18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐνταῦθα τὸ Βριάρεωςεὐγενέστερον τοῦ Αἰγαίων ἐστὶ καὶ σεμνότερον, ἔτι δὲ καὶ

ὀγκηρότερον εἰςφωνήν. διὸ καὶ εἰς θεοὺς ὡς θεῖόν τι ἀνάγεται. οὕτω καὶ ἐν τοῖς ἑξῆς

Ξάνθονμέν τινα ποταμὸν καλοῦσι θεοί, ἄνδρες δὲ Σκάμανδρον· καὶ ὄρνιν τινὰ θεοὶ

μὲνχαλκίδα κικλῄσκουσιν, ἄνδρες δὲ κύμινδιν· ἐν δὲ Ὀδυσσείᾳ τὸ μῶλυ θεοὶμόνοι οὕτω

καλοῦσιν, ἀνθρώποις δὲ οὔτε ἔγνωσται οὔτε ὠνόμασται. Ὅτι δὲτρόπον τινὰ καὶ

τριώνυμος ὁ Βριάρεως, πρὸ βραχέων εἴρηται. ἐξ ἀνθρώπων δὲτῷ μύθῳ καὶ ἡ ῥηθεῖσα

πολυωνυμία παρείλκυσται, παρ' οἷς ἄλλο μὲν ὄνομαοἰκειακόν, ἄλλο δὲ ἐν τοῖς ἐκτός,

ὡς καὶ ἡ Ἀλκυόνη δηλοῖ ἐν τοῖς ἑξῆς, ἡ

καὶ Μάρπησσα. Ἰστέον δὲ ὡς τὸν μυθικὸν Αἰγαίωνα ὁ Στωϊκὸς ὍμηροςΠοσειδῶνος

εἶναί φησιν. ὁ δὲ ποιητής φησι καί, ὅτι τοῦ πατρὸς ἀμείνων ἦν,ὅπερ σπάνιον κατὰ τὸν

Ἡσίοδον λέγοντα· «παῦροι δέ τε πατρὸς ἀρείους».φασὶ δὲ οἱ παλαιοί, ὅτι Ζηνόδοτος ὁ

ἀντὶ τοῦ «Παλλὰς Ἀθήνη» μεταγράψας»Φοῖβος Ἀπόλλων» καὶ ἐνταῦθα ἀντὶ τοῦ «οὗ

πατρὸς ἀμείνων» γράφει «πολὺφέρτερος ἁπάντων, ὁπόσοι ναίουσιν ὑπὸ Τάρταρα

εὐρώεντα». ἀμελεῖται δὲ ὁ Ζηνόδοτος καὶ ἐν τούτῳ· οὐ γὰρ ἐκ τῶν ἀπὸ Ταρτάρου

Τιτάνων ὁ Βριάρεως,ἀλλὰ δαίμων, φασί, θαλάσσιος. [Ὅτι δὲ τὸ Βριάρεως καὶ

πεντασυλλάβωςλέγεται Ὀβριάρεως, ἔστιν ἀλλαχοῦ γνῶναι.] Ὅτι τὴν μὲν τοῦ Αἰγαίωνος

παρήχησιν ἐξέκλινεν, ὡς εἴρηται, ὁ ποιητὴς ἐν τῷ μὴ ὁμοιοπτώτως εἰπεῖν»Αἰγαίων

κύδεϊ γαίων», ἀλλ' ἐν ἀρχῇ μὲν στίχου ἑνὸς εἰπεῖν Αἰγαίωνα, ἐν δὲτέλει τοῦ ἑτέρου

Αἰγαίων, αἰτιατικὴν δηλονότι καὶ εὐθεῖαν, εἰ καὶ ἄλλως ἡἔκθλιψις τοῦ ˉα τῆς

αἰτιατικῆς εἰς τρισυλλαβίαν συστείλασα τὸν Αἰγαίωναἔμφασιν δίδωσι παρηχήσεως. καὶ

οὕτω μὲν οὐ καθαρῶς παρήχησεν ὁ ποιητὴςἐν τῷ Αἰγαίωνι. ἐφεξῆς δ' ἑτέρᾳ παρηχήσει

χρᾶται εἰπών, ὅτι τὸν Αἰγαίωναὑπέδδεισαν μάκαρες θεοὶ οὐδέ τ' ἔδησαν. τοῦτο δὲ πάνυ

καινότροπον. διὸ καὶσπάνιοι αἱ τοιαῦται πανταχοῦ παρηχήσεις. ὡς ἐπὶ τὸ πλεῖον γὰρ αἱ

παρηχήσειςἤγουν αἱ ταὐτὸν ἠχοῦσαι λέξεις διαφορὰν ἔχουσιν οὐ μόνον κατὰ τὴν

σημασίανἀλλὰ καὶ κατὰ τὴν προφοράν, οἷον τὸ «Εὐπείθει πείθοντο» καὶ «κατὰ

πεδίονἈλήϊον οἶος ἀλᾶτο πάτον ἀνθρώπων ἀλεείνων». τὸ δὲ πάντῃ ταὐτοφώνους εἶναι

1.193 τὰς παρηχήσεις σπάνιον καὶ μεμετρημένον παρὰ τῷ ποιητῇ οἷον καὶ τὸ «χόλοςδέ

μιν ἄγριος ᾕρει», «Ἥρῃ δ' οὐ κέχαδε στῆθος χόλον». τοιοῦτόν τι καὶ τὸ πρὸὀλίγου

ῥηθὲν τὸ «ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον». καὶ γὰρ καὶτὸ πίθεσθε

μέσου ἀορίστου δευτέρου προστακτικοῦ πληθυντικοῦ καὶ τὸπείθεσθαι ἀπαρέμφατον ἐν

διαφόρῳ γραφῇ τὸν αὐτὸν ἦχον ἔχουσι. καὶ ἐν τοῖςἑξῆς δὲ τὴν τῆς Ἥρας κλητικὴν διὰ

τῶν δύο ˉη καὶ τὴν τῆς Ἴριδος διὰ τῶν δύο ˉι ἐγγὺς ἀλλήλων τίθησι κατὰ τοιαύτην

παρήχησιν παντελῶς μὲν ἠχοῦσανταὐτόν, ἀνομοιότητα δὲ ἔχουσαν κατά τε τὴν ἔννοιαν

καὶ κατὰ τὴν γραφήν.φησὶ γάρ· «Ἶρι θεά, τίς γάρ σε προέηκε;» «Ἥρη με προέηκε».

τούτου τοῦ εἴδους ἐστὶ καὶ τὸ «οὐκ ὀφθήσῃ κενὸς ἐναντίον μου, ἀλλ' ἄλλον

τρόπονκαινός». καὶ γὰρ καὶ ἐνταῦθα κενὸς μὲν καὶ καινὸς τὰ αὐτὰ κατὰ τὸν ἦχον

ἀπαραλλάκτως εἰσί, πλὴν τὸ μὲν πρῶτον διὰ τοῦ ˉε ψιλοῦ γράφεται, τὸ δὲ δεύτεροντὴν

διὰ διφθόγγου γραφὴν ἀπηνέγκατο. τοιοῦτον καὶ παρὰ Θεοκρίτῳ τὸ»ὅρη, φίλε, ὃ

μελύδριον ὥρῃ ἐξεπόνησα» [τουτέστιν «ὅρα τὸ μέλος, ὃ καθ' ὥρανἐπονησάμην». καὶ

παροιμιῶδες τὸ «ζεῖ χύτρα, ζῇ φιλία».] καὶ τοῦτο μὲν τοιοῦτον παρηχήσεως εἶδος

ταὐτοφωνίαν ἔχον παντελῆ, διαφορὰν δὲ φέρον κατὰμόνην γραφήν· ὅπερ ἐστὶ

διάφορον πρὸς τὴν ῥητορικὴν παρήχησιν, ἥτιςταὐτογραφουμένη διαφορὰν ἔχει κατὰ

τὴν ἐκφώνησιν. ἔστι δὲ καὶ ἄλλο ξενίζονπαρηχήσεων εἶδος, ᾧ χρᾶται καὶ ὁ ποιητής. καὶ

κεῖνται τούτου ἱκανὰ παραδείγματα ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. ἔστι δὲ τοιοῦτον, ὅταν

καὶ παρηχῇ τις ἐνἀνομοιότητι γραφῆς φωνηέντων ὁμοίως τοῖς πρὸ τούτου καὶ τὴν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

124

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!