Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

δῆλον δὲ ὅτι κοινωνία τις ἦν τῇ παλαιᾷ Ἰάδι καὶ Ἀτθίδι. Πρότονα δὲ κατά τινας μὲν σχοινία, δι' ὧν τὰ ἱστία πῇ μὲν ἀνέλκονται, πῇ δὲ χαλῶνται,μάλιστα δὲ τὰ συνδέοντα τὸ κέρας πρὸς τὸν ἱστόν, ὥς φασιν οἱ εἰδότες.φυλάσσεται γὰρ ἡ λέξις ἔτι καὶ νῦν παρὰ τοῖς Ἀνατολικοῖς. εὕρηται δὲ καὶἀρσενικῶς ὁ πρότονος. Τὸ δὲ ὑφέντες καιρίως εἴρηται ἀντὶ τοῦ χαλάσαντες.ἐντεῦθεν καὶ παρὰ τοῖς μεθ' Ὅμηρον καθυφιέναι τὸ ἀνίεσθαί τινος ἐνστάσεωςκαὶ δίκη καθυφέσεως, ὅτε τις δικηγόρος χαυνωθεὶς προδῷ τὴν ὑπόθεσινὑπενδοὺς καὶ οἷον καταχαλασθείς. (ῃ. 435) Ὅρμος δὲ τί ἐστιν, ἀνωτέρωἐγράφη. (ῃ. 436) Εὐναὶ δὲ νῦν οὔτε αἱ κοῖται οὔτε αἱ διατριβαί, ἀλλὰ αἱ τὴν νῆαεὐνάζουσαι ἄγκυραι ἐν τῷ χαλᾶσθαι κατὰ τοῦ ὕδατος. πολλαχοῦ δὲ ἡ λέξιςεὑρεθήσεται. Πρυμνήσια δὲ τὰ ἀπόγεια σχοινία τουτέστιν, οἷς ἡ ναῦς ἀποδεῖταιεἰς γῆν καὶ οἷς ὥσπερ πείθεται. διὸ τὰ αὐτὰ καὶ πείσματα λέγονται. (ῃ. 437)Ῥηγμὶν δὲ ἐνταῦθα μὲν ὁ αἰγιαλός, ᾧ τὰ κύματα προσρήσσονται, ὥς πούφησιν ὁ ποιητής· «χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει». ἐν δὲ Ὀδυσσείᾳ καὶ τὴνἐπιφάνειαν τῆς θαλάσσης, ἣν αἱ κῶπαι ῥήσσουσι, ῥηγμῖνα καλεῖ. καὶ νῦνμὲν οὕτω διεσκεύασεν ὁ ποιητής, προϊὼν δὲ θυτικὴν διασκευὴν ἑτέραν ποιήσειἐν τῷ «ἀνέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν» καὶ τὰ ἑξῆς. ἀλλαχοῦ δὲδιασκευάζων τὸν ἐξ ὕπνου νυκτερινοῦ ἐγερθέντα ἐρεῖ· «μαλακὸν ἔνδυνε χιτῶνα,περὶ δὲ μέγα βάλλετο φᾶρος» καὶ τὰ ἐφεξῆς. Περὶ δὲ ὁπλίτου ἀνδρὸς ἐν ἑτέροις 1.202 διασκευάσει, ὅτι κνημῖδας μὲν πρῶτα περὶ κνήμαις ἔθηκε καὶ τὰ ἑξῆς. ὅλωςγὰρ χαίρει διασκευαῖς ὡς περιφραζούσαις τὸ πρᾶγμα καὶ πλατυνούσαις, ναὶμὴν καὶ γλυκαζούσαις τῇ ἀφελείᾳ, ἐχούσαις δὲ καὶ διδασκαλίαν πραγμάτων καὶλόγου σαφήνειαν τῇ κατὰ φύσιν τῶν πραγμάτων διεξόδῳ καὶ τάξει, ὡς πολλαχοῦδειχθήσεται. (ῃ. 436–9) Ὅτι δέ ποτε καὶ κάλλους ἐκφανοῦς χρεία ταῖς διασκευαῖς,δηλοῦν ἐντεῦθεν· ἄρχεται ὁ ποιητὴς κεφαλαιώσας τέσσαρα ἔπη διὰ τῆς ˉἐˉκπροθέσεως κατὰ σχῆμα εὐειδὲς ἐπαναφορικὸν καὶ εἰπών· «ἐκ δ' εὐνὰς ἔβαλον,ἐκ δὲ καὶ αὐτοὶ βαῖνον, ἐκ δ' ἑκατόμβην βῆσαν, ἐκ δὲ Χρυσηῒς νηὸς βῆ». ὡς δὲτὰς ῥηθείσας εὐνὰς εὐναίας που Εὐριπίδης φησίν, οἶδεν ὁ περιτυχών. (ῃ. 440 ς.)