Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ἐπιχαρεῖεν τῷ βασιλεῖ·»γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων ἣν ἄτην» ἤγουν τὴν αὐθαίρετον βλάβην, «ὅτ' ἄριστον Ἀχαιῶν», ἤγουν ἐμέ, «οὐδὲν ἔτισε».] Σοφοκλῆς δὲ τὸτοιοῦτον νόημα παραφράζων ἐπὶ Αἴαντος περιφραστικώτερόν φησιν, ὅτιτοιοῦτος ἦν ὁ Αἴας, οἷον οὔ τινα ἡ Τροία εἶδε μολόντα γῆς ἀπὸ Ἑλληνίδος.ἐμφαντικῶς δὲ ἄριστον ἄρτι ἑαυτὸν ὁ Ἀχιλλεὺς λέγει. εἰ μὲν γὰρ συγκατατίθεται ἡ μήτηρ ἄριστον αὐτὸν εἶναι, ἵνα τί μὴ τιμᾶται ὡς ἄριστος; εἰ δὲ μήἐστιν ἄριστος, διὰ τί οὐκ ἔστι τοιοῦτος; ἀλλὰ μινυνθάδιος μὲν γέγονε, τιμὴν δὲοὐκ ἔχει, ὁποίαν οἱ ἄριστοι. (ῃ. 410) [Σημείωσαι δὲ ὅτι ἐν τῷ «πάντες ἐπαύρωνται βασιλῆος» νοηθείη ἂν βασιλεὺς καὶ ὁ κατὰ τὸν ἐν Ὀδυσσείᾳ Ἔχετον βασιλέα βροτῶν δηλήμονα, ἵνα λέγῃ σεμνῶς καὶ εὐφήμως, ὡς πάντες ἐπαύρωνταιβασιλέως τούτου κακοῦ κατὰ τὸ «πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸςἀπηύρα». ἔνθα ὅρα τὸ ἀπαυρεῖν ταὐτὸν ὂν τῷ Ὁμηρικῷ ἐπαυρεῖν. διὸ καλῶςἡ αὐτῶν ἑρμηνεία, ἤγουν τὸ ἐπαπολαύειν, τὰς ἐκείνων ἔχει προθέσεις.] (ῃ. 414)Ὅτι μονῳδικῷ ἔοικε σχήματι τὰ τῆς Θέτιδος πρὸς Ἀχιλλέα εἰπούσης· «ὤ μοι, τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα» καὶ τὰ ἑξῆς. πενθεῖ δὲ αὐτόν,ὅτι ἅμα τε ὠκύμορός ἐστι καὶ ὀϊζυρὸς περὶ πάντων ἤτοι περισσότερον πάντων.καὶ σημείωσαι τὴν συντομίαν τοῦ «τί σ' ἔτρεφον αἰνὰ τεκοῦσα;» δύο γὰρ ἐνὀλίγῳ συνέστρεψε νοήματα, οἱονεὶ οὕτως εἰποῦσα· οὐκ ὤφελόν σε τεκεῖν. εἰ δὲκαὶ ἔτεκον, τί δήποτε δυστυχῶς ἔτρεφόν σε; Τὸ δὲ αἰνὰ τεκοῦσα ἀντὶ τοῦαἰνῶς, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ, ὅτι οὐ καλὰ πόλεμόνδε συνοισόμεθα ἀντὶτοῦ οὐ καλῶς. (ῃ. 417) Τὸ δὲ ὀϊζυρός τοιαύτην ἔχει παραγωγήν· ὥσπερ παρὰτὸ αἴ ἐπίρρημα γίνεται τὸ αἰάζω καὶ παρὰ τὸ ὤ ὤζω ἐν Αἰσχύλῳ, ἐξ οὗ τὸοἰμώζω, οὕτω παρὰ τὸ οἴ οἴζω, ἐξ οὗ παράγωγον οἰζύω καὶ κατὰ διάλυσινὀϊζύω· ὡς τὸ «ἀλλ' ἄγε δὴ περὶ κεῖνον ὀΐζυε», ἐξ οὗ ὀϊζὺς ἡ ἀξία θρήνωνκακοπάθεια καὶ ὀϊζυρὸς ὁ θρήνων ἐπάξιος. (ῃ. 415–8) [Τῷ δὲ ῥηθέντι ὡςμονῳδικῷ πρόσκειται καὶ ταῦτα· «αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν· νῦν δ' ἅμα τ'ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο, τῷ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισιν».ἔστι δὲ ἐναντία τὸ μίνυνθα καὶ τὸ δήν, ὧν ἐκ τοῦ μὲν γίνεται ὁ μινυνθάδιος, ὡς 1.196 ἐδηλώθη, τοῦ δὲ ὁ δηναιός, ὅ ἐστι πολυχρόνιος, καὶ δηρόν τὸ ἐπὶ πολύ, τροπῇ τοῦˉν εἰς ˉρ, καὶ δήνεα τὰ βουλεύματα, οἷς χρόνου δεῖ. διὸ καὶ παροιμία κεῖται»δηρὸν βουλεύειν, ἵν' ἔχῃ καὶ πολλὸν ἄμεινον», εἰς ἣν συντελεῖ καὶ Σοφοκλέουςτὸ «φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς».] (ῃ. 420) Ὅτι ἐν τῷ «Ὄλυμπον ἀγάννιφον» φανερῶς Ὄλυμπον τὸ ὄρος λέγει. ὁ γὰρ Ὄλυμπος ὁ εἰς οὐρανὸν λαμβανόμενος οὐ νίφεται, ὅτι μηδὲ νεφελοῦται, ὅπου γε κατὰ τοὺς παλαιοὺςκαὶ αὐτοῦ τοῦ Ὀλύμπου τοῦ ὄρους τὰ ἄκρα ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτεκατομβρεῖται, ὡς καὶ ἐν Ὀδυσσείᾳ φανερῶς φησιν ὁ ποιητής. Ἰστέον δὲ ὅτι διχρόνῳ παραλήγεται τὸ «ἀγάννιφον» ἐκ τοῦ διφορουμένου νείφω. ἢ γὰρ ἐκτοῦ ἐνεστῶτος τοῦ ἔχοντος τὸ ˉι ἢ ἐκ τοῦ γραφομένου ἐν διφθόγγῳ, οὗ δεύτεροςἀόριστος ἔνιφον, ὅθεν δοκεῖ ἡ νιφὰς εἶναι καὶ ὁ νιφετός. ἐκεῖθεν δὲ καὶ τὸ νέφοςκαὶ τὸ νένοφα, οὗ μεμνημένος ὁ Ἡρωδιανὸς ἀπορεῖ, πῶς ὁ Ἀριστοφάνης νένοφα εἶπε καὶ οὐ νένοιφα, ἵνα ἦν, ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, οὕτω καὶνείφω νένοιφα. [Περὶ οὗ ἔστιν εἰπεῖν, ὡς οὐκ ἐκ τοῦ νείφω ἐκλίθη κατὰ τὸ πείθωπέποιθα καὶ ὅσα ἕτερα ἐπὶ ἐνεστῶτος ἔχουσι τὸ ˉε μετὰ τοῦ ˉι, ἀλλ', ὡς εἰκός,ἐκ τοῦ νέφω, ἵνα ᾖ, ὥσπερ λέγω λέλογα, οὕτω καὶ νέφω νένοφα, κατὰ τὰ ἔχοντατὸ ˉε μόνον ἐν τῷ ἐνεστῶτι. τοῦ δὲ νέφω, εἰ καὶ μὴ ἔστι χρῆσις, ἀλλὰ δοκεῖὅμως πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡς ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφος καὶἡ νεφέλη.] Ἔτι ἰστέον καὶ ὅτι τὸ ἄγαν οὐκ ἀεὶ [ἐν ταῖς συνθέσεσι] φυλάσσει τὸ τοῦτέλους ἀμετάβολον, ἀλλ' ἔστιν οὗ, ὡς ἔστι μαθεῖν ἐξ ἐπαγωγῆς. (ῃ. 421)[Οτι ἐρεθιστικὸν τῷ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 126

