18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

πινομένου ὑγροῦ καὶ τοῦ πότου ἤγουν τοῦ συμποσίου. τὸ μὲνγὰρ ὀξύνεται, ὁ δὲ πότος

βαρύνεται. (ῃ. 471) Ὅτι ὥσπερ στρέφω καὶ ἐξαὐτοῦ στρόφος καὶ ἀπ' αὐτοῦ τὸ στρωφῶ

κατὰ ἔκτασιν καὶ δηλοῖ τὸ στρέφω,οὕτω τρέπω τρόπος τρωπῶ, τρέχω τρόχος τρωχῶ καὶ

νέμω νόμος νωμῶ, τὸπαρέχω, ἐξ αὐτοῦ δὲ καὶ τὸ κινῶ. ὡσαύτως καὶ πέλω πόλος πωλῶ,

τὸ ἀναστρέφομαι. καὶ αὐτὸ γὰρ καὶ τὸ πωλέσκω διὰ τὸν τοιοῦτον κανόνα

μεγεθύνονταιπαρὰ τῷ ποιητῇ. [Περὶ δὲ τοῦ παλιντροπάασθαι καὶ τοῦ τροχάζειν καὶ

τοῦδέμω δόμος δομῶ, μένω μόνος μονῶ καὶ ἑτέρων τοιούτων εὐλόγως

ἀπορουμένωνζητητέον ἐν ἄλλοις.] (ῃ. 472–4) Ὅτι ᾠδαὶ διάφοροι παρὰ τῷ ποιητῇ· αἱ

μὲνἐπὶ θείοις, οἷον «οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν

ἀείδοντες»,μέλποντες, «ὃ δὲ φρένα τέρπετ' ἀκούων». οἰκεῖος δὲ ὁ λόγος ἐπὶ

ἐνδελεχοῦςθείας μολπῆς. ἕτεραι δὲ ᾠδαὶ ἔν τε γάμοις καὶ εἰλαπίναις καὶ ἁπλῶς ἐν

εὐωχίαις,ὁποία ἡ ἐν τῇ Ὁπλοποιΐᾳ μουσικὴ καὶ ἡ παρὰ τοῖς μνηστῆρσί τε καὶ τοῖς

Φαίαξιν. Ἀχιλλεὺς δὲ προϊόντος τοῦ λόγου ἄλλον τρόπον μεταχειρίζεται τὴν ᾠδὴν

ἀείδων κλέα ἀνδρῶν. εἰσὶ δὲ καὶ πενθητήριοι ᾠδαὶ καὶ ἀοιδοὶ θρήνωνἔξαρχοι παρὰ τῷ

ποιητῇ. ὅλως δέ, ὡς οἱ παλαιοὶ σημειοῦνται, πέντε εἰσὶνᾠδαὶ παρὰ τοῖς ἥρωσι·

σωφρονιστική, ὁποία ἡ τοῦ τῇ Κλυταιμνήστρᾳ συνόντοςἀοιδοῦ· ἐγκωμιαστική, ὡς ἡ

ῥηθεῖσα τοῦ Ἀχιλλέως· θρηνητική· ὀρχηματική,ὡς ἡ τοῦ νεανίου τοῦ ἐν τῇ Ὁπλοποιΐᾳ

ᾄδοντος· καὶ παιανική, ὁποία ἐστὶν ἡ νῦν 1.212 αὕτη παρὰ τῷ ποιητῇ. φησὶ γάρ. «καλὸν

ἀείδοντες παιήονα». ἔστι δὲ παιήωνὕμνος τις, φασίν, εἰς Ἀπόλλωνα οὐ μόνον ἐπὶ

παύσει λοιμοῦ, ὡς ἄρτι, ᾀδόμενος,ἀλλὰ καὶ ἐπὶ παύσει πολέμου, ὡς ἐν τοῖς ὕστερον

φανήσεται παρ' αὐτῷ τῷποιητῇ· πολλάκις δὲ καὶ προσδοκωμένου τινὸς δεινοῦ

ᾀδόμενος. καὶ ὁ μὲνποιητὴς παιήονα τοῦτον καλεῖ· οἱ δὲ μετ' αὐτὸν καὶ παιῶνα, ἐξ οὗ