Ὅτι τὸ «τὴν μὲν Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶν ἐτίθει» ἁπλῶς εἶπεν ἀντὶ τοῦ ἐδίδου ἢ παρετίθει, ἄλλως γὰρ ἐνταῦθα οὐ πάνυ κυριολεκτεῖται τὸ τιθέναι.(ῃ. 442–5) [Ὅτι Ὀδυσσεὺς ἀποδοὺς τῷ Χρύσῃ τὴν θυγατέρα ἐν τῷ ἀγαγεῖν ἐπὶ βωμόν, ἵνα οὕτως ἐμφήνῃ μὴ τῷ Χρύσῃ ἀλλὰ τῷ Φοίβῳ τὴν χάριν γενέσθαι,εἶτα χρᾶται καὶ διηγήσει ἁπλῇ αὐτὸ διεξελθὼν ψιλὸν τὸ πρᾶγμα ἐν στενῷ.»ὦ Χρύση, πρό μ' ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων», ὡς ναύαρχον δηλαδή,»παῖδά τέ σοι ἀγέμεν, Φοίβῳ θ' ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ ∆αναῶν, ὄφρ'ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδε' ἐφῆκεν». Ὅτι δὲ τοῦ «ἄναξ ἀνδρῶν» πολὺ ἐνδοξότερον τὸ εὐρυκρείων, οὐκ ἄδηλόν ἐστιν.] (ῃ. 446)Ἐνταῦθα δὲ ἔδει μὲν εἰπεῖν τι τὸν Χρύσην αὐτίκα, ὅτε ἀπέλαβε σταλεῖσαντὴν θυγατέρα. ὁ δὲ ποιητὴς δεξιώτατα σιγῶντα ποιεῖ αὐτόν, ὡς καὶ πρὸ μικροῦτοὺς κήρυκας, καθὰ καὶ προείρηται. οὔτε γὰρ ἐπαινεῖν ὁ γέρων ἔχει τοὺςἀποδιδόντας μεμνημένος, ὅσα ἠπείληται, καὶ εἰδὼς οὐχ' ἑκουσίαν τὴν ἀπόδοσιν,καὶ οὐδὲ ψέγειν καλὸν ἔγνωκε τοὺς δωρησαμένους. παροξυντικόν τε γὰρ τοῦτοκαὶ οὐδὲ πρέπον εὐεργετουμένῳ ἀνδρί. τάχα δὲ καὶ ἡ πολλὴ χαρὰ παραιρεῖταιτοὺς λόγους τῷ γέροντι. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπών· «ὃ δ' ἐδέξατοχαίρων». ἄλλως τε κατὰ τοὺς παλαιοὺς οὐδὲ τοσαύτην ἔχει κίνησιν τὰ ἡδέα,ὅσην τὰ λυπηρά. διὸ τὴν μὲν ἐπὶ τῇ θυγατρὶ λύπην ἔχων καὶ ὡδοιπόρησε καὶἐλάλησε, χαρᾶς δὲ οὐδὲν ποιεῖ ἐπίσημον, ἀλλ' ἢ μόνον εὔχεται ἀγαθὰ τοῖςἝλλησιν ὕστερον, εἰς ὃ προεκλήθη ὑπὸ τοῦ Ὀδυσσέως. ὅτε καὶ λαλεῖ πρὸς ὃν ἐχρῆν, ἤγουν πρὸς τὸν Φοῖβον, οὗ χάριν ἔλαβε τὸ θυγάτριον, ὃ ἐπὶ βωμὸν ἄγωνὈδυσσεὺς ἐν χερσὶν αὐτῷ ἔθετο. Ὅρα δὲ πεισμονῆς ἀκαίρου βασιλικῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 130

