Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὑγρᾶς τῆς θεωρουμένης πρώτωςμὲν ἐν ὕδατι, δευτέρως δὲ καὶ ἐν οἴνῳ, ἀπαρχὰς οἱονεὶ τῆς ὅλης ζῳογόνουτροφῆς εὐχαρίστως οἱ παλαιοὶ τούς τε οὐλοχύτας ἐν ταῖς θυσίαις προεβάλλοντοἀπὸ ξηρᾶς τινος τροφῆς, ἀλλὰ μὴν καὶ τὰς σπονδὰς ἐν ἄλλοτε ἄλλῳ ὑγρῷγινομένας πρὸς τοὺς καιρούς. μετὰ δὲ τοὺς οὐλοχύτας αἱ θυσίαι καὶ ἡ ἐναὐταῖς κρεωφαγία, διότι καὶ μετὰ τὴν τῶν ἀναγκαίων τροφῶν εὕρεσιν ἡ τῆςκρεωδαισίας πολυτέλεια καὶ τὸ τῆς τρυφῆς ἐπείσακτον εὕρηται. δεῖ δὲ εἰδέναι,ὅτι τινὲς παντελῶς ἑτέραν τραπόμενοι οὐ θύματα ἢ προθύματα ἢ προβολὴνθυμάτων τοὺς οὐλοχύτας φασίν, ἀλλ' αὐτὰ τὰ κανᾶ, εἴτ' οὖν τὰ ἀγγεῖα, δι' ὧν αἱοὐλαὶ χέονται, οὐλὰς νοοῦντες ἀπὸ μέρους, καθὰ καὶ ὁ ∆ίων ἔφρασε, τὸ μῖγμα τὸἐκ κριθῆς καὶ ἁλῶν. αἱ δὲ οὐλαὶ ὀξύνονται πρὸς διαστολὴν τοῦ οὖλαι τρίχες,εἰ καὶ ἄλλως συμπίπτουσι ταῖς τραυματικαῖς οὐλαῖς. (ῃ. 450) Ὅτι χεῖραςἀνασχών ἀντὶ τοῦ ἀνατείνας εἰς εὐχήν. λέγεται δὲ τὸ ἀνασχεῖν καὶ ἐπὶ ἀνατολῆς·ἀνίσχειν γὰρ ὁ ἥλιος καὶ ἀνασχεῖν λέγεται. Τὸ δέ «χεῖρας ἀνασχών» ἐν ἄλλοιςἀνασχόμενος εὑρεθήσεται παθητικῶς, ὅπερ ἕτερος ποιητής «ἀναπτύξας χεῖρας»φησί. Σημείωσαι δὲ ὅτι τῷ ἀνίσχειν ἀντίκειται τὸ κατίσχειν, ὡς Ἡρόδοτοςδηλοῖ λέγων· «κατίσχει σέλας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν βοῦν τὴν γεννῶσαν τὸνἎπιν»· καὶ ὅτι τὸ ἀνασχεῖν καὶ ἐπὶ ὑπομονῆς ποτε λέγεται. φησὶ γοῦν ὁ αὐτὸςμέγα ἢ σμικρὸν λυπηρὸν ἀνασχήσειν ἤγουν ἀνέξεσθαι. [Ἐνταῦθα δὲ τὸ «μεγάλ' 1.205 εὔχετο χεῖρας ἀνασχών» ἢ ἐξάκουστον εἶναι δηλοῖ τὴν εὐχὴν ἐκπεφωνημένηνεἰς ἐπήκοον ἢ λέγει ὅτι μεγάλα τινὰ πρὸς θάρρος εὔξατο.] (ῃ. 451) Ὅτιταὐτολογεῖ τὰ τοῦ Χρύσου ἐνταῦθα ὁ ποιητὴς ἐν δυσὶ στίχοις εἰπὼν καὶνῦν τὸ «κλῦθί μευ, ἀργυρότοξε» καὶ ἑξῆς, παραδηλῶν ὡς καὶ ἐν ἄλλοις, ὅτιπεροὐ δεῖ τὰ ἤδη εὖ γραφέντα, ἐν οἷς οὐ δέον, παρακινεῖν. (ῃ. 456) Ἐνταῦθα δὲσημείωσαι καὶ τὴν τοῦ Χρύσου εὐχὴν πάνυ ἀπεστενωμένην· ἑνὶ γὰρ στίχῳσφίγγεται