18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γράμμασιν, ὥσπερ ὀβελὸς μέλας ἀπὸ σιδήρου, καὶ ἠμαύρωσεναὐτά. ὃ καὶ λέγεται

μεταφορικῶς ὀβελίζειν. [Ἰστέον δὲ ὅτι τὴν τῶν σπλάγχνωνοἰκονομίαν ἐν ἄλλοις οὕτω

φράζει ὁ ποιητής· «σπλάγχνα δ' ἂρ ἀμπείραντεςὑπείρεχον Ἡφαίστοιο».] (ῃ. 467) Ὅτι

πόνος παρὰ τῷ ποιητῇ ἡ ἐνέργεια, ὡς καὶ ἐν τῷ «αὐτὰρ ἐπεὶ ἐπαύσαντο πόνου», ὅπερ

ἐφερμηνεύων φησί· «τετύκοντότε δαῖτα». οἱονεὶ γάρ φησιν, ὅτι πόνος νῦν ἡ ἑτοιμασία

τῆς δαιτός. τίθησι δέποτε τὴν λέξιν καὶ ἐπὶ κακοπαθείας. Τὸ δὲ τετύκοντο οὕτω γίνεται.

ἔστι ῥῆματεύχω δηλοῦν τὸ κατασκευάζω· οὗ κινηθέντος εἰς δεύτερον ἀόριστον γίνεται

τὸἔτυχον καὶ Ἰωνικῶς ἔτυκον–ἐξ οὗ καὶ τυκίζω τὸ κτίζω καὶ τυκίον

ἐργαλεῖονοἰκοδομικόν–καὶ ἐκ τούτου μέσος ἀόριστος Ἰωνικὸς τετυκόμην, οὗ τὸ

τρίτονπληθυντικὸν τετύκοντο ἀντὶ τοῦ ἐποίησαν, κατεσκεύασαν. (ῃ. 468 ς.)

Ὅτιἀνοίκειον ἐλευθέροις μέχρι κόρου ἐσθίειν καί, ὡς οἱ παλαιοί φασι, δουλοπρεπές.

1.210 τὰ γοῦν σεμνὰ πρόσωπα ὁ ποιητὴς ἐσθίειν φησίν, ἕως οὐκέτι «θυμὸς

ἐδεύετοδαιτὸς ἐΐσης» καὶ ἕως «πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο» ἤγουν ἕως

ἐξεπλήρωσαντὴν τοῦ φαγεῖν καὶ πιεῖν ἔφεσιν. ἐξέντο γὰρ τὸ ἐξεπλήρωσαν παρὰ τὸ ἕω

τὸπληρῶ, ἐξ οὗ καὶ τὸ ὅλος. ἀφ' οὗ παράγωγον ἕημι, οὗ δεύτερος ἀόριστος ἧν, ὁμέσος

ἥμην, τρίτον πληθυντικὸν ἧντο καὶ Ἰωνικῶς ἕντο. ἀπὸ δὲ τοῦ τοιούτουἕημι καὶ τὸ «ἐξ

ἔρον εἷναι» παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς ἀντὶ τοῦ ἐκπλῆσαι τὸνἔρον δασυνομένης καὶ

ἐκεῖ τῆς ἀρχούσης τοῦ εἷναι. ἐξ αὐτοῦ δὲ καὶ τὸ «ἐπεί χ'ἑῶμεν πολέμοιο» ἀντὶ τοῦ

ἐπειδὰν πληρωθῶμεν καὶ κορεσθῶμεν μάχης. Τὸ δὲἔρον Αἰολικόν ἐστι καὶ εὕρηται

αὐτοῦ εὐθεῖα παρὰ τῷ ποιητῇ καὶ παρὰ τῷἩσιόδῳ δὲ ἐν τῇ Θεογονίᾳ· κεῖται δὲ καὶ παρὰ

Κοΐντῳ ἐν τῷ «πολέμου δ'ἔρος ἔμπεσε θυμῷ». τὸ δὲ λέγειν ὅτι διαφορά τίς ἐστι τοῦ ἔρος

