18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

δὲ παράδειγμα ὅμοιον ἐκ Πραξίλληςἐν τῷ «ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν

ἔπειθεν». τὸ γὰρ ˉτˉε καὶ τὸ ˉοˉνδύο αὗται βραχεῖαι συλλαβαὶ ἀντὶ μιᾶς βραχείας

ἐλήφθησαν. εἰ δὲ καλῶςἐπόδισάν τινες καὶ τὸ ληϊάδε, ὡς προείρηται, ἰδοὺ καὶ τοῦτο

τέως τρίτονπαράδειγμα. [τοιαῦτα δὲ παρ' Ὁμήρῳ καὶ τὸ «ἀστέρι ὀπωρινῷ ἐναλίγκιος»

καὶτὸ «χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς».] δῆλον δὲ καὶ ὅτι ἡ κατὰ κοινὴν

συλλαβὴνσυνίζησις ἢ μακρά ἐστιν, ὡς ἐν τῷ «ˉδˉεˉω Ἀχιλῆος», ἢ συνέσταλται, ὡς ἐν

τῷ»χρυσέῳ ἀνὰ σκήπτρῳ» καὶ «δενδρέῳ ἐφεζόμενοι». [περὶ δὲ συνιζήσεως καὶμετ'

ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὡς τριῶν ὄντων στιχηρῶν ἐκ πλεονασμοῦπαθῶν, τοῦ

μακροκεφάλου εἴτ' οὖν προκεφάλου, τοῦ προκοιλίου, καὶ τοῦμακροσκελοῦς ἤτοι

δολιχούρου, ὁ τῆς Ἰλιάδος πρῶτος στίχος πάθους ἐστὶπροκοιλίου, ῥηθέντος οὕτω ἐκ

μεταφορᾶς προγαστόρων ζῴων, οἷα πλεοναζούσης ἐν μέσῳ τῶν τοιούτων στίχων μιᾶς

συλλαβῆς ἐξογκούσης τρόπον τινὰ κοιλίας δίκην τὴν τοῦ ἔπους μεσότητα.] Ὅτι τὸ

Πηληϊάδεω λέξις ἐστὶν Ἰωνική. τὸ μὲν γὰρ κοινὸν ἔχει οὕτως· Πηλεὺς Πηλέος, ὅθεν

Πηλεΐδης πατρωνυμικῶςὁ τοῦ Πηλέως υἱὸς καὶ κλίνεται Πηλεΐδου. τὸ δὲ Ἰωνικὸν

παράγεται οὕτως· Πηλεύς Πηλῆος, ὥσπερ Ἀχιλλεύς Ἀχιλλῆος, Ὀδυσσεύς Ὀδυσσῆος,

βασιλεύς 1.21 βασιλῆος, καὶ ἄλλα μυρία. Ὅτι δὲ καὶ διὰ τῆς ˉεˉι διφθόγγου καὶ διὰ τοῦ

ˉι δὲμόνου τὰ τοιαῦτα ἐγράφοντό ποτε, καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ σαφέστερονεἴρηται.

καὶ οὕτω μὲν τὸ Ἰωνικόν, Πηλεύς Πηλῆος· τούτου δὲ τὸ πατρωνυμικὸν Πηληΐδης καὶ

πλεονασμῷ τοῦ ˉα Πηληϊάδης, οὗ ἡ γενικὴ κατὰ Ἴωνας Πηληϊάδεω. ἔστι γὰρ

παρατήρησις παλαιὰ τοιαύτη· τὰ εἰς ˉαˉς καὶ εἰς ˉηˉς ὀνόματαἰσοσυλλάβως κλινόμενα

κοινῶς μὲν καὶ Ἀττικῶς εἰς ˉοˉυ ἔχει τὴν γενικήν·οἷον, Αἰνείας Αἰνείου, Πηλείδης

Πηλείδου, Ἀτρείδης Ἀτρείδου· ∆ωρικῶς δὲ εἰς ˉα μακρὸν περαίνει τὴν γενικήν· οἷον,

τοῦ Αἰνεία, τοῦ Πηλείδα, τοῦ Ἀτρείδα·Ἰωνικῶς δὲ διὰ τοῦ ˉεˉω· Αἰνείεω, Πηλείδεω,

Ἀτρείδεω· Βοιωτικῶς δὲ διὰ τοῦ ˉαˉο· οἷον Αἰνείαο, Πηλείδαο, Ἀτρείδαο, μακρᾶς ἐξ

ἅπαντος οὔσης τῆς παραληγούσης. Ἰστέον γὰρ ὅτι αἱ οὕτω χασμώμεναι, ὡς ἐν διαλύσει,

γενικαὶ οὐδέποτετὴν παραλήγουσαν ἰσόχρονον ἔχουσι τῇ ληγούσῃ, ἀλλὰ ἀνομοίαν ἀεί.