ἀποτέλεσμα, ὡς καὶ προεγράφη. ὁ γὰρ ἀπερείσια μὴ λαβὼν δῶρα ἀπριάτηντε ἀπέδωκε τὴν αἰχμάλωτον καὶ ἑκατόμβην προσαποδέδωκεν. (ῃ. 446 ς.)Ὅτι ὁ τιμηθεὶς μέν τινι βαθμῷ στάσεως, ὀλεθρίως μέντοι γε ἢ ἄλλως ἐπιζημίως,εἴποι ἂν εὐκαίρως, ὅτι ὡς ἐν ἑκατόμβης μοίρᾳ ἐγένετο. κἀκεῖ γάρ ἐστι μὲν κατὰτὸν ποιητὴν τὸ τῆς στάσεως ἐφεξῆς κατὰ τὸν βωμόν. «ἑξείης γάρ», φησίν,»ἔστησαν περὶ βωμόν». τῶν δὲ ἑστώτων οὐδὲν περισῴζεται· σφάττονται γάρ.(ῃ. 448) [Ἐΰδμητος δὲ νῦν ὁ εὐδόμητος, ᾧ ἴσον ἐν ἄλλοις ὁ ἐϋκτίμενος, οὗθηλυκὸν ἡ ἐϋκτιμένη.] (ῃ. 449) Ὅτι καὶ θύοντες χερνίπτονται οἱ παλαιοί ὡς 1.203 ἐνταῦθα καὶ εὐχόμενοι δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. δεῖ γὰρ καθαροὺς τῶνθείων γίνεσθαι. φησὶ γάρ· «χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας προβάλοντο»ἤγουν προέθεντο, προέρριψαν. εἰσὶ δὲ οὐλοχύται, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, τὰπροθύματα. οὐλοχύτας γὰρ πρὸ τῆς θυσίας μετεχειρίζοντο καί, ὡς ὁ ποιητήςφησι, προεβάλοντο. εἰ δὲ χρὴ καὶ πλατύτερον εἰπεῖν διὰ τὸ σαφέστερον, οἱοὐλοχύται οὐλαὶ ἦσαν τουτέστι κριθαὶ μετὰ ἁλῶν, ἃς ἐπέχεον τοῖς βωμοῖςπρὸ τῆς ἱερουργίας. ἐποίουν δὲ τοῦτο ἢ πολυπλήθειαν καρπῶν οἰωνιζόμενοι,ὧν ἀπαρχαὶ οἷον αἱ οὐλαὶ αὗται προσήγοντο, ἢ ἄλλως διὰ τὸ πρὸς θεοὺςεὐχάριστον ὑπὲρ τῆς εἰς τὸ ζῆν εὐεργεσίας, ἐπεὶ τοῦ βαλανηφαγεῖν καὶ τῆςτῶν δρυκάρπων ἀπαλλαγέντες τροφῆς εἰς ἥμερον βίον τὸν ἐκ τῶν σπορίμωνμετέπεσον. διὰ τοῦτο γὰρ καὶ κριθὰς προεβάλοντο, σπέρμα ἥμερον, ἃς πρώταςκρατεῖ λόγος εἰς χρῆσιν ἐλθεῖν τοῖς πάλαι ποτὲ ἀπαλλαγεῖσι τοῦ βαλανηφαγεῖν.διὸ καὶ κριθαί, φασίν, ἐκλήθησαν, διότι αὐτῶν εὑρεθεισῶν διεκρίθησαν τῶνἀλόγων ζῴων οἱ ἄνθρωποι. ἐντεῦθεν δὲ καὶ ὁ κρίβανος οἱονεὶ κριθῆς βαῦνος.καλοῦσι δὲ βαῦνον μέχρι καὶ ἐσάρτι Πελοποννήσιοι τὸν τοῦ πυρὸς τόπον, ὃν καὶπαριστίαν λέγομεν ἰδιωτικῶς. ἐκεῖθεν δὲ καὶ οἱ παρὰ τῷ Κωμικῷ κριβανωτοί,ἄρτοι δηλαδὴ ὀπτηθέντες κριβάνῳ, ὃν καὶ κλίβανον διὰ τοῦ ˉλ φασιν, ὁμοίωςτῷ κεφαλαργία, κεφαλαλγία. εἰς εὐχάριστον οὖν μνήμην τῆς παλαιᾶς βρώσεωςαἱ οὐλαὶ προεβάλλοντο, αἵτινες τὴν ἀρχὴν ὅλαι ἤτοι σῶαι ἠσθίοντο πρὶν ἢγενέσθαι τὰ τοῦ ἀλετοῦ. διὸ καὶ οὐλαὶ λέγονται κατὰ πρόσληψιν τοῦ ˉυ ὁλαὶἄλλως ὀφείλουσαι λέγεσθαι. ὅθεν καί, ὁπηνίκα μὴ παρῆσαν οὐλαὶ τουτέστικριθαί, ἀντὶ κριθῶν δρυὸς φύλλα προεβάλλοντο ἀνατρέχοντες καὶ οὕτω πρὸςπαλαιτάτην μνήμην διαίτης καὶ ἀναμιμνῃσκόμενοι τῆς ἐκ τῶν δρυκάρπωνπαλαιφάτου τροφῆς, ὡς καὶ ἐν Ὀδυσσείᾳ οἱ τοῦ ∆ιὸς ἑταῖροι μὴ ἔχοντες κρῖλευκὸν φύλλα δρεψάμενοι τέρενα δρυὸς ηὔχοντο. οἱ δ' αὐτοὶ καὶ οἶνον λείβεινμὴ ἔχοντες ὕδωρ ἔσπενδον εὐπόριστα ταῦτα σπονδήν τε καὶ οἷον οὐλοχύταςἐξευρηκότες. καὶ αὕτη μὲν αἰτία τῆς τῶν κριθῶν παραλήψεως ἐν τοῖς οὐλοχύταις.ἅλας δὲ ταῖς οὐλαῖς ἀνεμίγνυον οὐ μόνον διὰ γονιμότητα καὶ τὸ ἐν τροφαῖςνόστιμον, ἀλλὰ καὶ διότι φιλίας οἱ ἅλες σύμβολον. διὸ καὶ τοῖς ἐπιξενουμένοις 1.204 παρετίθεντο πρὸ τῶν ἄλλων βρωμάτων ἢ διὰ τὸ τῆς φιλίας νόστιμον καὶπαράμονον· παραμονῆς γὰρ αἴτιος πολλοῖς τῶν σωμάτων καὶ ὁ ἅλς· ἢ καὶ εἰςσύμβολον τῆς κατὰ φιλίαν ἑνώσεως. ὡς γὰρ ἃλς ἐξ ὑδατίων πολλῶν ῥυτῶν καὶχυτῶν παγεὶς ἔν τι στερεὸν γέγονε σῶμα, οὕτω καὶ οἱ συνελθόντες εἰς ξενίαν ἐκδιεστώτων εἰς ἓν τῷ τε τόπῳ καὶ τῇ φιλικῇ διαθέσει συνήχθησαν. οἶνος δὲ εἰκαὶ μὴ τοῖς οὐλοχύταις συμπαρελαμβάνετο, ἀλλ' οὖν ἐν ταῖς σπονδαῖς χρήσιμοςἦν μετὰ τοὺς οὐλοχύτας, διότι καὶ ἡ τούτου εὕρεσις, ὥσπερ καὶ ἡ τῶν κριθῶν,πολιτικοῦ βίου καὶ ἡμέρου ἐστὶ καταρχή· ὀψὲ γάρ ποτε εὕρηται. Ἰστέον δὲ ὅτιτοῦ ποιητοῦ οὐλοχύτας εἰπόντος τινὲς τῶν ὕστερον, ὧν ἐστι καὶ ὁ Ῥωμαῖος ∆ίων, οὐ συνθέτως οὐλοχύτας, οὐλὰς δὲ μόνον φασίν. ἔστι δὲ καὶ ἄλλωςσυντομώτατα φράσαι περί τε οὐλοχυτῶν καὶ τῆς δι' οἴνου σπονδῆς, ὅτιδιττῆς οὔσης ἐν ἡμῖν τροφῆς τῆς ἀναγκαιοτάτης, ξηρᾶς τε, ἥτις ἐν σπέρμασιθεωρεῖται καὶ ἄλλοις καρποῖς, ἔτι δὲ καὶ τῆς Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 131

