18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τούτοις ἐκ τῶν προχείρων ζῴων.ἡ δὲ τρυφὴ πάνυ μακρὰν αὐτῶν ἀπεσκήνου.

ἰχθυοφαγίαν δὲ καὶ θήραν ὀρνίθωνὁ λιμὸς ἀναγκάζων ἐσχεδίαζεν, ὡς ἐν Ὀδυσσείᾳ

φαίνεται. Τὸ δὲ περιφραδέωςὀπτᾶν ταὐτόν ἐστι τῷ ἐπιστημόνως. ἐμπειρίας γάρ, φασί,

χρεία τοῖς ὀπτῶσικαὶ ἐποπτείας συχνοτέρας ἤπερ τοῖς ἕψουσι. διὸ καὶ τὸ ὀπτᾶν ὡς ἀπὸ

τῆςτοιαύτης ἐποπτείας εἴρηται, [καθὰ καὶ τὸ ὀπταίνω ἄχρηστον, ἀφ' οὗ τὸ ὀπτανεῖον.]

Ἀττικοὶ δὲ ἀπανθρακίζειν τὸ ὀπτᾶν λέγουσιν, ὡς δηλοῖ καὶ ὁ Κωμικός.δῆλον δὲ ὅτι τοῦ

περιφραδέως προϋπάρχει τὸ φραδής φραδέος ἀπὸ τοῦ φράζω,ὡς τὸ «φραδέος νόου ἔργα

τέτυκται». [ὅθεν σύνθετον ὁ παρὰ Σοφοκλεῖ ἀριφραδὴςἀνήρ καὶ ὁ πρὸς διαστολὴν

αὐτοῦ βαρυνόμενος Ἀριφράδης τὸ κύριον. (ῃ. 458)Ἰστέον δὲ ὅτι ἐν τῷ «αὐτὰρ ἐπεί ῥ'

εὔξαντο» κατὰ προσπάθειαν Ὁμηρικὴν κεῖται συναλιφεὶς ὁ ˉῥˉα σύνδεσμος. πάνυ γὰρ

αὐτῷ χαίρει ὁ ποιητὴς καὶ γέμειαὐτοῦ διὰ παντὸς ἡ τούτου γραφή, ὡς οἷα τῷ τοιούτῳ

ῥῶ χαίροντος κατὰ τοὺς 1.208 ἐν τῇ Βοιωτίᾳ εἰρησομένους Ἐρετριεῖς. Τὸ δέ «εὔξαντο»

καὶ ὅσα τοιαῦτα,εἰσὶ μὲν Ἀττικῶς ἀναύξητα, κεκοίνωται δὲ πλέον ἤπερ τὰ μετὰ

αὐξήσεωςκοινά. (ῃ. 459) Τὸ δέ «πρῶτα» πεπλήθυνται κἀνταῦθα κείμενον

ἐπιρρηματικῶςἀντὶ τοῦ πρῶτον. (ῃ. 461) Τοῦ δέ «δίπτυχα» θέμα τὸ πτύσσω, καθὰ καὶ

τοῦ πτύξπτυχός καὶ τοῦ πολύπτυχος. πρωτότυπον δὲ τοῦ πτύσσω τὸ πτῶ, ἐξ οὗ

καὶπτήσσω τὸ κατὰ φόβον συστέλλομαι.] (ῃ. 462) Αἶθοψ δ' οἶνος ὁ οἷον ἐπικεκαυμένος

τὴν ὄψιν ἤτοι μέλας ἢ ἐρυθρός, ὁποίαν σύνθεσιν ἔχει καὶ ὁ Αἰθίοψτὸ ἐθνικὸν διαφέρων

κατὰ μόνον τὸ τρισυλλαβεῖν, ἢ καὶ ὁ θερμὸς καὶ ἐκκαίωνπαρὰ τὸ αἴθω. (ῃ. 463) [Τοῦ δὲ

λείβειν οἶνον καιρὸς οὐ μόνον ὁ κατὰ θυσίαςἀλλὰ καὶ ὁ κατ' ἀρχὴν ὁδοιπορίας καὶ

ἀπόπλου καὶ ὕπνου καὶ ξενίας καὶ ὅσατοιαῦτα.] Ἐν δὲ τῷ «νέοι δὲ παρ' αὐτὸν ἔχον

πεμπώβολα χερσί» φασὶν οἱπαλαιοί, ὡς οἱ μὲν ἄλλοι τρισὶν ἔπειρον ὀβελοῖς, οἳ λέγοιντο

