18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀχιλλεῖ πρὸς τῆς μητρὸς ῥηθὲν τὸ «ἀλλὰ σὺ μὲν νῦν νηυσὶπαρήμενος μήνι' Ἀχαιοῖς,

πολέμου δ' ἀποπαύεο πάμπαν.] (ῃ. 423) Ὅτι τὸ τὸν ∆ία εἰς Ὠκεανὸν ἔρχεσθαι ἐπὶ τοὺς

ἀμύμονας Αἰθιοπῆας, θεοὺς δ' ἅμαπάντας ἕπεσθαι, δωδεκάτῃ δὲ αὖθις ἔρχεσθαι εἰς

Ὄλυμπον, τινὲς μὲν ἱστορικῶςθεραπεύουσι λέγοντες, ὅτι ἐν ∆ιοσπόλει μέγιστόν ἐστι

∆ιὸς ἱερόν, ἀφ' οὗλαβόντες Αἰθίοπες ∆ιὸς ξόανον καὶ ἄλλων δαιμόνων σὺν αὐτῷ κατά

τινα καιρὸντεταγμένον περινοστοῦσι τὰ κατὰ τὴν Λιβύην καὶ πανηγυρίζουσι

πολυτελῶςἐπὶ δώδεκα ἡμέρας, ἐπεὶ καὶ τοσοῦτοι παρ' αὐτοῖς οἱ θεοί. τοῦτο γοῦν,

φασίν,εἰδὼς ὁ ποιητής, οἷα καὶ τοιούτων ἐθῶν ἔμπειρος, ὅνγε καὶ Αἰγύπτιον

γενεαλογοῦσί τινες, πλάττει ἐνταῦθα δωδεκαήμερον ἀποδημίαν ∆ιὸς ἐξ ἱστορικῆς 1.197

ἀφορμῆς καὶ νῦν εἰς τὸ πλάσμα ἐλθών. Ἕτεροι δὲ ἀλληγορίαν τινὰ καὶ εἰς τοῦτόφασι

λέγοντες ∆ία μὲν τὸν ἥλιον, Ὠκεανὸν δέ, ὡς ὁ Γεωγράφος φησί, τὸν καθ'ὅλον τὸ

μεσημβρινὸν κλίμα τεταγμένον, ἤγουν τὰ νότια τῆς οἰκουμένης τὰ πρὸςτοῖς Αἰθίοψιν,

ὅπου κατὰ τὸν χειμέριον καιρὸν ὁ τοιοῦτος ἄπεισι Ζεύς «ἐπὶκυανέων ἀνδρῶν δῆμον»

κατὰ τὴν ποίησιν ἤτοι ἐπὶ Αἰθιοπίαν. ἐπεὶ δὲ καὶ ὁ τῶνπραγμάτων τούτων καιρὸς καὶ ὁ

λοιμὸς μετὰ χειμῶνα γενέσθαι φαίνεται,εἰκότως ἂν χθιζός που καὶ πρῴην ὁ τῆς

ἀλληγορίας ταύτης Ζεὺς Αἰθιοπικώτεροςὢν μετά τινας οὐ πολλὰς ἡμέρας εἰς τὸ

Ἑλλαδικὸν κλίμα τελέως ἀποκαταστήσεσθαι λέγοιτ' ἂν συντελέσων τι πρὸς βοήθειαν

τῷ Ἀχιλλεῖ. καὶ ταῦτα μὲν τοιαῦτα. ἐν οἷς σημείωσαι ὡς καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ

Ζεύς· ὁ δ' αὐτὸς καὶ εἰςοὐρανόν, ὡς καὶ ἐν Ἀράτῳ δηλοῦται καὶ ἐν Ἡροδότῳ δὲ εἰπόντι,

ὅτι τὸν κύκλον πάντα τοῦ οὐρανοῦ ∆ία καλοῦσιν οἱ Πέρσαι, ὥστε πολλὰ τῇ

λέξειπαρυφίσταται σημαινόμενα. ἔστι γὰρ Ζεὺς ἱστορούμενος,

μυθευόμενος,ἀλληγορούμενος· τοῦτο δὲ εἰς νοῦν, εἴτ' οὖν ψυχὴν τοῦ παντός· εἰς ἀέρα,

εἰςαἰθέρα, εἰς ἥλιον, εἰς οὐρανόν. καὶ οὕτω μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς ἐπίτηδες ἄλλως

