται, ἃ δὴ κατὰ τεχνικήν τινα γλῶτταν καλοῦσιν οἱ πολλοὶ φαλάγγια.καὶ ὤφειλε μὲν ἡ λέξις ψιλοῦσθαι διὰ τὴν ἐκ τοῦ ἐρείσματος συγκοπήν, δασύνεται δὲ ἄλλως κανόνι τοιούτῳ. Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα δὲ εἰςˉρ ἐπιφερομένου τοῦ ˉμ δασύνεται· ὅρμος, ἅρμα, ὁρμαθός. οὕτω δή, φασί, καὶ τὸἕρμα, πλὴν τοῦ ἄρμενον τὸ ἁρμόδιον καὶ πλὴν τοῦ Ὄρμενος, κυρίου ὀνόματος.τὸ δὲ ἁρμοῖ ἐπίρρημα, ὃ δηλοῖ τὸ νεωστί, διφορεῖται μὲν κατὰ τοὺς παλαιούς, 1.216 ἡ δὲ πλείων χρῆσις δασύνει αὐτὸ [Συρακουσίων ὂν κατὰ τὸν Τεχνικόν. ἁρμὸςγάρ, φησίν, ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ κατὰ τὸ ἔξω ἐξοῖ καὶ ἔνδον ἐνδοῖπαρὰ Θεοκρίτῳ.] Ἰστέον δὲ ὅτι ἕρμα παρὰ τῷ ποιητῇ καὶ κόσμος γυναικεῖοςἐνώτιος. φησὶ δέ που καὶ ἕρμα ὀδυνῶν τὸ ἐνέρεισμα. οἴδαμεν δὲ καί τιναπλοίου ἔνθεσιν ἕρμα λεγομένην, ὅπερ ἡ μὴ ἔχουσα ναῦς ἀνερμάτιστος λέγεται.Ὅτι δέ, καθὰ διχῶς τῆλε καὶ τηλοῦ καὶ ἄγχι καὶ ἀγχοῦ, οὕτω καὶ ὕψι καὶ ὑψοῦλέγεται, δῆλόν ἐστιν. (ῃ. 485–7) [Ἐν τούτοις δὲ καὶ πλοίου καταγωγὴν εἰς λιμέναἔφρασεν Ὅμηρος οὕτω· «νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσαν ὑψοῦ ἐπὶψαμάθοισιν· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσαν· αὐτοὶ δ' ἐσκίδναντο» καὶ ἑξῆς. Ὅραδὲ ὡς, εἰ καὶ ψάμμος ἐν δυσὶ μῦ προφέρεται, ἀλλ' ἡ ψάμαθος, ὥσπερ καὶ ἡ ἄμαθοςἓν αὐτὸ ἔχει. (ῃ. 486 ς.) Τοῦ δὲ σκίδναντο πρωτότυπον τὸ σκεδῶ σκίδνημι, ὡς καὶἀλλαχοῦ φανεῖται, ὡς καὶ τοῦ πίλνατο τὸ πελῶ πίλνημι. τὸ δὲ σκεδῶ εὕρηταικαὶ δίχα τοῦ ˉσ καὶ ἀπ' αὐτοῦ γίνεται τὸ κίδνασθαι καὶ τὸ ἀκιδνότερον. τοῦ δὲκεδῶ οὐ μόνον τὸ κεδάζω παράγωγον, ὡς τοῦ σκεδῶ τὸ σκεδάζω καὶ τοῦ ἰσῶτὸ ἰσάζω, ἀλλὰ καὶ τὸ κεδαίω πρὸς ὁμοιότητα τοῦ ἰσῶ ἰσαίω παρὰ Ἀράτῳ καὶτῶν ὁμοίων. Τὸ δὲ τάνυσαν πρὸς τὸ μακρά εἴρηται· ἄλλως δὲ ἦν εἰπεῖν ἔθεντο.](ῃ. 488–92) Ὅτι τῷ ἐνεργεῖ καὶ ἐντρεχεῖ οὐ φορητὸν ἡ τοῦ καλοῦ ἀργία. οὐ γὰρἀνέχεται ἀπρακτεῖν, ἀλλ' οἱονεὶ φθίνειν δοκεῖ, ἐπειδάν, κατὰ τὸν ποιητὴν εἰπεῖν,μάθοι μὲν ἔμμεναι ἐσθλός, ἀεργὸς δὲ κάθηται. καὶ Ἀχιλλεὺς οὖν ἐν τῷ μηνίειν,ἐπεὶ οὔτε εἰς ἀγορὰν πωλέσκετο κυδιάνειραν οὔτε ποτ' ἐς πόλεμον, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 138

