18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἑκάεργον· ὃ δὲ φρένα τέρπετ' ἀκούων», ἵνα ᾖ τὸμέλπειν μὲν ταὐτὸν τῷ ἀείδειν, τὸ δὲ

Ἑκάεργον ἴσον τῷ Παιήονα, τὸ δὲτέρπετ' ἀκούων διασαφητικὸν τοῦ καλὸν ἀείδειν.

πάντως γὰρ τὸ καλὸν τερπνόνἐστι καὶ τοῦ καλὸν ἀείδειν τέλος τὸ τέρπειν ἀκοήν. Ὅτι

δὲ Ἑκάεργος Ἀπόλλων ὁ ἕκαθεν εἴργων ὡς τοξότης ἢ ᾧ ἐχρησίμευσεν εἰς ἐκτροφὴν

γυνὴ Ἑκαέργηἢ ὁ ἕκαθεν ἐργαζόμενος τὰ περὶ γῆν ὡς ἥλιος, καθωμίληται τοῖς

παλαιοῖς.(ῃ. 472) [Τὸ δέ «μολπῇ ἱλάσκοντο» διαστολὴν ἔχει ἑτεροίων ἱλασμῶν,

ὁποῖοςπροεδηλώθη καὶ ὁ δι' ἑκατόμβης καὶ ἀποδόσεως τῆς Χρυσηΐδος. ὡς δὲ ὁφρένα

τερπόμενος ἐν τῷ ἀκούειν ἤδη καὶ ἱλάσκεται, δῆλόν ἐστι. καὶ ὅτι μέλπεινγίνεται παρὰ

τὸ μέλει ἕπεσθαι· καὶ ὅτι τὸ μολπῇ Ἀττικὸν ἦν, εἴπερ εὐθὺς παρέκειτο τὸ μέλπεσθαι, ἵνα

ἦν μολπῇ μέλποντες. (ῃ. 475) Ὅτι καὶ ἄλλως μὲνδῆλον ὡς φωτὸς στέρησίς ἐστι τὸ

σκότος–διὸ καὶ κνέφας λέγεται ὡς κενὸνφάους–Ὅμηρος δὲ σαφέστερον δηλοῖ αὐτὸ

εἰπών· «ἦμος δ' ἠέλιος κατέδυ καὶἐπὶ κνέφας ἦλθεν». (ῃ. 476) Ὅτι τὰ ἀπόγεια σχοινία

τῆς νεὼς οὐ μόνονπείσματα λέγονται ἀλλ' ἰδοὺ καὶ πρυμνήσια. «κοιμήσαντο γάρ»,

φησί, «παρὰπρυμνήσια νηός».] (ῃ. 477) Ὅτι τὸ ἠριγένεια καὶ ῥοδοδάκτυλος ἠώς

ἐπώνυμάεἰσι τῆς πρωϊνῆς ἡμερινῆς καταστάσεως. καὶ οὐκ ἔστιν ἠῶ νοῆσαι τὴν

πρωΐανσαφῶς, ἐὰν μὴ καὶ κροκόπεπλος λεχθείη ἢ ἠριγένεια ἢ ῥοδοδάκτυλος. ἐγράφηδὲ

περὶ τούτου εἰς τὰ τῆς Ὀδυσσείας ἐντελῶς. ἐνταῦθα δὲ τοῦτο μόνον προσθετέον, ὅτι

ῥοδοδάκτυλος ἠὼς κατὰ τοὺς παλαιοὺς διὰ τὸ πυρῶδες τοῦ ἀέρος περὶἀνατολὰς ἡλίου.

ἀκριβέστερα δὲ τὰ ἐν τῇ Ὀδυσσείᾳ γραφέντα. (ῃ. 478) Ὅτι ὥσπερ ἀναβαίνειν, οὕτω καὶ

ἀνάγεσθαι τὸ ἐκ τοῦ λιμένος ἀναπλέειν· οὗ τὸἀνάπαλιν καταπλέειν τε καὶ κατάγεσθαι

ὡς ἄνω γῆς κειμένου καὶ οὕτωςἀναβαινομένου τοῦ πλεομένου ὕδατος διὰ τὸ ὑψοῦ

κεῖσθαι, καθὰ μετ' ὀλίγα ἐντῷ «ὑψοῦ ἐν νοτίῳ» δηλοῖ ὁ ποιητής. [Ἰστέον δὲ ὡς τὸ

«ἀνάγοντο μετὰ στρατὸνεὐρὺν Ἀχαιῶν» συγκροτεῖ τὸ εἶναι τὸν Ἀγαμέμνονα

εὐρυκρείοντα. πάντως1.214 γὰρ τοιοῦτός ἐστι βασιλεύς, ᾧ εὐρὺς εἴκει λαός.] (ῃ. 479)

