18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

γονάτων·κεφαλῆς μὲν διὰ μέσης γενειάδος κατὰ Εὐριπίδην ἢ ἀνθερεῶνος καθ'

Ὅμηρονδιὰ τὸ ἡγεμονικόν· ἐν αὐτῇ γὰρ τὸ λογιστικόν, ὡς προείρηται· δεξιᾶς δὲ διὰτὸ

πρακτικόν· γονάτων δὲ διὰ τὸ κινητικὸν καὶ βαδιστικόν. καὶ ἤθελον συμβολικῶς τοὺς

ἱκετευομένους παρακαλεῖν διὰ μὲν τῆς κεφαλῆς εἰς τὸ συνθέσθαι καὶκατανεῦσαι, διὰ δὲ

τῆς δεξιᾶς εἰς τὸ πρᾶξαι, διὰ δὲ γονάτων εἰς τὸ κινηθῆναι,πρὸς ἃ ζητοῦνται, ἢ καὶ

ἐπικλασθῆναι τὴν ψυχὴν καὶ καμφθῆναι, οἷς ἱκετεύονται.καὶ γὰρ ἐν τοῖς γόνασι

μάλιστα κλᾶται τὸ σῶμα. καὶ ἦσαν ταῦτα σύμβολά τινακαὶ οἷον οἰωνισμοὶ τοῦ τῆς

ἱκετείας τέλους. σκαιᾶς μέντοι ἤτοι ἀριστερᾶςχειρὸς οὐ προσήπτοντο διὰ τὸ

δυσοιώνιστον. οὐ γὰρ προσεῖχον τοῖς ἀριστεροῖς,ὅπου γε καὶ τὰ μὴ αἴσια σκαιὰ καὶ

ἐπαρίστερα ἔλεγον, ὥσπερ τὰ ἀγαθὰ δεξιά,τύχην λέγοντες δεξιὰν καὶ νόημα δεξιὸν καὶ

δεξιοῦσθαι τὸ φιλοφρονεῖσθαι.κεφαλῆς δὲ οὐ τῆς ὅλης ἥπτοντο ἀλλὰ τοῦ ἀνθερεῶνος

καὶ τοῦ γενείου, ὡς καὶ Εὐριπίδης δηλοῖ λέγων· «ὁρῶ σε δεξιὰν κρύπτοντα καὶ

πρόσωπον ἔμπαλιν στρέφοντα, ὡς μή σου προσθίγω γενειάδος». τούτου δὲ δηλωτικὸν

καὶ τὸ «μὴπρὸς γενείου μὴ 'ξέλῃ τὰ φίλτατα» καὶ τὸ «ἀλλ', ὦ φίλον γένειον,

αἰδέσθητίμε». Ἰστέον δὲ ὅτι, εἰ καὶ κεφαλῆς καὶ χειρὸς καὶ γονάτων οἱ ἱκέται

ἥπτοντο,ἀλλὰ τὴν ὅλην ἱκετείαν γουνάζεσθαί φασιν ἐκ μέρους οἱ παλαιοί, διότι

τοῖςἱκετεύουσιν, εἰ καὶ μὴ κεφαλῆς ἢ χειρὸς ἔστι λαβέσθαι, τῆς μὲν ἔμπαλιν

τυχὸνστρεφομένης τῆς δὲ κρυπτομένης, ἀλλὰ γόνατος γοῦν οὐ πάνυ δυσχερὲς ἅπτεσθαι.

οἱ δὲ μεθ' Ὅμηρον τὴν τοῦ γονυπετεῖν λέξιν ἐντεῦθεν ἐφεῦρον συνθέντεςἐκ τοῦ γόνυ

καὶ τοῦ πέτειν, ἐξ οὗ τὸ πίπτειν παράγεται, ὡς τὸ ῥίπτειν ἀπὸ τοῦῥέπειν. ἀκολούθως δὲ

τούτῳ καὶ ἡ γονυκλισία ὠνόμασται. Ὅτι δὲ πέτω ἐστὶῥῆμα βαρύτονον ἄρρητον, δηλοῖ ὁ

πέσω μέλλων εὔχρηστος, ὃ ∆ωριεῖς καὶ Αἰολεῖς πεσῶ λέγουσιν, ὡς ἐσῶ, κλαυσῶ, ἐξ ὧν

τὸ πεσεῖται, ἐσεῖται, κλαυσεῖταικαὶ τὰ ὅμοια. [ἐκ δὲ τοῦ πεσῶ ἀνελθόντος εἰς ἐνεστῶτα