τῷ «ἤδη νῦν ∆αναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον». καὶ οὐκέτι τὰ καλὰἐκεῖνα εὔχεται, ἃ παρὰ τῷ Ἑλληνικῷ ναυστάθμῳ δακνόμενος ἔτι τὴν ψυχήν,ἐφ' οἷς ἔπαθε. διὸ καὶ τὸ «νῦν» προσέθετο τῇ εὐχῇ μονονουχὶ λέγων, ὡς οὐκέτιεὔχομαι αὐτοὺς εὖ οἴκαδ' ἱκέσθαι· ἀγαπητὸν γάρ, εἰ καὶ τοῦ νῦν ἀπαλλαγεῖενκακοῦ. Ὅρα δὲ καὶ ὅπως ἄνετος ὁ ἱερεὺς τὰ οἰκεῖα νέμεται μηδὲν πρὸς τῶνπολεμίων Ἀχαιῶν βλαπτόμενος. (ῃ. 454) Ἐν τούτοις δὲ κεῖται καὶ χρῆσις τοῦ ἰψάμην μέσου ἀορίστου ἀντὶ τοῦ ἔβλαψα. φησὶ γάρ· «μέγα δ' ἴψαο λαὸνἈχαιῶν». [ὅθεν καὶ ἴψα καὶ πλεονασμῷ τοῦ ˉδ δίψα, ὡς βλαπτική, καὶ πολυδίψιονκατά τινας Ἄργος, τὸ πολυβλαβές, εἰ καὶ ἕτεροι τὸ πολυπόθητόν φασιν.](ῃ. 458–67) Ὅτι ἔννοια διασκευῆς καὶ ἐνταῦθα ἐν τῷ «αὐτὰρ ἐπεί ῥ'εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶἔδειραν, μηρούς τ' ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες,ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα οἶνονλεῖβε. νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάηκαὶ σπλάγχν' ἐπάσαντο, μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἄμφ' ὀβελοῖσιν ἔπειρον,ὤπτησάν τε περιφραδέως». διασκευάζει δὲ τὸν τρόπον τῆς θυσίας λέγων, ὅπωςἐγίνετο. ἃ δὲ ἐν τούτοις λεχθῆναι χρή, εὐθὺς εἰρήσεται· (ῃ. 459) Ὧν πρῶτον, ὡςἔθος Ἑλληνικόν, εἰ μὲν τοῖς ἄνω ἔθυον, ἀνακλᾶν τὸν τοῦ ἱερείου τράχηλον, ὥστεἀφορᾶν ὡς εἰς οὐρανόν. καὶ ἐλέγετο τοῦτο αὖ ἐρύειν ἐν παραθέσει δύο λέξεωνἢ αὐερύειν ἐν συνθέσει κατὰ ὑφέν, τουτέστιν ὀπίσω ἕλκειν καὶ ἀναφέρειν ἐν τῷἀνακλᾶν· [ὃ δὴ ἑρμηνεύειν δοκεῖ Σοφοκλῆς ἐν τῷ «ἄνω τρέπων ἔσφαζεν».] ἐὰνμέντοι ἥρωσιν ἢ ὅλως τοῖς κατοιχομένοις ἔθυον, κάτω τὸ ἱερεῖον ἀποβλέπονἐσφάζετο. Τοῦ δὲ σφάζειν πρωτότυπον τὸ φῶ φάζω [καὶ πλεονασμῷ τοῦσῖγμα σφάζω κατὰ τὸ μικρόν σμικρόν καὶ μέρδω σμέρδω καὶ μῶ σμῶ, ὅθεν τὸσμήχω.] Ἐξ αὐτοῦ δὲ ἡ διασφάξ ἐπὶ σχίσματος εἴτε πετραίου εἴτε καὶ τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 132

