18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὑγρᾶς τῆς θεωρουμένης πρώτωςμὲν ἐν ὕδατι, δευτέρως δὲ καὶ ἐν οἴνῳ, ἀπαρχὰς οἱονεὶ

τῆς ὅλης ζῳογόνουτροφῆς εὐχαρίστως οἱ παλαιοὶ τούς τε οὐλοχύτας ἐν ταῖς θυσίαις

προεβάλλοντοἀπὸ ξηρᾶς τινος τροφῆς, ἀλλὰ μὴν καὶ τὰς σπονδὰς ἐν ἄλλοτε ἄλλῳ

ὑγρῷγινομένας πρὸς τοὺς καιρούς. μετὰ δὲ τοὺς οὐλοχύτας αἱ θυσίαι καὶ ἡ ἐναὐταῖς

κρεωφαγία, διότι καὶ μετὰ τὴν τῶν ἀναγκαίων τροφῶν εὕρεσιν ἡ τῆςκρεωδαισίας

πολυτέλεια καὶ τὸ τῆς τρυφῆς ἐπείσακτον εὕρηται. δεῖ δὲ εἰδέναι,ὅτι τινὲς παντελῶς

ἑτέραν τραπόμενοι οὐ θύματα ἢ προθύματα ἢ προβολὴνθυμάτων τοὺς οὐλοχύτας

φασίν, ἀλλ' αὐτὰ τὰ κανᾶ, εἴτ' οὖν τὰ ἀγγεῖα, δι' ὧν αἱοὐλαὶ χέονται, οὐλὰς νοοῦντες

ἀπὸ μέρους, καθὰ καὶ ὁ ∆ίων ἔφρασε, τὸ μῖγμα τὸἐκ κριθῆς καὶ ἁλῶν. αἱ δὲ οὐλαὶ

ὀξύνονται πρὸς διαστολὴν τοῦ οὖλαι τρίχες,εἰ καὶ ἄλλως συμπίπτουσι ταῖς

τραυματικαῖς οὐλαῖς. (ῃ. 450) Ὅτι χεῖραςἀνασχών ἀντὶ τοῦ ἀνατείνας εἰς εὐχήν. λέγεται

δὲ τὸ ἀνασχεῖν καὶ ἐπὶ ἀνατολῆς·ἀνίσχειν γὰρ ὁ ἥλιος καὶ ἀνασχεῖν λέγεται. Τὸ δέ

«χεῖρας ἀνασχών» ἐν ἄλλοιςἀνασχόμενος εὑρεθήσεται παθητικῶς, ὅπερ ἕτερος ποιητής

«ἀναπτύξας χεῖρας»φησί. Σημείωσαι δὲ ὅτι τῷ ἀνίσχειν ἀντίκειται τὸ κατίσχειν, ὡς

Ἡρόδοτοςδηλοῖ λέγων· «κατίσχει σέλας ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὴν βοῦν τὴν γεννῶσαν

τὸνἎπιν»· καὶ ὅτι τὸ ἀνασχεῖν καὶ ἐπὶ ὑπομονῆς ποτε λέγεται. φησὶ γοῦν ὁ αὐτὸςμέγα ἢ

σμικρὸν λυπηρὸν ἀνασχήσειν ἤγουν ἀνέξεσθαι. [Ἐνταῦθα δὲ τὸ «μεγάλ' 1.205 εὔχετο

χεῖρας ἀνασχών» ἢ ἐξάκουστον εἶναι δηλοῖ τὴν εὐχὴν ἐκπεφωνημένηνεἰς ἐπήκοον ἢ

λέγει ὅτι μεγάλα τινὰ πρὸς θάρρος εὔξατο.] (ῃ. 451) Ὅτιταὐτολογεῖ τὰ τοῦ Χρύσου

ἐνταῦθα ὁ ποιητὴς ἐν δυσὶ στίχοις εἰπὼν καὶνῦν τὸ «κλῦθί μευ, ἀργυρότοξε» καὶ ἑξῆς,

