18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ταὐτοφωνίανδέ πως ἀλλοιοῖ· καθὸ καὶ ἠναντίωται τοῦτο τῷ πρὸ αὐτοῦ, τῷ

παντελῶςταὐτοφώνῳ, οἷον τὸ «Σκύλλη κοίλης ἐκ νηός» καὶ «Ἐπειὸς ἐποίησε

σὺνἈθήνῃ» καὶ «φίλησε δὲ φῦλον ἀοιδῶν» καὶ Ἀρριανός «φῦναι Φινέα» καὶ Ἡσίοδος

«Φυλέα φίλον μακάρεσσι θεοῖσι»· καὶ Εὐριπίδης «ἐλελίζει αἴλινον»καὶ ὅσα ἄλλα ὅμοια.

τὰ δὲ τοιαῦτα οὐκ ἐπιτηδευτὰ ἔοικεν εἶναι, ἀλλ' ἐκ τοῦπαρατυχόντος παρήχηνται, ὡς

καὶ ἐν τῇ Ὀδυσσείᾳ εἴρηται. ἔστι τι καὶ ἄλλοπανοῦργον παρηχήσεως εἶδος, ὅπερ κατὰ

γραμμάτων μετάθεσιν γίνεται,ὁποῖόν τι περιειργάσατο ὁ εἰπὼν τὸ τοῦ λόγου νᾶμα

μάννα δοκεῖν τοῖς ἀκροαταῖς·τὸ γὰρ νᾶμα χωρῆσαν ὡς ἐς ἀνάρρουν εἰς μάννα μετερρύη.

τοιοῦτον καὶ τὸ «οὐλίθῳ βαλών, ἀλλὰ τῇ χειρὶ λαβών» καὶ τὸ λέπας καὶ πέλας παρὰ

Λυκόφρονι. καίεἰσι καὶ τούτου σπέρματα παρὰ τῷ ποιητῇ, ὃς εἰπὼν ἐν Ὀδυσσείᾳ

«ἠμείψατομύθῳ» ἐπήγαγε «θυμὸν ὤρινας», ὡς τοῦ μύθου καὶ τοῦ θυμοῦ τοῖς

αὐτοῖςδιοικουμένων γράμμασι. καὶ ἐν τῷ «θυμοδακὴς δὲ μῦθος» τὸ αὐτὸ ἐμφαίνεται·καὶ

ἐν τῷ «οὐχ' ἥνδανε θυμῷ, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν». οὕτω δὲ περιεργασαμένων

τινῶν τὴν μίαν λέξιν καὶ διαστρεψάντων αὐτὴν ἄλλοι μένειν αὐτὴν 1.194 κατὰ χώραν

ἀφέντες ἔπαιξαν ἄλλως, ἅπερ ἤθελον. ἡ γοῦν κωμῳδία τοιαῦτάτινα διθυραμβώδη

ἐποίει ἐν μιᾷ λέξει ἀναγκάζουσα γραφὰς διαφόρους νοεῖν·οἷον ὅτε εἴπῃ, ὅτι ὁ Ζεὺς

λήροις τοὺς νικῶντας ἀναδῶν στεφανοῖ. τὸ γὰρ λήροιςλέγεται μέν, ὡς τῶν νικώντων

ἐν Ὀλυμπίοις φλυάρῳ καὶ κενῷ κόμπῳ θελγομένων. βούλεται δὲ λέγειν καί, ὅτι

λειρίοις ἤγουν ἄνθεσι τοὺς νικῶντας ἀναδεῖ.τὸ αὐτὸ ποιεῖ ὁ Κωμικὸς καί, ὁπηνίκα

κηρύλου μεμνημένος τοῦ ζῴου, ὅπερτὴν διὰ τοῦ ˉη ἔχει γραφήν, ἀποσκώπτει εἰς

κουρέα τινὰ κηρύλον ἐκεῖνον θέλωννοεῖσθαι, ὡς ἀπὸ τοῦ κείρω, τὸ κουρεύω, ὅπερ διὰ

