18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δῆλον δὲ ὅτι κοινωνία τις ἦν τῇ παλαιᾷ Ἰάδι καὶ Ἀτθίδι. Πρότονα δὲ κατά τινας μὲν

σχοινία, δι' ὧν τὰ ἱστία πῇ μὲν ἀνέλκονται, πῇ δὲ χαλῶνται,μάλιστα δὲ τὰ συνδέοντα τὸ

κέρας πρὸς τὸν ἱστόν, ὥς φασιν οἱ εἰδότες.φυλάσσεται γὰρ ἡ λέξις ἔτι καὶ νῦν παρὰ τοῖς

Ἀνατολικοῖς. εὕρηται δὲ καὶἀρσενικῶς ὁ πρότονος. Τὸ δὲ ὑφέντες καιρίως εἴρηται ἀντὶ

τοῦ χαλάσαντες.ἐντεῦθεν καὶ παρὰ τοῖς μεθ' Ὅμηρον καθυφιέναι τὸ ἀνίεσθαί τινος

ἐνστάσεωςκαὶ δίκη καθυφέσεως, ὅτε τις δικηγόρος χαυνωθεὶς προδῷ τὴν

ὑπόθεσινὑπενδοὺς καὶ οἷον καταχαλασθείς. (ῃ. 435) Ὅρμος δὲ τί ἐστιν, ἀνωτέρωἐγράφη.

(ῃ. 436) Εὐναὶ δὲ νῦν οὔτε αἱ κοῖται οὔτε αἱ διατριβαί, ἀλλὰ αἱ τὴν νῆαεὐνάζουσαι

ἄγκυραι ἐν τῷ χαλᾶσθαι κατὰ τοῦ ὕδατος. πολλαχοῦ δὲ ἡ λέξιςεὑρεθήσεται. Πρυμνήσια

δὲ τὰ ἀπόγεια σχοινία τουτέστιν, οἷς ἡ ναῦς ἀποδεῖταιεἰς γῆν καὶ οἷς ὥσπερ πείθεται. διὸ

τὰ αὐτὰ καὶ πείσματα λέγονται. (ῃ. 437)Ῥηγμὶν δὲ ἐνταῦθα μὲν ὁ αἰγιαλός, ᾧ τὰ κύματα

προσρήσσονται, ὥς πούφησιν ὁ ποιητής· «χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει». ἐν δὲ

Ὀδυσσείᾳ καὶ τὴνἐπιφάνειαν τῆς θαλάσσης, ἣν αἱ κῶπαι ῥήσσουσι, ῥηγμῖνα καλεῖ. καὶ

νῦνμὲν οὕτω διεσκεύασεν ὁ ποιητής, προϊὼν δὲ θυτικὴν διασκευὴν ἑτέραν ποιήσειἐν τῷ

«ἀνέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν» καὶ τὰ ἑξῆς. ἀλλαχοῦ δὲδιασκευάζων

τὸν ἐξ ὕπνου νυκτερινοῦ ἐγερθέντα ἐρεῖ· «μαλακὸν ἔνδυνε χιτῶνα,περὶ δὲ μέγα

βάλλετο φᾶρος» καὶ τὰ ἐφεξῆς. Περὶ δὲ ὁπλίτου ἀνδρὸς ἐν ἑτέροις 1.202 διασκευάσει, ὅτι

κνημῖδας μὲν πρῶτα περὶ κνήμαις ἔθηκε καὶ τὰ ἑξῆς. ὅλωςγὰρ χαίρει διασκευαῖς ὡς

περιφραζούσαις τὸ πρᾶγμα καὶ πλατυνούσαις, ναὶμὴν καὶ γλυκαζούσαις τῇ ἀφελείᾳ,

ἐχούσαις δὲ καὶ διδασκαλίαν πραγμάτων καὶλόγου σαφήνειαν τῇ κατὰ φύσιν τῶν

πραγμάτων διεξόδῳ καὶ τάξει, ὡς πολλαχοῦδειχθήσεται. (ῃ. 436–9) Ὅτι δέ ποτε καὶ

κάλλους ἐκφανοῦς χρεία ταῖς διασκευαῖς,δηλοῦν ἐντεῦθεν· ἄρχεται ὁ ποιητὴς

κεφαλαιώσας τέσσαρα ἔπη διὰ τῆς ˉἐˉκπροθέσεως κατὰ σχῆμα εὐειδὲς ἐπαναφορικὸν

καὶ εἰπών· «ἐκ δ' εὐνὰς ἔβαλον,ἐκ δὲ καὶ αὐτοὶ βαῖνον, ἐκ δ' ἑκατόμβην βῆσαν, ἐκ δὲ