ἂν τριώβολα·μόνοι δὲ οἱ Κυμαῖοι–Αἰολικὸν δὲ οὗτοι ἔθνος–πεμπωβόλοις ἐχρῶντο.ἔστι

δὲ ἡ τοῦ πεμπωβόλου λέξις Αἰολική, καθὰ καὶ ἡ χρῆσις. πέμπε γὰρ οἱ Αἰολεῖς τὰ πέντε

φασίν· ὅθεν καὶ πεμπάζειν κυρίως τὸ κατὰ πεντάδας ἀριθμεῖν,ἐξ οὗ ἀναπεμπάζειν

μεταφορικῶς τὸ ἀναμετρεῖν καὶ ἀναλογίζεσθαι. ἔοικε δὲ τὸπαρὰ τοῖς Κυμαίοις τοῦτο

πεμπώβολον δακτύλοις πτύου λικμητικοῦ ἢ ὀδοῦσιτριαίνης, οἷς ἐνεπείρετο τὸ

ὀπτώμενον. Ὅρα δὲ ὅπως τὸ μὲν ἁπλοῦν ὀβελός διὰτοῦ ˉε παρὰ τὸ βέλος, τὸ δὲ ἐξ αὐτοῦ

σύνθετον διὰ τοῦ ˉο ἀπὸ τῆς βολῆς·πεμπώβολον γάρ. καὶ οὕτω μὲν τὸ πεμπώβολον

λέξις Αἰολικὴ καὶ δηλοῖ ἐργαλεῖόν τι μαγειρικὸν πενταδάκτυλον καί, ὡς ἄν τις

ἰδιωτευόμενος εἴπῃ, πεντάσουβλον. εἰ δέ τις εἴπῃ πεντώβολον, παρήγαγε μὲν τὴν λέξιν,

ὥσπερ καὶ τὸπεμπώβολον, οὐκέτι δὲ ἀφῆκεν αὐτὴν Αἰολικὴν εἶναι, ἀλλὰ διαλέκτου

Ἀτθίδοςαὐτὴν ποιεῖ. καὶ δηλοῖ τοὺς πέντε ὀβολούς, ὥσπερ τοὺς τρεῖς τὸ τριώβολον

καὶτοὺς δύο τὸ διώβολον. ἔοικε δὲ παρὰ μὲν τῷ ποιητῇ ταὐτοδύναμα εἶναι ὁὀβολὸς καὶ

ὁ ὀβελός, σκεῦός τι μαγείρου ἐν τῷ ἄκρῳ ὀξὺ καὶ βάλλειν δυνάμενονκαὶ βολὴν ὡς

βέλους ποιεῖν· παρὰ μέντοι τοῖς ὕστερον μεγάλην ἔσχον διαφοράν,οἵπερ ὀβελὸν μὲν διὰ

τοῦ ˉε τὸν αὐτὸν λέγουσι τῷ ποιητῇ, τὸν μαγειρικόν,ὀβολὸν δὲ σιδήρου τι ἔλασμα

ἔλεγον σχῆμα μέν πως ἔχον ὀβελοῦ, οὐ μὴν καὶ εἰςπάντῃ ὀξὺ λῆγον. οὕτω δὲ ἁδρὸν ἦν

τῇ παχύτητι ἐκεῖνο τὸ ἔλασμα τοῦ ὀβολοῦ, 1.209 ὥστε ὀβολοὶ ἓξ τὴν δράκα ἐπλήρουν

καὶ τοῦτο ἐλέγετο δραχμή, ὀβολῶντοιούτων ἑξάς, ὅσων ἐπιδεδράχθαι δύναται χείρ. οἱ

δὲ τοιοῦτοι, ὡς εἰκός,ὀβολοὶ χρόνῳ τοῦ ὕψους ὑποσπώμενοι καὶ κατὰ μικρὸν

ὑποκαταβαίνοντεςτοὺς ὕστερον ταπεινοὺς καὶ πετηλώδεις καί, ὡς ἄν τις ἐρεῖ, ἐπιπέδους

ἐποίησανὀβολοὺς τοὺς λεγομένους φόλλεις. Ἀπὸ δὲ τοῦ Ὁμηρικοῦ ὀβελοῦ καὶ τὸ

γραφικὸν σημεῖον μετήνεκται ὁ ὀβελός, ὅς ἐστι γραμμή τις εὐθεῖα προτιθεμένημὲν

στίχων ἤτοι ὀρδίνων ἔξω, ἀπαιτοῦσα δὲ τὸν θεατὴν δοκεῖν, ὅτι ῥυεῖσαἐπέπεσε τοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

134

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!