οἰκονομεῖ ἀποδημεῖν τὸν ∆ία, ὡς ἂν ἐν τῷ μέσῳ καὶ οἱ Ἕλληνεςἀπὸ τοῦ λοιμοῦ ἑαυτοὺς

ἀναλάβωσι καὶ ὁ Ἀχιλλεὺς παρ' ἑαυτῷ ταλαντεύσαςτὰ καθ' ἑαυτὸν ἢ ἐπιμείνῃ τῇ μήνιδι

ἢ ῥοπήν τινα σχοίη πρὸς καταλλαγήν·ἔτι δέ, ὃ καὶ μάλιστα πρὸς τὸ πιθανὸν

συμβάλλεται, ἵνα καὶ οἱ Τρῶες μαθόντες,ὡς εἰκός, τὰ τῆς μήνιδος θαρσήσωσι τὴν μάχην

καὶ οὕτω τέλος ἕξει ὁ σκοπὸςτοῦ Ὁμηρικοῦ ∆ιός. ἐκ πρώτης γὰρ ἢ δευτέρας ἡμέρας καί

τινων ὀλίγων τῶνἐφεξῆς οὐκ ἦν εἰκὸς πληροφορίαν τοῖς Τρωσὶν ἐντελῆ γενέσθαι τῆς

τοῦ Ἀχιλλέωςμήνιδος, ἀλλ' ἦν ἂν ἡ εἰς τὴν μάχην αὐτοῖς τόλμα ἀπίθανος. Περὶ δὲ

Αἰθιόπωνκαὶ ὅτι κατὰ παραγωγὴν Αἰθιοπῆες λέγονται καὶ ἐν Ὀδυσσείᾳ

ἐδηλώθη.[Πολλὰ δὲ καὶ ἄλλα ὅμοια· ἐν οἷς καὶ ἡγεμονεύς καὶ ἡνιοχεύς καὶ ὁ ἐκ τοῦ

Ἀλκαῖος Ἀλκεύς, ὅθεν Ἀλκείδης Ἡρακλῆς, καὶ ὁ ἐκ τοῦ παρὰ Πινδάρῳ διάβολοςκοινῶς

διαβολεύς.] Ἀμύμονας δὲ αὐτοὺς λέγει, οὐχ' ὅτι πάντες ἀγαθοὶ ἀλλ' ὅτιτινές· πολλοὶ γὰρ

ἀπ' αὐτῶν ἀνθρωποφαγοῦσιν. ἕτεροι δὲ τοὺς μακροβίους Αἰθίοπας ἀμύμονας λέγεσθαι

νοοῦσι, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. ἄλλοι δὲ γράφουσι «μετὰ

Μέμνονας Αἰθιοπῆας» λέγοντες Αἰθίοπάς τιναςεἶναι οὕτω καλουμένους ἀπὸ Μέμνονος

υἱοῦ Τιθωνοῦ καὶ Ἡμέρας. [Ὁ δὲ Ὠκεανὸς σεσημείωται συστέλλων τὸ ˉα. τὰ γὰρ διὰ τοῦ

ˉαˉνˉοˉς ὀξύτονα ὑπὲρ τρεῖςσυλλαβὰς ἐκτείνει τὸ ˉα χωρὶς τῶν παρὰ τοῖς ὕστερον, οἳ

τὴν παραλήγουσαν τοῦ 1.198 Ἰουλιανός συστέλλουσιν. ὁ ἐανὸς πέπλος συστέλλων τὸ ˉα

οὐκ ἀντίκειται·τρισύλλαβος γάρ ἐστιν. Ἰστέον δὲ ὅτι τὸ «Ζεὺς ἐς Ὠκεανὸν εἰς τοὺς δεῖνα

χθιζὸς ἔβη μετὰ δαῖτα», ἤγουν εὐωχίαν, «θεοὶ δ' ἅμα πάντες ἕποντο, δωδεκάτῃ δέ

τοιαὖτις ἐλεύσεται Οὔλυμπόνδε», παρῳδηθήσεταί ποτε εἰς πανδαισίαν

πολυτελῆμακροήμερον.] (ῃ. 427) Ὅτι τοῖς παλαιοῖς ἔθος ἦν, ὁπηνίκα ἱκέτευον,

κεφαλῆςτε λαμβάνεσθαι τῆς τοῦ ἱκετευομένου καὶ χειρὸς δεξιᾶς ἢ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

127

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!