Χρυσηῒς νηὸς βῆ». ὡς δὲτὰς ῥηθείσας εὐνὰς εὐναίας που Εὐριπίδης φησίν, οἶδεν ὁ

περιτυχών. (ῃ. 440 ς.)Ὅτι τὸ «τὴν μὲν Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶν ἐτίθει» ἁπλῶς

εἶπεν ἀντὶ τοῦ ἐδίδου ἢ παρετίθει, ἄλλως γὰρ ἐνταῦθα οὐ πάνυ κυριολεκτεῖται τὸ

τιθέναι.(ῃ. 442–5) [Ὅτι Ὀδυσσεὺς ἀποδοὺς τῷ Χρύσῃ τὴν θυγατέρα ἐν τῷ ἀγαγεῖν ἐπὶ

βωμόν, ἵνα οὕτως ἐμφήνῃ μὴ τῷ Χρύσῃ ἀλλὰ τῷ Φοίβῳ τὴν χάριν γενέσθαι,εἶτα χρᾶται

καὶ διηγήσει ἁπλῇ αὐτὸ διεξελθὼν ψιλὸν τὸ πρᾶγμα ἐν στενῷ.»ὦ Χρύση, πρό μ'

ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων», ὡς ναύαρχον δηλαδή,»παῖδά τέ σοι ἀγέμεν, Φοίβῳ

θ' ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ ∆αναῶν, ὄφρ'ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι

πολύστονα κήδε' ἐφῆκεν». Ὅτι δὲ τοῦ «ἄναξ ἀνδρῶν» πολὺ ἐνδοξότερον τὸ

εὐρυκρείων, οὐκ ἄδηλόν ἐστιν.] (ῃ. 446)Ἐνταῦθα δὲ ἔδει μὲν εἰπεῖν τι τὸν Χρύσην

αὐτίκα, ὅτε ἀπέλαβε σταλεῖσαντὴν θυγατέρα. ὁ δὲ ποιητὴς δεξιώτατα σιγῶντα ποιεῖ

αὐτόν, ὡς καὶ πρὸ μικροῦτοὺς κήρυκας, καθὰ καὶ προείρηται. οὔτε γὰρ ἐπαινεῖν ὁ γέρων

ἔχει τοὺςἀποδιδόντας μεμνημένος, ὅσα ἠπείληται, καὶ εἰδὼς οὐχ' ἑκουσίαν τὴν

ἀπόδοσιν,καὶ οὐδὲ ψέγειν καλὸν ἔγνωκε τοὺς δωρησαμένους. παροξυντικόν τε γὰρ

τοῦτοκαὶ οὐδὲ πρέπον εὐεργετουμένῳ ἀνδρί. τάχα δὲ καὶ ἡ πολλὴ χαρὰ παραιρεῖταιτοὺς

λόγους τῷ γέροντι. διὸ καὶ ὁ ποιητὴς ἐπεσημήνατο εἰπών· «ὃ δ' ἐδέξατοχαίρων». ἄλλως

τε κατὰ τοὺς παλαιοὺς οὐδὲ τοσαύτην ἔχει κίνησιν τὰ ἡδέα,ὅσην τὰ λυπηρά. διὸ τὴν μὲν

ἐπὶ τῇ θυγατρὶ λύπην ἔχων καὶ ὡδοιπόρησε καὶἐλάλησε, χαρᾶς δὲ οὐδὲν ποιεῖ ἐπίσημον,

ἀλλ' ἢ μόνον εὔχεται ἀγαθὰ τοῖςἝλλησιν ὕστερον, εἰς ὃ προεκλήθη ὑπὸ τοῦ Ὀδυσσέως.

ὅτε καὶ λαλεῖ πρὸς ὃν ἐχρῆν, ἤγουν πρὸς τὸν Φοῖβον, οὗ χάριν ἔλαβε τὸ θυγάτριον, ὃ ἐπὶ

βωμὸν ἄγωνὈδυσσεὺς ἐν χερσὶν αὐτῷ ἔθετο. Ὅρα δὲ πεισμονῆς ἀκαίρου βασιλικῆς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

130

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!