παραδηλῶν ὡς καὶ ἐν ἄλλοις, ὅτιπεροὐ δεῖ τὰ ἤδη εὖ γραφέντα, ἐν οἷς οὐ δέον,

παρακινεῖν. (ῃ. 456) Ἐνταῦθα δὲσημείωσαι καὶ τὴν τοῦ Χρύσου εὐχὴν πάνυ

ἀπεστενωμένην· ἑνὶ γὰρ στίχῳσφίγγεται τῷ «ἤδη νῦν ∆αναοῖσιν ἀεικέα λοιγὸν

ἄμυνον». καὶ οὐκέτι τὰ καλὰἐκεῖνα εὔχεται, ἃ παρὰ τῷ Ἑλληνικῷ ναυστάθμῳ

δακνόμενος ἔτι τὴν ψυχήν,ἐφ' οἷς ἔπαθε. διὸ καὶ τὸ «νῦν» προσέθετο τῇ εὐχῇ μονονουχὶ

λέγων, ὡς οὐκέτιεὔχομαι αὐτοὺς εὖ οἴκαδ' ἱκέσθαι· ἀγαπητὸν γάρ, εἰ καὶ τοῦ νῦν

ἀπαλλαγεῖενκακοῦ. Ὅρα δὲ καὶ ὅπως ἄνετος ὁ ἱερεὺς τὰ οἰκεῖα νέμεται μηδὲν πρὸς

τῶνπολεμίων Ἀχαιῶν βλαπτόμενος. (ῃ. 454) Ἐν τούτοις δὲ κεῖται καὶ χρῆσις τοῦ

ἰψάμην μέσου ἀορίστου ἀντὶ τοῦ ἔβλαψα. φησὶ γάρ· «μέγα δ' ἴψαο λαὸνἈχαιῶν». [ὅθεν

καὶ ἴψα καὶ πλεονασμῷ τοῦ ˉδ δίψα, ὡς βλαπτική, καὶ πολυδίψιονκατά τινας Ἄργος, τὸ

πολυβλαβές, εἰ καὶ ἕτεροι τὸ πολυπόθητόν φασιν.](ῃ. 458–67) Ὅτι ἔννοια διασκευῆς καὶ

ἐνταῦθα ἐν τῷ «αὐτὰρ ἐπεί ῥ'εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα

καὶ ἔσφαξαν καὶἔδειραν, μηρούς τ' ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν δίπτυχα

ποιήσαντες,ἐπ' αὐτῶν δ' ὠμοθέτησαν. καῖε δ' ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ' αἴθοπα

οἶνονλεῖβε. νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάηκαὶ

σπλάγχν' ἐπάσαντο, μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἄμφ' ὀβελοῖσιν ἔπειρον,ὤπτησάν τε

περιφραδέως». διασκευάζει δὲ τὸν τρόπον τῆς θυσίας λέγων, ὅπωςἐγίνετο. ἃ δὲ ἐν

τούτοις λεχθῆναι χρή, εὐθὺς εἰρήσεται· (ῃ. 459) Ὧν πρῶτον, ὡςἔθος Ἑλληνικόν, εἰ μὲν

τοῖς ἄνω ἔθυον, ἀνακλᾶν τὸν τοῦ ἱερείου τράχηλον, ὥστεἀφορᾶν ὡς εἰς οὐρανόν. καὶ

ἐλέγετο τοῦτο αὖ ἐρύειν ἐν παραθέσει δύο λέξεωνἢ αὐερύειν ἐν συνθέσει κατὰ ὑφέν,

τουτέστιν ὀπίσω ἕλκειν καὶ ἀναφέρειν ἐν τῷἀνακλᾶν· [ὃ δὴ ἑρμηνεύειν δοκεῖ Σοφοκλῆς

ἐν τῷ «ἄνω τρέπων ἔσφαζεν».] ἐὰνμέντοι ἥρωσιν ἢ ὅλως τοῖς κατοιχομένοις ἔθυον,

κάτω τὸ ἱερεῖον ἀποβλέπονἐσφάζετο. Τοῦ δὲ σφάζειν πρωτότυπον τὸ φῶ φάζω [καὶ

πλεονασμῷ τοῦσῖγμα σφάζω κατὰ τὸ μικρόν σμικρόν καὶ μέρδω σμέρδω καὶ μῶ σμῶ,

ὅθεν τὸσμήχω.] Ἐξ αὐτοῦ δὲ ἡ διασφάξ ἐπὶ σχίσματος εἴτε πετραίου εἴτε καὶ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

132

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!