καὶ τὸ πέσημα, ὅ ἐστιπτῶμα, κεῖται παρὰ τοῖς τραγικοῖς.] Ὅτι ὁ θαρρῶν ἱκετεῦσαι καὶ

πεῖσαί τινα 1.199 εἴποι ἂν καιρίως τὸ «καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω». καὶ

ὅρα ὅτι1.199 νῦν μὲν τὸ πείσεσθαι σαφῶς ἔχει· ὅτε δὲ Ἀχιλλεὺς θυμομαχῶν εἶπεν· «ἅ

τιναοὐ πείσεσθαι ὀΐω», ἀσαφῶς εἶχεν ὁ λόγος. ἢ γὰρ εἰς ἃ οὐ πείσεσθαι οἴομαί τιναἢ εἰς

ἃ ἐγὼ οὐ πεισθήσομαι, ὃ καὶ κάλλιον. ἔφη γὰρ κατωτέρω ἐκεῖ· «οὐ γὰρἔγω γέ τί σοι

πείσεσθαι ὀΐω». Τὸ δέ «καί μιν» προτεθὲν ἐν τῷ «καί μινγουνάσομαι καί μιν πείσω»

σχῆμα καλὸν ποιεῖ τὸ κατ' ἐπαναφοράν. (ῃ. 429)Ὅτι συνήθη Ἀττικὴν ἔλλειψιν ἔχει τὸ

«χωόμενον κατὰ θυμὸν εὐζώνοιο γυναικός». τὸ γὰρ πλῆρες· χωόμενον ὑπὲρ γυναικὸς ἢ

ἕνεκεν γυναικός. Ἰστέονδὲ ὅτι τοῦ κατὰ θυμὸν χώεσθαι ἤγουν συγχέεσθαι τὸν Ἀχιλλέα

τέλος τὸμηνίειν Ἀχαιοῖσι, πολέμου δ' ἀποπαύεσθαι πάμπαν, ὃ παρῄνεσεν ἡ μήτηρ Θέτις

τῷ φίλῳ υἱῷ προαναφωνητικῶς καὶ αὐτὸ ὑπὸ τοῦ ποιητοῦ τεθέν. Εὔζωνον δὲ γυναῖκα

τὴν Βρισηΐδα λέγει ἀντὶ τοῦ εὐκόσμητον, ἀπὸ μέρουςτινὸς τοῦ γυναικείου κόσμου, τῆς

ζώνης δηλαδή. ὡς καὶ εἴ τις εἴπῃ ἄνδραμιτροχίτωνα καθ' ὁμοιότητα τοῦ

«ἀμιτροχίτωνας ἑταίρους». ὡς γὰρ ἀνὴρὁπλίζεταί ποτε μερικῶς μίτρᾳ, οὕτω καὶ γυνὴ

κατὰ τῶν ἐραστῶν ὁποῖά τιὅπλον τὸ ἑαυτῆς εὔζωνον προβάλλεται. οἱ μέντοι μεθ'

Ὅμηρον εὔζωνον ὁδίτηνλέγοντες ἢ τοιοῦτόν τι ἐπὶ ἀσκεύου καὶ εὐσταλοῦς τὴν λέξιν

τιθέασιν. Ὅρα δὲὅτι γυναῖκα οὐ μὴν κόρην ἐνταῦθα τὴν Βρισηΐδα εἶπεν, ὡς ἀλλαχοῦ.

Ὅτικρίνει καὶ ὁ ποιητὴς ἠδικῆσθαι τὸν Ἀχιλλέα λέγων βίῃ ἀέκοντος ἀφαιρεθῆναιτὴν

Βρισηΐδα. πάντως δὲ τὸ βίᾳ οὐ δίκαιον. (ῃ. 430) Ἀέκουσα δὲ καὶ ἐκείνηκατὰ τὸν ποιητὴν

ἐπορεύθη. Τὸ δὲ ἀέκοντος ἑρμηνεία ἐστὶ τοῦ βίῃ, ὅπερ λέξιςἐστὶν ὁμώνυμος καὶ διὰ

τοῦτο ἔχει τι ἀσαφείας, εἰ μὴ ἑρμηνεύοιτο. λέγεταιγάρ ποτε βία καὶ ἡ κατὰ ῥώμην

δύναμις. (ῃ. 432) Ὅτι ὥσπερ οἶκος μὲν καὶδόμος τὸ ὅλον λέγεται, μέρος δὲ αὐτῶν ἡ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

128

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!