Ὅτι ἐν τῷ «ἴκμενονοὖρον ἵει ἑκάεργος Ἀπόλλων» ἤγουν ἥλιος, λελύσθαι τε τὸν λοιμὸν

ὁ ποιητὴςἐμφαίνει· λοιμοῦ γὰρ στυγνότητα διασκεδάννυσιν ἄνεμος· καὶ φύσιν δὲ

ἀνέμουδιδάσκει, ὃς ἐξ ἰκμάδος ὑδάτων ἀτμιζομένης ὑπὸ ἡλίου γίνεται. διὸ καὶ ἐνἄλλοις

φησίν· «ἀνέμων μένος ὑγρὸν ἀέντων». ὑγρότης γὰρ ὑλικὸν ἀνέμουαἴτιον, ὅθεν καὶ

ψιλοῦται τὸ ἴκμενος ἀπὸ τῆς ἰκμάδος. ὅτι δὲ καὶ δασύνεταιπαρὰ τὸ ἱκέσθαι ὡς οἱονεὶ

ἱκόμενός τις ὢν ἤγουν ἐπιτήδειος εἰς τὸ ἱκέσθαι,λέγουσι καὶ αὐτὸ οἱ παλαιοί, [ἵνα

προσφυῶς ὁμοῦ εἴη τὸ ἵκμενος καὶ τὸ οὖρος,ὁ μὲν παρὰ τὸ ἱκέσθαι ὤν, ὁ δὲ παρὰ τὸ

ὀρούειν, Ἰωνικῇ ἐπενθέσει τοῦ ˉυ. ὁ δὲτοιοῦτος ἄνεμος εἴη ἂν Ὁμηρικῶς εἰπεῖν καὶ

πλησίστιος, οὗ πρὸς ὁμοιότηταεἴρηκέ τις καὶ ἄρτον πλησίγναθον, ὥσπερ αὖ πάλιν πρὸς

τοῦτο εἴρηται ὁφυσίγναθος.] (ῃ. 480–2) Ὅτι διασκευάζων ὁ ποιητὴς καὶ οἷον

ἐκφράζωνἀνάπλου εὔπλοιάν φησιν· «οἳ δ' ἱστὸν στήσαντο ἀνά θ' ἱστία λευκὰ

πέτασαν·ἐν δ' ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλ'

ἴαχενηὸς ἰούσης· ἣ δ' ἔθεε κατὰ κῦμα διαπρήσσουσα κέλευθον». καὶ ὅρα ὅπως ἐνμὲν τῇ

στάσει τοῦ ἱστοῦ καὶ τῇ ἐκπετάσει τῶν ἱστίων λεία ἐστὶν ἡ φράσις τῷποιητῇ, ἐν δὲ τοῖς

ἑξῆς ἐτράχυνε τὴν φωνὴν τῇ τε ὀνοματοποιΐᾳ τοῦ ἴαχε καὶτῷ συχνῷ ῥοίζῳ τοῦ ˉρ τὸν

τραχὺν ἦχον τοῦ πλοῦ μιμούμενος. ἔστι δὲ τὸ μέν»ἱστὸν ἐστήσαντο» τρόπος

ἐτυμολογικός, ὡς καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱστὸνστησαμένη ὕφαινεν». ἑκάτερος γὰρ ἱστὸς ἐκ

τοῦ ἵστασθαι λέγεται. τοιοῦτο δὲ καὶτὸ «μολπῇ μέλποντες». Τὸ δὲ ἱστία παρηχεῖται πρὸς

τὸν ἱστόν. Τὸ δέ «ἱστίαλευκὰ πέτασαν» δηλοῖ μὲν τὸ ἀνεπέτασαν καὶ ἥπλωσαν· ἀρχὴ δὲ

γέγονε τοῦπτερὰ νηὸς καὶ τὰ ἱστία λέγεσθαι. διαπετάννυνται γὰρ καὶ ὠκύτητός εἰσιν

αἴτια,ὥσπερ τὰ πτερὰ τοῖς πτηνοῖς, οὕτω καὶ αὐτὰ ταῖς ναυσί. [κατὰ τὸ παρέλκονδὲ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

137

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!