ἀποτέλεσμα, ὡς καὶ προεγράφη. ὁ γὰρ ἀπερείσια μὴ λαβὼν δῶρα ἀπριάτηντε ἀπέδωκε

τὴν αἰχμάλωτον καὶ ἑκατόμβην προσαποδέδωκεν. (ῃ. 446 ς.)Ὅτι ὁ τιμηθεὶς μέν τινι

βαθμῷ στάσεως, ὀλεθρίως μέντοι γε ἢ ἄλλως ἐπιζημίως,εἴποι ἂν εὐκαίρως, ὅτι ὡς ἐν

ἑκατόμβης μοίρᾳ ἐγένετο. κἀκεῖ γάρ ἐστι μὲν κατὰτὸν ποιητὴν τὸ τῆς στάσεως ἐφεξῆς

κατὰ τὸν βωμόν. «ἑξείης γάρ», φησίν,»ἔστησαν περὶ βωμόν». τῶν δὲ ἑστώτων οὐδὲν

περισῴζεται· σφάττονται γάρ.(ῃ. 448) [Ἐΰδμητος δὲ νῦν ὁ εὐδόμητος, ᾧ ἴσον ἐν ἄλλοις ὁ

ἐϋκτίμενος, οὗθηλυκὸν ἡ ἐϋκτιμένη.] (ῃ. 449) Ὅτι καὶ θύοντες χερνίπτονται οἱ παλαιοί

ὡς 1.203 ἐνταῦθα καὶ εὐχόμενοι δέ, ὡς ἐν Ὀδυσσείᾳ φαίνεται. δεῖ γὰρ καθαροὺς

τῶνθείων γίνεσθαι. φησὶ γάρ· «χερνίψαντο δ' ἔπειτα καὶ οὐλοχύτας προβάλοντο»ἤγουν

προέθεντο, προέρριψαν. εἰσὶ δὲ οὐλοχύται, ὡς μὲν ἓν ἀνθ' ἑνὸς εἰπεῖν, τὰπροθύματα.

οὐλοχύτας γὰρ πρὸ τῆς θυσίας μετεχειρίζοντο καί, ὡς ὁ ποιητήςφησι, προεβάλοντο. εἰ

δὲ χρὴ καὶ πλατύτερον εἰπεῖν διὰ τὸ σαφέστερον, οἱοὐλοχύται οὐλαὶ ἦσαν τουτέστι

κριθαὶ μετὰ ἁλῶν, ἃς ἐπέχεον τοῖς βωμοῖςπρὸ τῆς ἱερουργίας. ἐποίουν δὲ τοῦτο ἢ

πολυπλήθειαν καρπῶν οἰωνιζόμενοι,ὧν ἀπαρχαὶ οἷον αἱ οὐλαὶ αὗται προσήγοντο, ἢ

ἄλλως διὰ τὸ πρὸς θεοὺςεὐχάριστον ὑπὲρ τῆς εἰς τὸ ζῆν εὐεργεσίας, ἐπεὶ τοῦ

βαλανηφαγεῖν καὶ τῆςτῶν δρυκάρπων ἀπαλλαγέντες τροφῆς εἰς ἥμερον βίον τὸν ἐκ

τῶν σπορίμωνμετέπεσον. διὰ τοῦτο γὰρ καὶ κριθὰς προεβάλοντο, σπέρμα ἥμερον, ἃς

πρώταςκρατεῖ λόγος εἰς χρῆσιν ἐλθεῖν τοῖς πάλαι ποτὲ ἀπαλλαγεῖσι τοῦ

βαλανηφαγεῖν.διὸ καὶ κριθαί, φασίν, ἐκλήθησαν, διότι αὐτῶν εὑρεθεισῶν διεκρίθησαν

τῶνἀλόγων ζῴων οἱ ἄνθρωποι. ἐντεῦθεν δὲ καὶ ὁ κρίβανος οἱονεὶ κριθῆς

βαῦνος.καλοῦσι δὲ βαῦνον μέχρι καὶ ἐσάρτι Πελοποννήσιοι τὸν τοῦ πυρὸς τόπον, ὃν

καὶπαριστίαν λέγομεν ἰδιωτικῶς. ἐκεῖθεν δὲ καὶ οἱ παρὰ τῷ Κωμικῷ κριβανωτοί,ἄρτοι

δηλαδὴ ὀπτηθέντες κριβάνῳ, ὃν καὶ κλίβανον διὰ τοῦ ˉλ φασιν, ὁμοίωςτῷ κεφαλαργία,