τουτέστινἐπεὶ οὔτε λόγοις οὔτε ἔργοις ἐνέπρεπε, φθινύθεσκε φίλον κῆρ· ἐπόθει δὲ ἀϋτήντε πόλεμόν τε. (ῃ. 490 ς.) Ὅρα δὲ ὅτι τὸν μὲν πόλεμον δίχα ἐπιθέτου ἐξήνεγκε·τὴν δὲ ἀγορὰν ἐσέμνυνεν εἰπὼν αὐτὴν κυδιάνειραν, προτιθεὶς τὸν λόγον τῆς ἐνμάχαις εὐδοκιμήσεως. (ῃ. 492) Ἀϋτὴ δὲ ἡ βοὴ παρὰ τὸ αὔω, τὸ φωνῶ. λαμβάνονται δὲ καὶ ἄμφω ποτὲ ἐπὶ πολέμου. ἀϋτὴ γὰρ καὶ βοὴ πολλαχοῦ ἡ μάχη ἐκτοῦ παρακολουθοῦντος· παρακολουθεῖ γὰρ ἡ μεγάλη βοὴ τῇ μάχῃ. διὸ καὶφύλοπις λέγεται ἐκ τῆς τῶν φύλων ὀπὸς καὶ Ἐνυὼ δὲ ἀπὸ τοῦ ἐναύω, τὸ φωνῶ.(ῃ. 490) [Τὸ δὲ πωλέσκετο πολλαχοῦ φανεῖται, ὅτι ἐκ τοῦ πέλω πόλος πωλῶ ἤγουν 1.217 ἀναστρέφομαι γίνεται κατὰ τὸ τρέπω τρόπος τρωπῶ καὶ τὰ ὅμοια. μέλλων γὰρτοῦ πωλῶ πωλέσω, ἐξ οὗ τὸ πωλέσκω, ὡς ἀρῶ ἀρέσω ἀρέσκω.] (ῃ. 493) Ὅτιαἱ διὰ τοῦ ˉοˉιˉο γενικαὶ κατὰ μὲν ἄλλους Θετταλικαί, ὡς προείρηται, εἰσίν, ἐνδὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου Βοιωτῶν φέρονται γλώττης, τοῖο, οἷο, καλοῖο. Ὅτι ἐν τῷ «δωδεκάτη ἐγένετο ἠώς» ἠῶ τὸ νυχθήμερον λέγει. ποσαχῶς δὲ λέγεταιἠώς, ἐν Ὀδυσσείᾳ εἴρηται. (ῃ. 494) [Ὅτι τὸ «ἴσαν» πληθυντικὸν τρίτον ῥῆμα ὧδε μὲν ἀντὶ τοῦ ἐπορεύθησαν, ἀλλαχοῦ δὲ ἀντὶ τοῦ ἔγνωσαν, οἷον· «τὰ δ' οὐκἴσαν ὡς ἐτέτυκτο». τὸ δ' ἐνταῦθα «πρὸς Ὄλυμπον ἴσαν θεοί»] (ῃ. 496) Ὅτι τὸ μὲν ἀπὸ βάθους ἀνελθεῖν ἀναδῦναι λέγεται. Θέτις οὖν ἀνεδύσετο κῦμα θαλάσσης.τὸ δὲ ἐκεῖθεν ἀνωτέρω ἀναβῆναί φαμεν. ὥστε καὶ τὸ ἐξ οὐρανοῦ μὲν ἕως τῆςθαλαττίας ἐπιφανείας καταβῆναί ἐστι, τὸ δὲ ἐκεῖθεν καταδῦναι. (ῃ. 497) Ὅτιοὐ μόνον τὸν πρὸς ἑσπέραν καιρὸν οἶδεν ὁ ποιητὴς λιταῖς πρέποντα, ὡς ἐν τῇιʹ ῥαψῳδίᾳ εὕρηται καὶ ἐν τῇ τοῦ Πριάμου ἱκετείᾳ καὶ ὅτε δὲ Ὀδυσσεὺς τὴν Ἀρήτην ἱκετεύει, ὁπηνίκα αἱ ψυχαὶ πρὸς ἔλεον ἀνίενται, ἀλλὰ καὶ τὸν ὄρθρονἐπιτήδειον οἶδε τοῖς γουναζομένοις εἰς ἔντευξιν διὰ τὸ νηφάλιον τοῦ καιροῦ. Θέτις γοῦν ὄρθρου τῷ ∆ιῒ ἐντυγχάνει. φησὶ γὰρ ὁ ποιητής· «ἠερίη δ' ἀνέβημέγαν οὐρανὸν Οὔλυμπόν τε». τοῦτο δὲ τρόπος ὑστερολογίας ἐστί. πρῶτον γὰρὑπεραναβῆναι δεῖ τὰς τοῦ Ὀλύμπου κορυφάς, εἶτα τὸν ὑπὲρ τὰ νέφη τόπονκαταλαβεῖν οὐρανὸν καὶ αὐτὸν λεγόμενον ὁμωνύμως τῷ στερεμνίῳ. Τὸ δέ «ἠερίη»,ἐὰν ἀντὶ τοῦ ὀρθρινή, ὡς εἴρηται, λαμβάνηται, πλεονασμὸν ἔχει τοῦ ˉε. ἦρ γὰρὁ ὄρθρος καὶ κλίνεται ἦρος ἦρι, οἷον «ἦρι μάλα Ἑλλήσποντον πλεούσας».ὅθεν καὶ ἠὼς ἠριγένεια, ὡς ἀλλαχοῦ εἴρηται. ἠρίη γοῦν ἡ ὀρθρινὴ καὶ πλεονασμῷἠερίη, οἷον καὶ τὸ «ἠερίη γέ τοι παρέζετο καὶ λάβε γούνων». τινὲς δὲ ἠερίαν τὴνἀερίαν νοοῦσιν· οὐ γὰρ ἔστιν εἰς οὐρανὸν κάτωθεν ἀνελθεῖν, εἰ μὴ διὰ μέσουἠέρος ἤτοι ἀέρος. (ῃ. 498) Ὅτι εὐρύοπα τὸν ∆ία λέγει ἢ ὡς μεγαλόφθαλμονδιὰ τὸ προνοητικὸν ἢ ὅτι εὐρὺ βλέπομεν διὰ τοῦ ἀέρος, ὅς ἐστι Ζεύς, ἢ ὅτιεὐρεῖαν ἔχει ὄπα. Βροντητικὸς γὰρ ὁ αὐτὸς Ζεὺς καὶ ἐριβρεμέτης καὶ ἐρισμά1.218 ραγος. λέγεται δὲ καὶ διηχὴς ὑπὸ τῶν φυσικῶν. καὶ ∆ία μὲν οὕτως εὐρύοπαλέγει ὁ ποιητής. Ἥρα δὲ βοῶπις, ὡς μὲν ἀὴρ καὶ αὐτὴ ἔοικε τῇ βοῇ παρονομάζεσθαι διὰ τοὺς ἀερίους ἤχους· μυθικῶς δὲ ἡ λέξις ἔπαινός ἐστιν αὐτῆςὡς γυναικὸς διὰ τὸ κατὰ βοῦν μεγαλόφθαλμον· ἐξ οὗ καὶ κύριον ὄνομα Εὐρώπητέθειται. [Ὅρα δὲ ὡς νῦν μὲν ἀναλόγως κατὰ πτῶσιν αἰτιατικὴν ἔφη εὐρύοπα ∆ία· ὅτε δὲ εἴπῃ «εὐρύοπα Ζεύς», καινοσχημάτιστος ἐκείνη εὐθεῖα, ὡς προδεδήλωται, κατὰ αἰτιατικὴν καὶ κλητικὴν ἐκπεφωνημένη.] (ῃ. 499) Ὅτι λαβὼνὁ μῦθος ἐκ τῆς ἀληθείας τὸ τὸν ∆ία ἤτοι τὸν αἰθέρα ὑψηλότατον καὶ ὑπέρτατονεἶναι καθίζει ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τὸν μυθευόμενον ∆ία ἐν ἀκροτάτῃ κορυφῇπολυδειράδος Ὀλύμπου. Ἰστέον δὲ ὅτι, ὥσπερ κορυφὴ ὄρους μεταφορικῶς ἀπὸ τῆς τῶν ζῴων κορυφῆς, οὕτω καὶ δειρὴ ἡ ἐξοχὴ ἡ λήγουσα εἰς στενὸν ἀπὸ τῆςτῶν ζῴων δειρῆς. ὅθεν καὶ πολυδειρὰς Ὄλυμπος, τὸ ὄρος δηλαδὴ τὸ ἔχονπολλὰς ἐξοχάς. ὅτι δὲ καὶ πόδες ὄρους καὶ κνημοὶ καὶ ῥάχεις καὶ ἕτερα τοιαῦταἐκ τῶν ζωϊκῶν, ἀλλαχοῦ φανήσεται. [Ἡ δὲ κλίσις τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 139