κατὰσῶμα, ὁποία καὶ ἡ τῆς ῥίνης παρὰ τῷ Ὀππιανῷ καὶ ἡ τοῦ κατὰ τοὺς κωμικοὺς 1.206 αἰδοίου, [ὃ καὶ κριθὴν ἐκεῖνοι καθ' ὅμοιον λόγον ἐκάλεσαν. καὶ οὕτω μὲν οἱ παλαιοὶ αὖ ἔρυον.] (ῃ. 460) Τοὺς δὲ μηροὺς κνίσσῃ τουτέστι πιμελῇ καλύπτοντεςἔκαιον, [ἧς δὴ κνίσσης τῆς καὶ προγραφείσης ὄνομα σῴζεται μέχρι καὶ νῦνπαρὰ τοῖς κνισσάριον καλοῦσιν αὐτήν.] (ῃ. 461) Ἔκαιον δὲ δίπτυχα ποιοῦντεςἤγουν δίπλωμα τῇ πρὸς ἀλλήλους ἐπιθέσει τῶν μηρῶν ἢ μάλιστα διπλοῦντεςἐν αὐτοῖς τὴν κνίσσαν. ἦν γὰρ σπουδὴ ὁλοκαυτωθῆναι τοὺς μηροὺς λαμπρῷκαταφλεχθέντας πυρί, ὡς, εἴγε μὴ τοῦτο ἀπέβαινεν, ἀπαίσιον ἦν τοῖς Ἕλλησι τὸγινόμενον καὶ οὐκ ἐδόκουν καλλιερεῖν, ὁπηνίκα κατὰ τὴν τραγῳδίαν οἱ μηροί»καταρρυεῖς καλυπτῆς ἐξέκειντο πιμελῆς». καὶ οὕτω μὲν τοὺς μηροὺς ὥς τιτίμιον ὡλοκαύτουν ἐξαιροῦντες ἀπὸ τῶν ἄλλων τοῦ ζῴου μερῶν διὰ τὸ συντελεῖντοῖς ζῴοις εἰς βάδισίν τε καὶ εἰς γένεσιν τῇ προέσει τοῦ σπέρματος. τῶν δὲλοιπῶν τοῦ ζῴου μελῶν μικρά τινα ἐκτέμνοντες οἷόν τινας ἀπαρχὰς τοῦ ὅλουζῴου ἐπετίθουν αὐτὰ τοῖς διπτύχοις. καὶ τοῦτο ὠμοθετεῖν ἐκάλουν τὸ τοῖς μηροῖςὠμὰ πάντοθεν ἀκρωτηριάζοντας κρεάτων ἐπιτιθέναι τμήματα, ὡς δοκεῖν κατὰτοὺς παλαιοὺς ὅλα οὕτω τὰ μέρη τοῦ ἱερείου καρποῦσθαι. Τινὲς μέντοι ὠμοθετεῖν ἄλλως εἶπον ὡς ἀπὸ τοῦ ὤμου. ἐν γοῦν ῥητορικῷ Λεξικῷ εὕρηται οὕτως·ὠμοθέτησαν. τὸ ἀφ' ἑκάστου μέλους τοῦ ἱερείου ἀπετέμοντο καὶ ἀπήρξαντοἀπ' ὤμου καὶ ἐνέβαλον εἰς τὰ μηρία κατὰ τὴν θυσίαν. καὶ οὕτω μέν πωςὠμοθέτουν θύοντες. (ῃ. 464) Κατακαυθέντων δὲ τῶν μηρῶν τότε δὴ πρὸ τοῦφαγεῖν ἐμερίζοντο ἑαυτοῖς εἰς βρῶσιν τὰ τῷ σπληνὶ παρωνυμούμενα σπλάγχνα τουτέστι τὰ ἐντοσθίδια, σπλῆνα, καρδίαν, ἧπαρ. τοῦτο γὰρ δηλοῖ τὸ»σπλάγχνα ἐπάσαντο». δηλοῦντες ἐνδιαθέτως ἐκ ψυχῆς τελεῖν τὴν θυσίαν. Ἔστιδὲ πάσασθαι τὸ γεύσασθαι, ἀφ' οὗ καὶ «ἄπαστος ἐδητύος» ὁ ἄγευστος, [ὧνπροϋπάρχει τὸ πῶ, τὸ κτῶμαι. ὅθεν καὶ τὸ πῶϋ καὶ πηός ὁ ἐξ ἀγχιστείαςἐπίκτητος συγγενὴς καὶ πολυπάμμων ὁ πολυθρέμμων, εἴτ' οὖν πολύκτητοςταὐτὸν δὲ φάναι πολυκτήμων.] (ῃ. 465 ς.) Ἐπεὶ δὲ καὶ τοῦτο ποιήσειαν, τότεδὴ τὰ μελεϊστὶ τμηθέντα μιστύλλοντες τουτέστιν εἰς μεῖστα, ὅ ἐστι σμικρότατα,κόπτοντες ἀμφ' ὀβελοῖσιν ἔπειρον ἢ πεμπωβόλοις, περὶ ὧν κατωτέρω εἰρήσεται,καὶ περιφραδέως ὀπτῶντες ἤσθιον. καὶ ταῦτα μὲν ἱστορεῖ περὶ Ἑλλήνων 1.207 ὁ ποιητής. Ὁ δὲ Γεωγράφος οἶδε Περσικὴν ἑτεροίαν θυσίαν γράφων οὕτω·»θύουσιν ἐν ὑψηλῷ τόπῳ Πέρσαι τὸν οὐρανὸν ἡγούμενοι ∆ία. τῶν δὲ ἱερείων οἱμάγοι τὰ κρέα διελόμενοι τοῖς θεοῖς οὐδὲν ἀπένεμον λέγοντες τῆς ψυχῆς τοῦἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός. τοῦ δὲ ἐπίπλου μικρόν τι ἐπὶ τὸ πῦρτιθέασιν». (ῃ. 462) Ἰστέον δὲ ὅτι τε τὰς σχίζας εἰς ἐντελείαν διασκευῆςπαρέλαβεν ἁπλῶς οὕτως ὁ ποιητὴς καὶ ὅτι τὰ μηρὰ οἱ ἀνωτέρω κείμενοι μηροὶμετέπλασαν καὶ ὅτι, [ὡς καὶ προεφάνη,] ὁ σπλὰν ∆ωρικῶς ἤγουν ὁ σπλὴνπαράγει τὰ σπλάγχνα κατὰ τοὺς παλαιούς. καὶ ὅτι μιστύλλειν μὲν παρὰ τῷποιητῇ, ὡς εἴρηται, τὸ διαιρεῖν εἰς μερίδας μικράς, παρὰ δὲ τοῖς Ἀττικοῖςμιστυλᾶσθαι κατὰ δευτέραν συζυγίαν περισπωμένης τὸ διὰ μιστύλης, ὅ ἐστιδιὰ κοίλου ἄρτου, ζωμὸν ἀρύεσθαι, ἴσως δὲ καὶ τὸ ἐν μικροῖς ἀρτίσκοις, ὡςδηλοῖ τὸ «μεμιστυλημένοι ἐπ' ὀλιγίστοις ἀλφίτοις». Σημείωσαι δὲ καί, ὅτικατὰ τοὺς παλαιοὺς τὸ μὲν μεῖστον, ὅ ἐστι τὸ σμικρότατον, διὰ διφθόγγουγράφεται ὡς ἀπὸ τοῦ μεῖον, [καθὰ καὶ ἀπὸ τοῦ πλεῖον τὸ πλεῖστον,] αὐτὸ δὲ τὸμιστύλλειν τὸ ˉε τῆς διφθόγγου ἀπέβαλε. τὸ δ' αὐτό, φασί, πέπονθε καὶ τὸμικρὸν ἀπὸ τοῦ μεῖον γενόμενον. καὶ γὰρ τὸ μὲν μεῖον διὰ διφθόγγου, τὸ δὲμικρὸν τὴν διὰ τοῦ ˉι ἔχει γραφήν, ὅπου γε καὶ τὸ μεῖστον, οὐδὲν καινόν, εἰ διὰτοῦ ˉι ἐγράφη, ὡς τὸ χερείων χείριστος, ἀρείων ἄριστος. (ῃ. 466) Κἀκεῖνο δὲἰστέον ὅτι, ὡς πολλαχοῦ δειχθήσεται, ὀπτητοῖς, ὅ ἐστι κατὰ συγκοπὴν ὀπτοῖς,οἱ ἥρωες ὡς ἐπὶ πολὺ χρῶνται κρέασι καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 133