διφθόγγου γράφεται.ὅμοιον καὶ τὸ «ἐστεφάνιξα κἀδωρησάμην». δοκεῖ μὲν γὰρ λέγειν,

ὅτι «δώροιςἐδεξιωσάμην», παραλαλεῖ δὲ καὶ τὸ ∆ωρικῶς εἰπεῖν ὡς τοῦ

ἐστεφάνιξαδιαλέκτου ὄντος ∆ωρικῆς. ταῦτα δὲ παίγνια κωμικὰ κατά τινα δῆθεν

ὁμωνυμίαν,οὐ μὴν παρηχήσεις. ἡ γὰρ παρήχησις οὐ μιᾷ μόνῃ λέξει ἐμπεριγράφεται,

ἀλλ'ἐν δυσὶ τὸ ἐλάχιστον. Ἔστιν οὖν ὅλως τοιαύτη τις ἡ τῶν ῥηθεισῶν

παρηχήσεωνθεωρία. ἡ παρήχησις ἢ διαφορὰν μέν τινα ἔχει ἐν λέξεων προφορᾷ,

ταὐτότηταδὲ ἐν γραφῇ, καὶ ταύτην διχῶς· ἢ γὰρ ὀρθῶς κειμένων τῶν

παρηχουσῶνλέξεων ἢ ἀνεστραμμένως· ὀρθῶς μὲν ἐν τῷ «οὐδ' Εὐπείθει πείθοντο» καὶ

τοῖςὁμοίοις, ὃ δὴ καὶ μόνον καιριωτάτη ἐστὶ παρήχησις· ἀνεστραμμένως δέ, οἷοντὸ

μῦθος καὶ θυμός καὶ βαλών καὶ λαβών καὶ τὰ τοιαῦτα· ἢ ἀνάπαλιν ταὐτότηταμὲν ἔχει

περὶ λέξεων προφοράν, διαφορὰν δὲ ἐν τῇ τῶν φωνηέντων γραφῇ· οἷοντὸ «ἔδδεισαν

οὐδέ τ' ἔδησαν». πολλάκις δὲ καὶ ἀμφότερα ἤγουν διαφορὰν καὶφωνῆς καὶ γραφῆς, ὡς

τὸ «Φυλέα φίλον μακάρεσσι»· καὶ «εἴδωλον δ' ἑτέρωθενἑταίρου πόλλ' ἀγόρευε». [καὶ

«ἥλῳ γὰρ ἧλος» κατὰ παροιμίαν τὴν ἐν Πολιτείαιςπαρὰ τῷ Ἀριστοτέλει κειμένην, ἣν οἱ

μὴ εἰδότες ἄλλως γράφουσιν. ὡς γὰρπάσσαλος πασσάλῳ ἐκκρούεται, οὕτω καὶ αὐτοί

«ἧλος ἥλῳ» φασίν.] (ῃ. 407)Ὅτι τὸ μνήσασα, ὅ ἐστιν ἀναμνήσασα, αἰτιατικῇ συντάσσει

μετὰ γενικῆς·οἷον μνήσασα τὸν ∆ία τῶνδέ τινων. (ῃ. 408 σς.) [Ὅτι

προαναφώνησιςτεχνικὴ τὸ «αἴ κέν πως ἐθέλῃσιν», ὁ Ζεὺς δηλαδή, «ἐπὶ Τρώεσσιν

ἀρῆξαι»ἤγουν ἐπαρῆξαι τοῖς ἐν τῇ Τροίᾳ, «τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλαἕλσαι»,

ὅ ἐστιν εἰλῆσαι ἢ ἐλάσαι, «Ἀχαιοὺς κτεινομένους» καὶ τὰ ἑξῆς.προαναφωνεῖ γὰρ τὰ

γενησόμενα Ὅμηρος νῦν, δι' ὧν ὁ Ἀχιλλεὺς πρὸς τὴν μητέρα φησίν.] (ῃ. 410–2) Ὅτι πρὸ

μικροῦ ὁ Ἀχιλλεὺς τὸ πλεῖον τοῦ πολέμου αὐτὸς διέπειν εἰπὼν καὶ ἄριστον ἑαυτὸν

Ἀχαιῶν ἀποκαλέσας καὶ νῦν 1.195 παρὰ τῇ μητρὶ περιαυτολογῶν τοιοῦτον πάλιν

ἑαυτὸν ὀνομάζει [εἰπών· «ἵναπάντες ἐπαύρωνται βασιλῆος» ἤγουν ἐπαπολαύσωσι καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

125

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!