τοῦ γραφομένουδιὰ τοῦ ˉο μικροῦ καὶ τοῦ διὰ τοῦ ˉω μεγάλου, ὅτι τὸ μὲν ἐπὶ τῆς

πάντων τῶνἄλλων ἐφέσεως λέγεται, τὸ δὲ διὰ τοῦ ˉω μεγάλου ἐπὶ τῶν κατὰ τὴν

Ἀφροδίτηνἐρώτων, οὐκ ἀποδέχονται οἱ παλαιοί, οἷα τὸν ποιητὴν εὑρίσκοντες ἐν τῷ

«οὐγάρ πώ ποτέ με θεᾶς ἔρος οὐδὲ γυναικός», σμικρύνοντα μὲν τὴν λέξιν, τιθένταδὲ

αὐτὴν ἐπὶ σωματικοῦ ἔρωτος. ἐκεῖνο οὖν μᾶλλον ῥητέον, ὅτι Αἰολικὸν μὲν τὸδιὰ τοῦ ˉο

μικροῦ, Ἀττικὸν δὲ καὶ Ὁμήρου ὕστερον τὸ διὰ τοῦ ˉω μεγάλου κατὰ ἔκτασιν ἀπὸ

τούτου γενόμενον, ὡς καὶ ὁ παρ' Ὁμήρῳ κάλος ἤγουν σχοῖνοςἐκταθεὶς παρὰ Ἀττικοῖς

τοὺς κάλωας ἔκλινεν. εὕρηται δὲ καὶ ὁ λαγός συστέλλωντὴν λήγουσαν, ὡς δηλοῖ καὶ ὁ

Ἀθήναιος. καὶ τὸ γελοῖον δὲ τοιοῦτόν τι εἰς τὸνγέλων παραδηλοῖ· ἀπὸ γὰρ τοῦ γέλως

γέλωτος γελῷον ὤφειλεν εἶναι, τὸ δὲγελοῖον ἀπὸ συστολῆς γενέσθαι φαίνεται, ὡς τὸ

ἄλλος ἀλλοῖος καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι τὴν πόσιν ἐνταῦθα τῆς ἐδητύος προέθετο,

τάχα μὲν καὶ ἐκ τοῦπαρατυχόντος, ἴσως δὲ καὶ ὅτι βιαιότερον ἡ δίψα τῆς πείνης. διὸ καὶ

τὸ τοῦἀναγκαίου θεραπευτικὸν τὴν πόσιν τῆς ἐδητύος προέθετο. [Θέμα δὲ τῆς

ἐδητύοςοὐ τὸ ἐδῶ ἐδέσω, ἐξ οὗ τὸ ἐδεστόν, ἀλλὰ τὸ ἐδῶ ἐδήσω ἄχρηστον. ὅθεν ἴσωςκαὶ

ἡ ἐδηδοκώς μετοχὴ ἐπενθέσει τῆς ˉδˉο συλλαβῆς, ὡς ὑπεμφαίνει καὶ τὸ»λέων κατὰ

ταῦρον ἐδηδώς». ἐκεῖνο δὲ μέσος Ἀττικός ἐστι παρακείμενος τοῦ 1.211 ἔδω. ὡς δὲ ἐΐση

δαίς ἡ κατὰ ἰσότητα ἢ διὰ παντὸς ἰοῦσα τοῦ σώματος πλεονασμῷτοῦ ˉε καὶ ὡς καὶ νηός

ἐστιν ἡ τοιαύτη λέξις ἐπίθετον, οὐ κεῖται εἰς ἀμάρτυρον.](ῃ. 470) Ὅτι τὸ τοὺς κρατῆρας

ἐπιστέψασθαι ποτοῖο τὸ ἐπιχειλεῖς ποιῆσαιαὐτοὺς καὶ μέχρι στεφάνης, ὅ ἐστι χείλους,

πληρῶσαι δηλοῖ. ὃ καὶ παρὰ τῷ Χρυσολόγῳ εὕρηται εἰπόντι «κρατῆρας ἐστεμμένους

οἴνου», ὅπερ ἡ ποίησιςκρατῆρας ἐπιστεφέας οἴνου φησίν. ὥσπερ δὲ ἀνωτέρω οἱ νέοι

ἔχον πεμπώβολα,οὕτω κἀνταῦθα κοῦροι κρητῆρας ἐπεστέψαντο ποτοῖο. νεωτέρων γὰρ

αἱτοιαῦται ὑπηρεσίαι. διὸ καὶ μέχρι νῦν τοὺς ἐν τοιούτοις καθυπουργοῦνταςπαῖδας καὶ

παιδίσκας φαμέν. ὡς δὲ τὸ γένος, οὕτω καὶ ὁ τόνος διάφορος τοῦποτοῦ ἤτοι τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

135

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!