κατὰσῶμα, ὁποία καὶ ἡ τῆς ῥίνης παρὰ τῷ Ὀππιανῷ καὶ ἡ τοῦ κατὰ τοὺς κωμικοὺς 1.206

αἰδοίου, [ὃ καὶ κριθὴν ἐκεῖνοι καθ' ὅμοιον λόγον ἐκάλεσαν. καὶ οὕτω μὲν οἱ παλαιοὶ αὖ

ἔρυον.] (ῃ. 460) Τοὺς δὲ μηροὺς κνίσσῃ τουτέστι πιμελῇ καλύπτοντεςἔκαιον, [ἧς δὴ

κνίσσης τῆς καὶ προγραφείσης ὄνομα σῴζεται μέχρι καὶ νῦνπαρὰ τοῖς κνισσάριον

καλοῦσιν αὐτήν.] (ῃ. 461) Ἔκαιον δὲ δίπτυχα ποιοῦντεςἤγουν δίπλωμα τῇ πρὸς

ἀλλήλους ἐπιθέσει τῶν μηρῶν ἢ μάλιστα διπλοῦντεςἐν αὐτοῖς τὴν κνίσσαν. ἦν γὰρ

σπουδὴ ὁλοκαυτωθῆναι τοὺς μηροὺς λαμπρῷκαταφλεχθέντας πυρί, ὡς, εἴγε μὴ τοῦτο

ἀπέβαινεν, ἀπαίσιον ἦν τοῖς Ἕλλησι τὸγινόμενον καὶ οὐκ ἐδόκουν καλλιερεῖν, ὁπηνίκα

κατὰ τὴν τραγῳδίαν οἱ μηροί»καταρρυεῖς καλυπτῆς ἐξέκειντο πιμελῆς». καὶ οὕτω μὲν

τοὺς μηροὺς ὥς τιτίμιον ὡλοκαύτουν ἐξαιροῦντες ἀπὸ τῶν ἄλλων τοῦ ζῴου μερῶν διὰ

τὸ συντελεῖντοῖς ζῴοις εἰς βάδισίν τε καὶ εἰς γένεσιν τῇ προέσει τοῦ σπέρματος. τῶν

δὲλοιπῶν τοῦ ζῴου μελῶν μικρά τινα ἐκτέμνοντες οἷόν τινας ἀπαρχὰς τοῦ ὅλουζῴου

ἐπετίθουν αὐτὰ τοῖς διπτύχοις. καὶ τοῦτο ὠμοθετεῖν ἐκάλουν τὸ τοῖς μηροῖςὠμὰ

πάντοθεν ἀκρωτηριάζοντας κρεάτων ἐπιτιθέναι τμήματα, ὡς δοκεῖν κατὰτοὺς παλαιοὺς

ὅλα οὕτω τὰ μέρη τοῦ ἱερείου καρποῦσθαι. Τινὲς μέντοι ὠμοθετεῖν ἄλλως εἶπον ὡς ἀπὸ

τοῦ ὤμου. ἐν γοῦν ῥητορικῷ Λεξικῷ εὕρηται οὕτως·ὠμοθέτησαν. τὸ ἀφ' ἑκάστου

μέλους τοῦ ἱερείου ἀπετέμοντο καὶ ἀπήρξαντοἀπ' ὤμου καὶ ἐνέβαλον εἰς τὰ μηρία κατὰ

τὴν θυσίαν. καὶ οὕτω μέν πωςὠμοθέτουν θύοντες. (ῃ. 464) Κατακαυθέντων δὲ τῶν

μηρῶν τότε δὴ πρὸ τοῦφαγεῖν ἐμερίζοντο ἑαυτοῖς εἰς βρῶσιν τὰ τῷ σπληνὶ

παρωνυμούμενα σπλάγχνα τουτέστι τὰ ἐντοσθίδια, σπλῆνα, καρδίαν, ἧπαρ. τοῦτο γὰρ

δηλοῖ τὸ»σπλάγχνα ἐπάσαντο». δηλοῦντες ἐνδιαθέτως ἐκ ψυχῆς τελεῖν τὴν θυσίαν.