καὶ ἐὰνμὲν ἡ λήγουσα μακρὰ εἴη, βραχεῖά ἐστιν ἡ παραλήγουσα, ὡς ἐπὶ τοῦ Αἰνείεω,

Πηλείδεω, Ἑρμείεω. ἐὰν δὲ τὸ λῆγον βραχύνηται, μακρὸν ἔσται τὸ παραλῆγον, ὡς ἐν τῷ

Αἰνείαο, Ἑρμείαο, Πηλείδαο. οὕτω καὶ τὸ Πριάμοιο, δένδροιο καὶ τὰτοιαῦτα Θετταλικὰ

ὄντα κατά τινας ἀνομοιόχρονον ἔχει τῇ παραληγούσῃ τὴνλήγουσαν. διὸ καὶ τὸ ἐμέο καὶ

σέο καὶ ἕο ἀναλογώτερον ἔχει προσλαβόντατὸ ˉι ἐν τῇ παραληγούσῃ καὶ γενόμενα

ἐμεῖο καὶ σεῖο καὶ εἷο καὶ ἀνομοίανποιήσαντα τῇ ληγούσῃ τὴν παραλήγουσαν. Ἰστέον δὲ

καὶ ὅτι οὐκ ἀεὶ τὸ ˉαποιητικῶς πλεονάζει ἐν τοῖς διὰ τοῦ ˉιˉδˉηˉς πατρωνυμικοῖς, ἀλλὰ

μόνον ἐξ ἀνάγκης, ὅτε πρὸ τοῦ ˉι μακρά ἐστι συλλαβή· οἷον Τελαμωνίδης

Τελαμωνιάδης, Νηληΐδης Νηληϊάδης. οὕτως οὖν καὶ Πηληΐδης Πηληϊάδης. εἰ γὰρ μὴ

πλεονάσειἐν τοῖς τοιούτοις τὸ ˉα καὶ οὕτως ἀπαρτισθῇ δάκτυλος, οὐ συντελοῦσιν εἰς

μέτρονἡρωϊκὸν διὰ τὸ καταπεραιοῦν εἰς πόδα ἀμφίμακρον. ἀμέλει ἐν τῷ Ἀτρείδης καὶ

Πηλείδης οὐ πλεονάζει τὸ ˉα· οὐ χρεία γάρ. καὶ οὕτω μὲν ἐν τούτοις φανερῶςπλεονάζει

τὸ ˉα. δῆλος δέ ἐστι κατὰ τοὺς παλαιοὺς ὁ πλεονασμὸς ἀπὸ τοῦ μέτρουτῶν συλλαβῶν.

Τὰ γὰρ εἰς ˉδˉηˉς ἀπαθῆ πατρωνυμικά, μήτε συγκοπὴν παθόνταἢ συναίρεσιν μήτε

πλεονασμόν, μιᾷ συλλαβῇ πλεονάζει τῆς γεννήτορος πρωτοτύπου γενικῆς, ἀφ' ἧς ἡ

πατρωνυμία γίνεται· οἷον ἡ Πριάμου γενικὴ ἐν τρισὶσυλλαβαῖς ἐστι, Πριαμίδης ἐν

τέτρασιν. ὁμοίως καὶ Νέστορος Νεστορίδης, Λητόος Λητοΐδης, Ἕκτορος Ἑκτορίδης,

Ἀτρέος Ἀτρεΐδης παρὰ Πινδάρωτὸ δ' αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀπαθῶν πατρωνυμικῶν.

οὕτως οὖν καὶ Πηλεύς Πηλῆος Πηληΐδης, Μηκιστεύς Μηκιστῆος Μηκιστηΐδης. εἴπομεν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

13

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!