τουτέστινἐπεὶ οὔτε λόγοις οὔτε ἔργοις ἐνέπρεπε, φθινύθεσκε φίλον κῆρ· ἐπόθει δὲ

ἀϋτήντε πόλεμόν τε. (ῃ. 490 ς.) Ὅρα δὲ ὅτι τὸν μὲν πόλεμον δίχα ἐπιθέτου ἐξήνεγκε·τὴν

δὲ ἀγορὰν ἐσέμνυνεν εἰπὼν αὐτὴν κυδιάνειραν, προτιθεὶς τὸν λόγον τῆς ἐνμάχαις

εὐδοκιμήσεως. (ῃ. 492) Ἀϋτὴ δὲ ἡ βοὴ παρὰ τὸ αὔω, τὸ φωνῶ. λαμβάνονται δὲ καὶ ἄμφω

ποτὲ ἐπὶ πολέμου. ἀϋτὴ γὰρ καὶ βοὴ πολλαχοῦ ἡ μάχη ἐκτοῦ παρακολουθοῦντος·

παρακολουθεῖ γὰρ ἡ μεγάλη βοὴ τῇ μάχῃ. διὸ καὶφύλοπις λέγεται ἐκ τῆς τῶν φύλων

ὀπὸς καὶ Ἐνυὼ δὲ ἀπὸ τοῦ ἐναύω, τὸ φωνῶ.(ῃ. 490) [Τὸ δὲ πωλέσκετο πολλαχοῦ

φανεῖται, ὅτι ἐκ τοῦ πέλω πόλος πωλῶ ἤγουν 1.217 ἀναστρέφομαι γίνεται κατὰ τὸ

τρέπω τρόπος τρωπῶ καὶ τὰ ὅμοια. μέλλων γὰρτοῦ πωλῶ πωλέσω, ἐξ οὗ τὸ πωλέσκω,

ὡς ἀρῶ ἀρέσω ἀρέσκω.] (ῃ. 493) Ὅτιαἱ διὰ τοῦ ˉοˉιˉο γενικαὶ κατὰ μὲν ἄλλους

Θετταλικαί, ὡς προείρηται, εἰσίν, ἐνδὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου Βοιωτῶν φέρονται

γλώττης, τοῖο, οἷο, καλοῖο. Ὅτι ἐν τῷ «δωδεκάτη ἐγένετο ἠώς» ἠῶ τὸ νυχθήμερον

λέγει. ποσαχῶς δὲ λέγεταιἠώς, ἐν Ὀδυσσείᾳ εἴρηται. (ῃ. 494) [Ὅτι τὸ «ἴσαν»

πληθυντικὸν τρίτον ῥῆμα ὧδε μὲν ἀντὶ τοῦ ἐπορεύθησαν, ἀλλαχοῦ δὲ ἀντὶ τοῦ

ἔγνωσαν, οἷον· «τὰ δ' οὐκἴσαν ὡς ἐτέτυκτο». τὸ δ' ἐνταῦθα «πρὸς Ὄλυμπον ἴσαν θεοί»]

(ῃ. 496) Ὅτι τὸ μὲν ἀπὸ βάθους ἀνελθεῖν ἀναδῦναι λέγεται. Θέτις οὖν ἀνεδύσετο κῦμα

θαλάσσης.τὸ δὲ ἐκεῖθεν ἀνωτέρω ἀναβῆναί φαμεν. ὥστε καὶ τὸ ἐξ οὐρανοῦ μὲν ἕως

τῆςθαλαττίας ἐπιφανείας καταβῆναί ἐστι, τὸ δὲ ἐκεῖθεν καταδῦναι. (ῃ. 497) Ὅτιοὐ

μόνον τὸν πρὸς ἑσπέραν καιρὸν οἶδεν ὁ ποιητὴς λιταῖς πρέποντα, ὡς ἐν τῇιʹ ῥαψῳδίᾳ

εὕρηται καὶ ἐν τῇ τοῦ Πριάμου ἱκετείᾳ καὶ ὅτε δὲ Ὀδυσσεὺς τὴν Ἀρήτην ἱκετεύει,

ὁπηνίκα αἱ ψυχαὶ πρὸς ἔλεον ἀνίενται, ἀλλὰ καὶ τὸν ὄρθρονἐπιτήδειον οἶδε τοῖς

γουναζομένοις εἰς ἔντευξιν διὰ τὸ νηφάλιον τοῦ καιροῦ. Θέτις γοῦν ὄρθρου τῷ ∆ιῒ

ἐντυγχάνει. φησὶ γὰρ ὁ ποιητής· «ἠερίη δ' ἀνέβημέγαν οὐρανὸν Οὔλυμπόν τε». τοῦτο δὲ