Ἀχιλλεῖ πρὸς τῆς μητρὸς ῥηθὲν τὸ «ἀλλὰ σὺ μὲν νῦν νηυσὶπαρήμενος μήνι' Ἀχαιοῖς, πολέμου δ' ἀποπαύεο πάμπαν.] (ῃ. 423) Ὅτι τὸ τὸν ∆ία εἰς Ὠκεανὸν ἔρχεσθαι ἐπὶ τοὺς ἀμύμονας Αἰθιοπῆας, θεοὺς δ' ἅμαπάντας ἕπεσθαι, δωδεκάτῃ δὲ αὖθις ἔρχεσθαι εἰς Ὄλυμπον, τινὲς μὲν ἱστορικῶςθεραπεύουσι λέγοντες, ὅτι ἐν ∆ιοσπόλει μέγιστόν ἐστι ∆ιὸς ἱερόν, ἀφ' οὗλαβόντες Αἰθίοπες ∆ιὸς ξόανον καὶ ἄλλων δαιμόνων σὺν αὐτῷ κατά τινα καιρὸντεταγμένον περινοστοῦσι τὰ κατὰ τὴν Λιβύην καὶ πανηγυρίζουσι πολυτελῶςἐπὶ δώδεκα ἡμέρας, ἐπεὶ καὶ τοσοῦτοι παρ' αὐτοῖς οἱ θεοί. τοῦτο γοῦν, φασίν,εἰδὼς ὁ ποιητής, οἷα καὶ τοιούτων ἐθῶν ἔμπειρος, ὅνγε καὶ Αἰγύπτιον γενεαλογοῦσί τινες, πλάττει ἐνταῦθα δωδεκαήμερον ἀποδημίαν ∆ιὸς ἐξ ἱστορικῆς 1.197 ἀφορμῆς καὶ νῦν εἰς τὸ πλάσμα ἐλθών. Ἕτεροι δὲ ἀλληγορίαν τινὰ καὶ εἰς τοῦτόφασι λέγοντες ∆ία μὲν τὸν ἥλιον, Ὠκεανὸν δέ, ὡς ὁ Γεωγράφος φησί, τὸν καθ'ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένον, ἤγουν τὰ νότια τῆς οἰκουμένης τὰ πρὸςτοῖς Αἰθίοψιν, ὅπου κατὰ τὸν χειμέριον καιρὸν ὁ τοιοῦτος ἄπεισι Ζεύς «ἐπὶκυανέων ἀνδρῶν δῆμον» κατὰ τὴν ποίησιν ἤτοι ἐπὶ Αἰθιοπίαν. ἐπεὶ δὲ καὶ ὁ τῶνπραγμάτων τούτων καιρὸς καὶ ὁ λοιμὸς μετὰ χειμῶνα γενέσθαι φαίνεται,εἰκότως ἂν χθιζός που καὶ πρῴην ὁ τῆς ἀλληγορίας ταύτης Ζεὺς Αἰθιοπικώτεροςὢν μετά τινας οὐ πολλὰς ἡμέρας εἰς τὸ Ἑλλαδικὸν κλίμα τελέως ἀποκαταστήσεσθαι λέγοιτ' ἂν συντελέσων τι πρὸς βοήθειαν τῷ Ἀχιλλεῖ. καὶ ταῦτα μὲν τοιαῦτα. ἐν οἷς σημείωσαι ὡς καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Ζεύς· ὁ δ' αὐτὸς καὶ εἰςοὐρανόν, ὡς καὶ ἐν Ἀράτῳ δηλοῦται καὶ ἐν Ἡροδότῳ δὲ εἰπόντι, ὅτι τὸν κύκλον πάντα τοῦ οὐρανοῦ ∆ία καλοῦσιν οἱ Πέρσαι, ὥστε πολλὰ τῇ λέξειπαρυφίσταται σημαινόμενα. ἔστι γὰρ Ζεὺς ἱστορούμενος, μυθευόμενος,ἀλληγορούμενος· τοῦτο δὲ εἰς νοῦν, εἴτ' οὖν ψυχὴν τοῦ παντός· εἰς ἀέρα, εἰςαἰθέρα, εἰς ἥλιον, εἰς οὐρανόν. καὶ οὕτω μὲν καὶ ταῦτα. Ὁ δὲ ποιητὴς ἐπίτηδες ἄλλως οἰκονομεῖ ἀποδημεῖν τὸν ∆ία, ὡς ἂν ἐν τῷ μέσῳ καὶ οἱ Ἕλληνεςἀπὸ τοῦ λοιμοῦ ἑαυτοὺς ἀναλάβωσι καὶ ὁ Ἀχιλλεὺς παρ' ἑαυτῷ ταλαντεύσαςτὰ καθ' ἑαυτὸν ἢ ἐπιμείνῃ τῇ μήνιδι ἢ ῥοπήν τινα σχοίη πρὸς καταλλαγήν·ἔτι δέ, ὃ καὶ μάλιστα πρὸς τὸ πιθανὸν συμβάλλεται, ἵνα καὶ οἱ Τρῶες μαθόντες,ὡς εἰκός, τὰ τῆς μήνιδος θαρσήσωσι τὴν μάχην καὶ οὕτω τέλος ἕξει ὁ σκοπὸςτοῦ Ὁμηρικοῦ ∆ιός. ἐκ πρώτης γὰρ ἢ δευτέρας ἡμέρας καί τινων ὀλίγων τῶνἐφεξῆς οὐκ ἦν εἰκὸς πληροφορίαν τοῖς Τρωσὶν ἐντελῆ γενέσθαι τῆς τοῦ Ἀχιλλέωςμήνιδος, ἀλλ' ἦν ἂν ἡ εἰς τὴν μάχην αὐτοῖς τόλμα ἀπίθανος. Περὶ δὲ Αἰθιόπωνκαὶ ὅτι κατὰ παραγωγὴν Αἰθιοπῆες λέγονται καὶ ἐν Ὀδυσσείᾳ ἐδηλώθη.[Πολλὰ δὲ καὶ ἄλλα ὅμοια· ἐν οἷς καὶ ἡγεμονεύς καὶ ἡνιοχεύς καὶ ὁ ἐκ τοῦ Ἀλκαῖος Ἀλκεύς, ὅθεν Ἀλκείδης Ἡρακλῆς, καὶ ὁ ἐκ τοῦ παρὰ Πινδάρῳ διάβολοςκοινῶς διαβολεύς.] Ἀμύμονας δὲ αὐτοὺς λέγει, οὐχ' ὅτι πάντες ἀγαθοὶ ἀλλ' ὅτιτινές· πολλοὶ γὰρ ἀπ' αὐτῶν ἀνθρωποφαγοῦσιν. ἕτεροι δὲ τοὺς μακροβίους Αἰθίοπας ἀμύμονας λέγεσθαι νοοῦσι, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. ἄλλοι δὲ γράφουσι «μετὰ Μέμνονας Αἰθιοπῆας» λέγοντες Αἰθίοπάς τιναςεἶναι οὕτω καλουμένους ἀπὸ Μέμνονος υἱοῦ Τιθωνοῦ καὶ Ἡμέρας. [Ὁ δὲ Ὠκεανὸς σεσημείωται συστέλλων τὸ ˉα. τὰ γὰρ διὰ τοῦ ˉαˉνˉοˉς ὀξύτονα ὑπὲρ τρεῖςσυλλαβὰς ἐκτείνει τὸ ˉα χωρὶς τῶν παρὰ τοῖς ὕστερον, οἳ τὴν παραλήγουσαν τοῦ 1.198 Ἰουλιανός συστέλλουσιν. ὁ ἐανὸς πέπλος συστέλλων τὸ ˉα οὐκ ἀντίκειται·τρισύλλαβος γάρ ἐστιν. Ἰστέον δὲ ὅτι τὸ «Ζεὺς ἐς Ὠκεανὸν εἰς τοὺς δεῖνα χθιζὸς ἔβη μετὰ δαῖτα», ἤγουν εὐωχίαν, «θεοὶ δ' ἅμα πάντες ἕποντο, δωδεκάτῃ δέ τοιαὖτις ἐλεύσεται Οὔλυμπόνδε», παρῳδηθήσεταί ποτε εἰς πανδαισίαν πολυτελῆμακροήμερον.] (ῃ. 427) Ὅτι τοῖς παλαιοῖς ἔθος ἦν, ὁπηνίκα ἱκέτευον, κεφαλῆςτε λαμβάνεσθαι τῆς τοῦ ἱκετευομένου καὶ χειρὸς δεξιᾶς ἢ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 127