καὶ ῥῆμαπαιωνίζειν. ἔτι δὲ καὶ παιᾶνα, ἐξ οὗ καὶ οἱ παιᾶνες καὶ τὸ τούτου ῥῆμα

παιανίζειν.γίνονται δὲ αἱ τοιαῦται λέξεις ἐκ τοῦ παίω, τὸ θεραπεύω, αὐτὸ δὲ ἐκ

τοῦπαύω τροπῇ τοῦ διχρόνου εἰς δίχρονον, ἐπεὶ ἐπὶ καταπαύσει κακοῦ τινος ὁτοιοῦτος

ὕμνος ἐξεύρηται. Ἔστι δὲ καὶ Παιήων ὄνομα ἰατροῦ τοῦ παρὰ θεοῖς,ὡς ἐν τοῖς ἑξῆς

ῥηθήσεται. ἐτυμολογεῖται δὲ καὶ αὐτὸ ὁμοίως, ἐπεὶ θεραπευτικὸνκαὶ καταπαυστικὸν

κακοῦ τὸ τῶν Ἀσκληπιαδῶν φῦλον. τὸν δὲ ῥηθέντα ἰατρὸν Παιήονά τινες τὸν αὐτὸν

εἶναι νομίζουσι τῷ Ἀπόλλωνι. διὸ καὶ ἐνταῦθα στίζοντες εἰς τὸ «καλὸν ἀείδοντες»

ἐπάγουσι· «Παιήονα μέλποντες ἑκάεργον» ἀντὶ τοῦ ὕμνον ᾄδοντες εἰς τὸν Παιήονα

Ἀπόλλωνα. οὐκ ἀρέσκει δὲτοῦτο τοῖς ἀκριβεστέροις· ἀντιλέγεται γάρ. [Ὥσπερ δὲ παίω

παιήσω ἐπὶ τοῦτύπτω κατὰ τὸ «τοιαῖσδε σφενδόναις παιήσομεν», οὕτως ἴσως καὶ

παίωπαιήσω ἐπὶ θεραπείας, ἐξ οὗ ὁ Παιήων. ὅθεν κατὰ συστολὴν Παιάων, εἶταὥσπερ

Ἀλκμάων Ἀλκμᾶν παρὰ Πινδάρῳ, οὕτω Παιάων Παιάν. ὁ δὲ Παιήων συγκοπεὶς Παιών

γίνεται, ὡς τὸ «ἰὴ Παιών» καὶ «Παιῶνος εὐμενοῦς τυχών».ὅθεν καὶ παιωνία

θεραπευτικὴ βοτάνη. δοκεῖ δὲ ὁ Παιὼν ἀναλογεῖν κατά τεὀξυτόνησιν καὶ φυλακὴν τοῦ

ˉαˉι τῆς εὐθείας διόλου πρὸς τὸ αἰών καὶ Ληναιώνκαὶ τοὺς λοιποὺς Ἀττικοὺς μῆνας καὶ

πρὸς διαστολὴν δὲ τοῦ Παίων Παίονοςβαρυτόνου ἐθνικοῦ καὶ κυρίου ὀξύνεσθαι αὐτὸς

καὶ τὸ ˉω τῆς ληγούσης ἐν ταῖςἐφεξῆς πλαγίαις τηρεῖν. ὁ μέντοι παίων βαρύνεται καὶ

συστέλλει τὸ ˉω κατὰ τὰςπλαγίας ὡς οἷά τι μετοχικόν. καθάπερ γὰρ ὁ Ἰάσων τὸ κύριον

ἐκπέφευγε τῇμετὰ τοῦ ˉν μόνου κλίσει τὴν μετοχικὴν σύγκρουσιν, οὕτω καὶ ὁ Παίων

τὸκύριον καὶ τὸ κατ' ἔθνος. παίων μὲν γὰρ παίοντος μετοχή, Παίων δὲ Παίονοςὄνομα,

ἐξ οὗ καὶ Παιονία χώρα. ἐνθυμητέον δ' ἐνταῦθα καὶ τὸ «παιωνία χείρ», 1.213 ὅ ἐστι

θεραπευτική, καὶ τὸ «καί μοι θάνατος παιὰν ἔλθοι».] (ῃ. 474) Ἰστέον δὲκαὶ ὅτι τοῦ

«καλὸν ἀείδοντες Παιήονα» ἐφερμηνευτικὸν Ὅμηρος ἐπάγειεὐθὺς τὸ «μέλποντες

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

136

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!