τρόπος ὑστερολογίας ἐστί. πρῶτον γὰρὑπεραναβῆναι δεῖ τὰς τοῦ Ὀλύμπου κορυφάς,

εἶτα τὸν ὑπὲρ τὰ νέφη τόπονκαταλαβεῖν οὐρανὸν καὶ αὐτὸν λεγόμενον ὁμωνύμως τῷ

στερεμνίῳ. Τὸ δέ «ἠερίη»,ἐὰν ἀντὶ τοῦ ὀρθρινή, ὡς εἴρηται, λαμβάνηται, πλεονασμὸν

ἔχει τοῦ ˉε. ἦρ γὰρὁ ὄρθρος καὶ κλίνεται ἦρος ἦρι, οἷον «ἦρι μάλα Ἑλλήσποντον

πλεούσας».ὅθεν καὶ ἠὼς ἠριγένεια, ὡς ἀλλαχοῦ εἴρηται. ἠρίη γοῦν ἡ ὀρθρινὴ καὶ

πλεονασμῷἠερίη, οἷον καὶ τὸ «ἠερίη γέ τοι παρέζετο καὶ λάβε γούνων». τινὲς δὲ ἠερίαν

τὴνἀερίαν νοοῦσιν· οὐ γὰρ ἔστιν εἰς οὐρανὸν κάτωθεν ἀνελθεῖν, εἰ μὴ διὰ μέσουἠέρος

ἤτοι ἀέρος. (ῃ. 498) Ὅτι εὐρύοπα τὸν ∆ία λέγει ἢ ὡς μεγαλόφθαλμονδιὰ τὸ προνοητικὸν

ἢ ὅτι εὐρὺ βλέπομεν διὰ τοῦ ἀέρος, ὅς ἐστι Ζεύς, ἢ ὅτιεὐρεῖαν ἔχει ὄπα. Βροντητικὸς γὰρ

ὁ αὐτὸς Ζεὺς καὶ ἐριβρεμέτης καὶ ἐρισμά1.218 ραγος. λέγεται δὲ καὶ διηχὴς ὑπὸ τῶν

φυσικῶν. καὶ ∆ία μὲν οὕτως εὐρύοπαλέγει ὁ ποιητής. Ἥρα δὲ βοῶπις, ὡς μὲν ἀὴρ καὶ

αὐτὴ ἔοικε τῇ βοῇ παρονομάζεσθαι διὰ τοὺς ἀερίους ἤχους· μυθικῶς δὲ ἡ λέξις ἔπαινός

ἐστιν αὐτῆςὡς γυναικὸς διὰ τὸ κατὰ βοῦν μεγαλόφθαλμον· ἐξ οὗ καὶ κύριον ὄνομα

Εὐρώπητέθειται. [Ὅρα δὲ ὡς νῦν μὲν ἀναλόγως κατὰ πτῶσιν αἰτιατικὴν ἔφη εὐρύοπα

∆ία· ὅτε δὲ εἴπῃ «εὐρύοπα Ζεύς», καινοσχημάτιστος ἐκείνη εὐθεῖα, ὡς προδεδήλωται,

κατὰ αἰτιατικὴν καὶ κλητικὴν ἐκπεφωνημένη.] (ῃ. 499) Ὅτι λαβὼνὁ μῦθος ἐκ τῆς

ἀληθείας τὸ τὸν ∆ία ἤτοι τὸν αἰθέρα ὑψηλότατον καὶ ὑπέρτατονεἶναι καθίζει ἐν τῇ

ῥαψῳδίᾳ ταύτῃ τὸν μυθευόμενον ∆ία ἐν ἀκροτάτῃ κορυφῇπολυδειράδος Ὀλύμπου.

Ἰστέον δὲ ὅτι, ὥσπερ κορυφὴ ὄρους μεταφορικῶς ἀπὸ τῆς τῶν ζῴων κορυφῆς, οὕτω καὶ

δειρὴ ἡ ἐξοχὴ ἡ λήγουσα εἰς στενὸν ἀπὸ τῆςτῶν ζῴων δειρῆς. ὅθεν καὶ πολυδειρὰς

Ὄλυμπος, τὸ ὄρος δηλαδὴ τὸ ἔχονπολλὰς ἐξοχάς. ὅτι δὲ καὶ πόδες ὄρους καὶ κνημοὶ καὶ

ῥάχεις καὶ ἕτερα τοιαῦταἐκ τῶν ζωϊκῶν, ἀλλαχοῦ φανήσεται. [Ἡ δὲ κλίσις τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

139

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!