ἐπιχαρεῖεν τῷ βασιλεῖ·»γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων ἣν ἄτην» ἤγουν

τὴν αὐθαίρετον βλάβην, «ὅτ' ἄριστον Ἀχαιῶν», ἤγουν ἐμέ, «οὐδὲν ἔτισε».] Σοφοκλῆς δὲ

τὸτοιοῦτον νόημα παραφράζων ἐπὶ Αἴαντος περιφραστικώτερόν φησιν, ὅτιτοιοῦτος ἦν

ὁ Αἴας, οἷον οὔ τινα ἡ Τροία εἶδε μολόντα γῆς ἀπὸ Ἑλληνίδος.ἐμφαντικῶς δὲ ἄριστον

ἄρτι ἑαυτὸν ὁ Ἀχιλλεὺς λέγει. εἰ μὲν γὰρ συγκατατίθεται ἡ μήτηρ ἄριστον αὐτὸν εἶναι,

ἵνα τί μὴ τιμᾶται ὡς ἄριστος; εἰ δὲ μήἐστιν ἄριστος, διὰ τί οὐκ ἔστι τοιοῦτος; ἀλλὰ

μινυνθάδιος μὲν γέγονε, τιμὴν δὲοὐκ ἔχει, ὁποίαν οἱ ἄριστοι. (ῃ. 410) [Σημείωσαι δὲ ὅτι

ἐν τῷ «πάντες ἐπαύρωνται βασιλῆος» νοηθείη ἂν βασιλεὺς καὶ ὁ κατὰ τὸν ἐν Ὀδυσσείᾳ

Ἔχετον βασιλέα βροτῶν δηλήμονα, ἵνα λέγῃ σεμνῶς καὶ εὐφήμως, ὡς πάντες

ἐπαύρωνταιβασιλέως τούτου κακοῦ κατὰ τὸ «πολλάκι καὶ ξύμπασα πόλις κακοῦ

ἀνδρὸςἀπηύρα». ἔνθα ὅρα τὸ ἀπαυρεῖν ταὐτὸν ὂν τῷ Ὁμηρικῷ ἐπαυρεῖν. διὸ καλῶςἡ

αὐτῶν ἑρμηνεία, ἤγουν τὸ ἐπαπολαύειν, τὰς ἐκείνων ἔχει προθέσεις.] (ῃ. 414)Ὅτι

μονῳδικῷ ἔοικε σχήματι τὰ τῆς Θέτιδος πρὸς Ἀχιλλέα εἰπούσης· «ὤ μοι, τέκνον ἐμόν, τί

νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα» καὶ τὰ ἑξῆς. πενθεῖ δὲ αὐτόν,ὅτι ἅμα τε ὠκύμορός ἐστι καὶ

ὀϊζυρὸς περὶ πάντων ἤτοι περισσότερον πάντων.καὶ σημείωσαι τὴν συντομίαν τοῦ «τί σ'

ἔτρεφον αἰνὰ τεκοῦσα;» δύο γὰρ ἐνὀλίγῳ συνέστρεψε νοήματα, οἱονεὶ οὕτως εἰποῦσα·

οὐκ ὤφελόν σε τεκεῖν. εἰ δὲκαὶ ἔτεκον, τί δήποτε δυστυχῶς ἔτρεφόν σε; Τὸ δὲ αἰνὰ

τεκοῦσα ἀντὶ τοῦαἰνῶς, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ, ὅτι οὐ καλὰ πόλεμόνδε

συνοισόμεθα ἀντὶτοῦ οὐ καλῶς. (ῃ. 417) Τὸ δὲ ὀϊζυρός τοιαύτην ἔχει παραγωγήν· ὥσπερ

παρὰτὸ αἴ ἐπίρρημα γίνεται τὸ αἰάζω καὶ παρὰ τὸ ὤ ὤζω ἐν Αἰσχύλῳ, ἐξ οὗ τὸοἰμώζω,

οὕτω παρὰ τὸ οἴ οἴζω, ἐξ οὗ παράγωγον οἰζύω καὶ κατὰ διάλυσινὀϊζύω· ὡς τὸ «ἀλλ' ἄγε

δὴ περὶ κεῖνον ὀΐζυε», ἐξ οὗ ὀϊζὺς ἡ ἀξία θρήνωνκακοπάθεια καὶ ὀϊζυρὸς ὁ θρήνων

ἐπάξιος. (ῃ. 415–8) [Τῷ δὲ ῥηθέντι ὡςμονῳδικῷ πρόσκειται καὶ ταῦτα· «αἴθ' ὄφελες

παρὰ νηυσὶν ἀδάκρυτος καὶἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔ τι μάλα δήν·