Ἔστιδὲ πάσασθαι τὸ γεύσασθαι, ἀφ' οὗ καὶ «ἄπαστος ἐδητύος» ὁ ἄγευστος,

[ὧνπροϋπάρχει τὸ πῶ, τὸ κτῶμαι. ὅθεν καὶ τὸ πῶϋ καὶ πηός ὁ ἐξ ἀγχιστείαςἐπίκτητος

συγγενὴς καὶ πολυπάμμων ὁ πολυθρέμμων, εἴτ' οὖν πολύκτητοςταὐτὸν δὲ φάναι

πολυκτήμων.] (ῃ. 465 ς.) Ἐπεὶ δὲ καὶ τοῦτο ποιήσειαν, τότεδὴ τὰ μελεϊστὶ τμηθέντα

μιστύλλοντες τουτέστιν εἰς μεῖστα, ὅ ἐστι σμικρότατα,κόπτοντες ἀμφ' ὀβελοῖσιν

ἔπειρον ἢ πεμπωβόλοις, περὶ ὧν κατωτέρω εἰρήσεται,καὶ περιφραδέως ὀπτῶντες

ἤσθιον. καὶ ταῦτα μὲν ἱστορεῖ περὶ Ἑλλήνων 1.207 ὁ ποιητής. Ὁ δὲ Γεωγράφος οἶδε

Περσικὴν ἑτεροίαν θυσίαν γράφων οὕτω·»θύουσιν ἐν ὑψηλῷ τόπῳ Πέρσαι τὸν οὐρανὸν

ἡγούμενοι ∆ία. τῶν δὲ ἱερείων οἱμάγοι τὰ κρέα διελόμενοι τοῖς θεοῖς οὐδὲν ἀπένεμον

λέγοντες τῆς ψυχῆς τοῦἱερείου δεῖσθαι τὸν θεόν, ἄλλου δὲ οὐδενός. τοῦ δὲ ἐπίπλου

μικρόν τι ἐπὶ τὸ πῦρτιθέασιν». (ῃ. 462) Ἰστέον δὲ ὅτι τε τὰς σχίζας εἰς ἐντελείαν

διασκευῆςπαρέλαβεν ἁπλῶς οὕτως ὁ ποιητὴς καὶ ὅτι τὰ μηρὰ οἱ ἀνωτέρω κείμενοι

μηροὶμετέπλασαν καὶ ὅτι, [ὡς καὶ προεφάνη,] ὁ σπλὰν ∆ωρικῶς ἤγουν ὁ σπλὴνπαράγει

τὰ σπλάγχνα κατὰ τοὺς παλαιούς. καὶ ὅτι μιστύλλειν μὲν παρὰ τῷποιητῇ, ὡς εἴρηται, τὸ

διαιρεῖν εἰς μερίδας μικράς, παρὰ δὲ τοῖς Ἀττικοῖςμιστυλᾶσθαι κατὰ δευτέραν συζυγίαν

περισπωμένης τὸ διὰ μιστύλης, ὅ ἐστιδιὰ κοίλου ἄρτου, ζωμὸν ἀρύεσθαι, ἴσως δὲ καὶ τὸ

ἐν μικροῖς ἀρτίσκοις, ὡςδηλοῖ τὸ «μεμιστυλημένοι ἐπ' ὀλιγίστοις ἀλφίτοις». Σημείωσαι

δὲ καί, ὅτικατὰ τοὺς παλαιοὺς τὸ μὲν μεῖστον, ὅ ἐστι τὸ σμικρότατον, διὰ

διφθόγγουγράφεται ὡς ἀπὸ τοῦ μεῖον, [καθὰ καὶ ἀπὸ τοῦ πλεῖον τὸ πλεῖστον,] αὐτὸ δὲ

τὸμιστύλλειν τὸ ˉε τῆς διφθόγγου ἀπέβαλε. τὸ δ' αὐτό, φασί, πέπονθε καὶ τὸμικρὸν ἀπὸ

τοῦ μεῖον γενόμενον. καὶ γὰρ τὸ μὲν μεῖον διὰ διφθόγγου, τὸ δὲμικρὸν τὴν διὰ τοῦ ˉι

ἔχει γραφήν, ὅπου γε καὶ τὸ μεῖστον, οὐδὲν καινόν, εἰ διὰτοῦ ˉι ἐγράφη, ὡς τὸ χερείων

χείριστος, ἀρείων ἄριστος. (ῃ. 466) Κἀκεῖνο δὲἰστέον ὅτι, ὡς πολλαχοῦ δειχθήσεται,

ὀπτητοῖς, ὅ ἐστι κατὰ συγκοπὴν ὀπτοῖς,οἱ ἥρωες ὡς ἐπὶ πολὺ χρῶνται κρέασι καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

133

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!