κεφαλαλγία. εἰς εὐχάριστον οὖν μνήμην τῆς παλαιᾶς βρώσεωςαἱ οὐλαὶ προεβάλλοντο,

αἵτινες τὴν ἀρχὴν ὅλαι ἤτοι σῶαι ἠσθίοντο πρὶν ἢγενέσθαι τὰ τοῦ ἀλετοῦ. διὸ καὶ οὐλαὶ

λέγονται κατὰ πρόσληψιν τοῦ ˉυ ὁλαὶἄλλως ὀφείλουσαι λέγεσθαι. ὅθεν καί, ὁπηνίκα

μὴ παρῆσαν οὐλαὶ τουτέστικριθαί, ἀντὶ κριθῶν δρυὸς φύλλα προεβάλλοντο

ἀνατρέχοντες καὶ οὕτω πρὸςπαλαιτάτην μνήμην διαίτης καὶ ἀναμιμνῃσκόμενοι τῆς ἐκ

τῶν δρυκάρπωνπαλαιφάτου τροφῆς, ὡς καὶ ἐν Ὀδυσσείᾳ οἱ τοῦ ∆ιὸς ἑταῖροι μὴ ἔχοντες

κρῖλευκὸν φύλλα δρεψάμενοι τέρενα δρυὸς ηὔχοντο. οἱ δ' αὐτοὶ καὶ οἶνον λείβεινμὴ

ἔχοντες ὕδωρ ἔσπενδον εὐπόριστα ταῦτα σπονδήν τε καὶ οἷον οὐλοχύταςἐξευρηκότες.

καὶ αὕτη μὲν αἰτία τῆς τῶν κριθῶν παραλήψεως ἐν τοῖς οὐλοχύταις.ἅλας δὲ ταῖς οὐλαῖς

ἀνεμίγνυον οὐ μόνον διὰ γονιμότητα καὶ τὸ ἐν τροφαῖςνόστιμον, ἀλλὰ καὶ διότι φιλίας

οἱ ἅλες σύμβολον. διὸ καὶ τοῖς ἐπιξενουμένοις 1.204 παρετίθεντο πρὸ τῶν ἄλλων

βρωμάτων ἢ διὰ τὸ τῆς φιλίας νόστιμον καὶπαράμονον· παραμονῆς γὰρ αἴτιος πολλοῖς

τῶν σωμάτων καὶ ὁ ἅλς· ἢ καὶ εἰςσύμβολον τῆς κατὰ φιλίαν ἑνώσεως. ὡς γὰρ ἃλς ἐξ

ὑδατίων πολλῶν ῥυτῶν καὶχυτῶν παγεὶς ἔν τι στερεὸν γέγονε σῶμα, οὕτω καὶ οἱ

συνελθόντες εἰς ξενίαν ἐκδιεστώτων εἰς ἓν τῷ τε τόπῳ καὶ τῇ φιλικῇ διαθέσει

συνήχθησαν. οἶνος δὲ εἰκαὶ μὴ τοῖς οὐλοχύταις συμπαρελαμβάνετο, ἀλλ' οὖν ἐν ταῖς

σπονδαῖς χρήσιμοςἦν μετὰ τοὺς οὐλοχύτας, διότι καὶ ἡ τούτου εὕρεσις, ὥσπερ καὶ ἡ τῶν

κριθῶν,πολιτικοῦ βίου καὶ ἡμέρου ἐστὶ καταρχή· ὀψὲ γάρ ποτε εὕρηται. Ἰστέον δὲ

ὅτιτοῦ ποιητοῦ οὐλοχύτας εἰπόντος τινὲς τῶν ὕστερον, ὧν ἐστι καὶ ὁ Ῥωμαῖος ∆ίων, οὐ

συνθέτως οὐλοχύτας, οὐλὰς δὲ μόνον φασίν. ἔστι δὲ καὶ ἄλλωςσυντομώτατα φράσαι

περί τε οὐλοχυτῶν καὶ τῆς δι' οἴνου σπονδῆς, ὅτιδιττῆς οὔσης ἐν ἡμῖν τροφῆς τῆς

ἀναγκαιοτάτης, ξηρᾶς τε, ἥτις ἐν σπέρμασιθεωρεῖται καὶ ἄλλοις καρποῖς, ἔτι δὲ καὶ τῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

131

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!