18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

οὐκ ἀναγκαίως κεῖται τὸ λευκά.] Τὸ δέ «ἄνεμος πρῆσεν», ὅ ἐστινἐφύσησε, καὶ τὸ

«διαπρήσσουσα κέλευθον», ὅ ἐστι διαπερῶσα, παρήχησίς τίςἐστι καὶ αὐτὸ οὐ πάνυ

εὐχρηστουμένη. διὸ οὐδὲ ἐγγυτάτω κεῖνται αἱ λέξεις, 1.215 ἀλλὰ διΐστανται ἱκανῶς, ἵνα

μὴ πάνυ ἐκφανὴς ὁ τούτων ἦχος αὐτίκα γίνηται.[θέμα δὲ τοῦ πρῆσεν ἢ τὸ πρήθω ἢ τὸ

περῶ συγκοπέν, ἐξ οὗ καὶ τὸ πρήσσουσα.](ῃ. 482) Στεῖραν δὲ τὴν τρόπιν λέγει ἀπὸ τοῦ

στερρόν πλεονασμῷ τοῦ ˉι· ἐντεῦθενδὲ καὶ τὸ στεῖρα βοῦς ἢ γυνή. Σημείωσαι δὲ ὅτι τὸ

δειρή μέν, ὃ δηλοῖ τὸντράχηλον, ὀξύνεται τῇ διφθόγγῳ παραληγόμενον, ἀποβολῇ δὲ

τοῦ ˉι βαρύνεται·δέρη γὰρ βαρυτόνως φαμέν. τὸ μέντοι στείρη ἐναντίως ἔχει· δίχα μὲν

γὰρτοῦ ˉι λεγόμενον τάσιν ἔχει ὀξεῖαν, εἴπερ στερρὰν καὶ στερεὰν λέγομεν· μετὰ

δὲδιφθόγγου βαρύνεται. Πορφύρεον δὲ κῦμα ἀντὶ τοῦ μέλαν, ὥσπερ αἷμα πορφύρεον.

ἐοίκασι γάρ πως ἄμφω τὰ χρώματα, ἐπεὶ ἐγγὺς μελανίας ἐστὶ καὶ τὸπορφυροῦν. καὶ ἐπὶ

θαλάσσης δὲ τὸ πορφύρειν λέγεται, ἐξ οὗ καὶ τὸ ἐν βάθειδιανοεῖσθαι καὶ οἷον

κυμαίνεσθαι λογισμοῖς πορφύρειν λέγεται, οἷον «καρδίη δέοἱ πόρφυρε». [Τὸ δέ «μεγάλα

ἴαχε» ταὐτὸν ἂν ἐλάλει καὶ εἴπερ ἑνικῶς ἦν»μέγα ἴαχε». Τὸ δέ «νηὸς ἰούσης» χρήσιμον

εἰς νόησιν τῆς ἐΐσης νηός.] (ῃ. 483) Τὸ δέ «ἔθεε κατὰ κῦμα» τὸ ῥῆμά ἐστιν, ἐξ οὗ θοὴ

λέγεται ναῦς. (ῃ. 485) [Ὅτι ὕπεστι διαφορά τις τοῦ ἐρύειν καὶ τοῦ ἐρύεσθαι, εἴγε οἱ

Ἀχαιοὶ νῆα μὲν ἐπ' ἠπείροιο ἔρυσαν, τὰ δὲ πρὸ βραχέων ὀπτηθέντα ἐρύσαντο πάντα,

εἶτα δαίνυντο.](ῃ. 486) Ὅτι διττὸν τῇ νηῒ τὸ ὑψοῦ ἵστασθαι, ποτὲ μὲν ὑψοῦ ἐν νοτίῳ,

καθὰ ἐνὈδυσσείᾳ λέγεται, ὅτε δηλονότι ἐν ὕδατι ὥρμισται, ποτὲ δὲ ὑψοῦ ἐν

ψαμάθοις,ὅτε ἔξω ἑλκυσθῇ ἐπὶ ἠπείρου, ἔνθα καὶ τὰ μακρὰ ὑπ' αὐτῇ τανύονται ἕρματα.