νῦν δ' ἅμα τ'ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο, τῷ σε κακῇ αἴσῃ τέκον ἐν

μεγάροισιν».ἔστι δὲ ἐναντία τὸ μίνυνθα καὶ τὸ δήν, ὧν ἐκ τοῦ μὲν γίνεται ὁ

μινυνθάδιος, ὡς 1.196 ἐδηλώθη, τοῦ δὲ ὁ δηναιός, ὅ ἐστι πολυχρόνιος, καὶ δηρόν τὸ ἐπὶ

πολύ, τροπῇ τοῦˉν εἰς ˉρ, καὶ δήνεα τὰ βουλεύματα, οἷς χρόνου δεῖ. διὸ καὶ παροιμία

κεῖται»δηρὸν βουλεύειν, ἵν' ἔχῃ καὶ πολλὸν ἄμεινον», εἰς ἣν συντελεῖ καὶ

Σοφοκλέουςτὸ «φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς».] (ῃ. 420) Ὅτι ἐν τῷ «Ὄλυμπον

ἀγάννιφον» φανερῶς Ὄλυμπον τὸ ὄρος λέγει. ὁ γὰρ Ὄλυμπος ὁ εἰς οὐρανὸν

λαμβανόμενος οὐ νίφεται, ὅτι μηδὲ νεφελοῦται, ὅπου γε κατὰ τοὺς παλαιοὺςκαὶ αὐτοῦ

τοῦ Ὀλύμπου τοῦ ὄρους τὰ ἄκρα ὡς ὑπερνεφῆ οὔτε νίφεται οὔτεκατομβρεῖται, ὡς καὶ

ἐν Ὀδυσσείᾳ φανερῶς φησιν ὁ ποιητής. Ἰστέον δὲ ὅτι διχρόνῳ παραλήγεται τὸ

«ἀγάννιφον» ἐκ τοῦ διφορουμένου νείφω. ἢ γὰρ ἐκτοῦ ἐνεστῶτος τοῦ ἔχοντος τὸ ˉι ἢ

ἐκ τοῦ γραφομένου ἐν διφθόγγῳ, οὗ δεύτεροςἀόριστος ἔνιφον, ὅθεν δοκεῖ ἡ νιφὰς εἶναι

καὶ ὁ νιφετός. ἐκεῖθεν δὲ καὶ τὸ νέφοςκαὶ τὸ νένοφα, οὗ μεμνημένος ὁ Ἡρωδιανὸς

ἀπορεῖ, πῶς ὁ Ἀριστοφάνης νένοφα εἶπε καὶ οὐ νένοιφα, ἵνα ἦν, ὥσπερ λείβω λέλοιβα,

λείπω λέλοιπα, οὕτω καὶνείφω νένοιφα. [Περὶ οὗ ἔστιν εἰπεῖν, ὡς οὐκ ἐκ τοῦ νείφω

ἐκλίθη κατὰ τὸ πείθωπέποιθα καὶ ὅσα ἕτερα ἐπὶ ἐνεστῶτος ἔχουσι τὸ ˉε μετὰ τοῦ ˉι,

ἀλλ', ὡς εἰκός,ἐκ τοῦ νέφω, ἵνα ᾖ, ὥσπερ λέγω λέλογα, οὕτω καὶ νέφω νένοφα, κατὰ τὰ

ἔχοντατὸ ˉε μόνον ἐν τῷ ἐνεστῶτι. τοῦ δὲ νέφω, εἰ καὶ μὴ ἔστι χρῆσις, ἀλλὰ δοκεῖὅμως

πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡς ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφος καὶἡ νεφέλη.]

Ἔτι ἰστέον καὶ ὅτι τὸ ἄγαν οὐκ ἀεὶ [ἐν ταῖς συνθέσεσι] φυλάσσει τὸ τοῦτέλους

ἀμετάβολον, ἀλλ' ἔστιν οὗ, ὡς ἔστι μαθεῖν ἐξ ἐπαγωγῆς. (ῃ. 421)[Οτι ἐρεθιστικὸν τῷ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

126

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!