Εἰσὶ δὲ νῦν ἕρματα τὰ ὑποκείμενα ταῖς ναυσὶν ἐκ ξύλων ἐρείσματα, ἐφ' ὧν αἱνῆες

ἐρείδονται, ἃ δὴ κατὰ τεχνικήν τινα γλῶτταν καλοῦσιν οἱ πολλοὶ φαλάγγια.καὶ ὤφειλε

μὲν ἡ λέξις ψιλοῦσθαι διὰ τὴν ἐκ τοῦ ἐρείσματος συγκοπήν, δασύνεται δὲ ἄλλως κανόνι

τοιούτῳ. Τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα δὲ εἰςˉρ ἐπιφερομένου τοῦ ˉμ

δασύνεται· ὅρμος, ἅρμα, ὁρμαθός. οὕτω δή, φασί, καὶ τὸἕρμα, πλὴν τοῦ ἄρμενον τὸ

ἁρμόδιον καὶ πλὴν τοῦ Ὄρμενος, κυρίου ὀνόματος.τὸ δὲ ἁρμοῖ ἐπίρρημα, ὃ δηλοῖ τὸ

νεωστί, διφορεῖται μὲν κατὰ τοὺς παλαιούς, 1.216 ἡ δὲ πλείων χρῆσις δασύνει αὐτὸ

[Συρακουσίων ὂν κατὰ τὸν Τεχνικόν. ἁρμὸςγάρ, φησίν, ἁρμοῦ ἁρμῷ καὶ συστολῇ ἁρμοῖ

κατὰ τὸ ἔξω ἐξοῖ καὶ ἔνδον ἐνδοῖπαρὰ Θεοκρίτῳ.] Ἰστέον δὲ ὅτι ἕρμα παρὰ τῷ ποιητῇ

καὶ κόσμος γυναικεῖοςἐνώτιος. φησὶ δέ που καὶ ἕρμα ὀδυνῶν τὸ ἐνέρεισμα. οἴδαμεν δὲ

καί τιναπλοίου ἔνθεσιν ἕρμα λεγομένην, ὅπερ ἡ μὴ ἔχουσα ναῦς ἀνερμάτιστος

λέγεται.Ὅτι δέ, καθὰ διχῶς τῆλε καὶ τηλοῦ καὶ ἄγχι καὶ ἀγχοῦ, οὕτω καὶ ὕψι καὶ

ὑψοῦλέγεται, δῆλόν ἐστιν. (ῃ. 485–7) [Ἐν τούτοις δὲ καὶ πλοίου καταγωγὴν εἰς

λιμέναἔφρασεν Ὅμηρος οὕτω· «νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσαν ὑψοῦ

ἐπὶψαμάθοισιν· ὑπὸ δ' ἕρματα μακρὰ τάνυσαν· αὐτοὶ δ' ἐσκίδναντο» καὶ ἑξῆς. Ὅραδὲ ὡς,

εἰ καὶ ψάμμος ἐν δυσὶ μῦ προφέρεται, ἀλλ' ἡ ψάμαθος, ὥσπερ καὶ ἡ ἄμαθοςἓν αὐτὸ ἔχει.

(ῃ. 486 ς.) Τοῦ δὲ σκίδναντο πρωτότυπον τὸ σκεδῶ σκίδνημι, ὡς καὶἀλλαχοῦ φανεῖται,

ὡς καὶ τοῦ πίλνατο τὸ πελῶ πίλνημι. τὸ δὲ σκεδῶ εὕρηταικαὶ δίχα τοῦ ˉσ καὶ ἀπ' αὐτοῦ

γίνεται τὸ κίδνασθαι καὶ τὸ ἀκιδνότερον. τοῦ δὲκεδῶ οὐ μόνον τὸ κεδάζω παράγωγον,

ὡς τοῦ σκεδῶ τὸ σκεδάζω καὶ τοῦ ἰσῶτὸ ἰσάζω, ἀλλὰ καὶ τὸ κεδαίω πρὸς ὁμοιότητα τοῦ

ἰσῶ ἰσαίω παρὰ Ἀράτῳ καὶτῶν ὁμοίων. Τὸ δὲ τάνυσαν πρὸς τὸ μακρά εἴρηται· ἄλλως δὲ

ἦν εἰπεῖν ἔθεντο.](ῃ. 488–92) Ὅτι τῷ ἐνεργεῖ καὶ ἐντρεχεῖ οὐ φορητὸν ἡ τοῦ καλοῦ

ἀργία. οὐ γὰρἀνέχεται ἀπρακτεῖν, ἀλλ' οἱονεὶ φθίνειν δοκεῖ, ἐπειδάν, κατὰ τὸν ποιητὴν

εἰπεῖν,μάθοι μὲν ἔμμεναι ἐσθλός, ἀεργὸς δὲ κάθηται. καὶ Ἀχιλλεὺς οὖν ἐν τῷ

μηνίειν,ἐπεὶ οὔτε εἰς ἀγορὰν πωλέσκετο κυδιάνειραν οὔτε ποτ' ἐς πόλεμον,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

138

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!