18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

πολυχειρίας πορίσασθαι. καὶ τοιαῦτα μέν τινα οἱἀλληγορηταί. ἡ δὲ ἱστορία λόφον τινὰ

οἶδεν Αἰγαίωνος περὶ τὴν Ἀσίαν, ἐξ οὗπηγαί τινες ἑκατὸν ἀναπιδύουσαι, ἤτοι πολλαὶ ἢ

αὐτὸ τοῦτο ἑκατόν, καὶ τὰ ἐκεῖπεδία λιπαίνουσαι τὴν τοῦ ἑκατόγχειρος μυθολογίαν

παρήγαγον. φησὶ γὰρ ἡτοῦ Ἀρριανοῦ ἱστορία, ὅτι Βριάρεως, γῆς καὶ οὐρανοῦ παῖς,

θαλαττοκρατήσαςὁρμητηρίῳ ἐχρήσατο Εὐβοίᾳ τῇ νήσῳ κἀκεῖθεν ὁρμώμενος

κατεστρέψατο τὰς Κυκλάδας, ὃς καὶ Αἰγαίων ὠνόμασται ὑπὸ τῶν ἀνθρώπων. οὗτος δὲ

καὶ αἰτίανπαρασχεῖν λέγεται τῷ Αἰγαίῳ πελάγει εἰς ἐπωνυμίαν. σῆμα δὲ αὐτοῦ

δείκνυσθαι 1.191 κατὰ τὸν Ῥυνδακὸν ποταμὸν οὐ πόρρω θαλάσσης λόφον τινὰ καὶ

τοῦτονἐπικαλεῖσθαι Αἰγαίωνος καὶ ἀπὸ τοῦ λόφου τούτου πίδακας ἐκδιδόναι ἑκατὸνκαὶ

ταύτας καλεῖσθαι παλάμας Βριάρεω. Ἰστέον δὲ ὅτι, ὥσπερ ἑκατογκέφαλοντὸν Τυφῶνα

ὁ μῦθος, οὕτω καὶ τὸν Αἰγαίωνα ἑκατόγχειρον ἔπλασε. καὶ ἔστικαθ' ἱστορίαν ἐκεῖνο μὲν

περινοίας ἀρχικῆς σύμβολον καὶ τοῦ πολλὰ δοκεῖν τὸν Τυφῶνα φρονεῖν, τοῦτο δὲ τοῦ

πολλὰ πράττειν αἴνιγμά ἐστιν. ὅθεν καὶ ὁπολυμήχανος Ἀρχιμήδης μιᾷ προσβολῇ πολλὰ

βέλη ἀφιεὶς ἑκατόγχειρ πρὸςτῶν βαλλομένων ἐκλήθη. [καὶ ἄλλως δὲ φράσαι εἴη ἂν

ἑκατόγχειρ ὁ πολύχειρἢ πράξεσιν ἢ πλήθει στρατοῦ ἢ μηχαναῖς. ἡ δ' ἐν τοιούτοις

δραστηριότηςὀξυλάβεια ἔργων λέγεται.] τὸ δὲ ἑκατόγχειρον ἀπὸ γενικῆς ἐστι τῆς

τοῦἑκατόγχειρος, ἥτις εἰς εὐθεῖαν ἀναδραμοῦσα παρήγαγε τὸν ἑκατόγχειρον.(ῃ. 402 ς.)

Ὅρα δὲ ὅπως, ὡς ἐν ἀνθρώποις εἰσὶ πολλάκις παῖδες οὐχ' ὅμοιοιἤγουν ὁμονοητικοὶ τῷ

πατρί, οὕτως οὐδὲ ὁ μυθικὸς Βριάρεως φίλα φρονεῖτῷ πατρὶ ἢ Κρόνῳ ὄντι κατὰ τὸν

Ἀρριανὸν ἢ Ποσειδῶνι κατά τινας, ἀλλὰ καταβραβεύει αὐτόν, ὥς φασιν οἱ παλαιοί, τοῦ

φυσικοῦ θεσμοῦ προθέμενος τὸδίκαιον. οὕτω καὶ ἐν μύθοις φαντάζει ὁ ποιητὴς τά τε

ὑψηλότερα καὶ τὰἀνθρώπινα δέ, φιλοσοφῶν ἀμφοτέρωθεν. τριώνυμος δὲ ὁ τοῦ ∆ιὸς

οὗτος ἐκδικητὴς Βριάρεώς τε καλούμενος καὶ Αἰγαίων καὶ ἑκατόγχειρ εἴτ' οὖν

ἑκατόγχειρος.Ὅρα δὲ καὶ τὴν ἐμβρίθειαν καὶ σεμνότητα τοῦ λόγου· δυνάμενος γὰρ ὁ

ποιητὴςἐγγυτάτω παραθεῖναι δύο εὐθείας τὸ «κύδεϊ γαίων» καὶ τὸ «Αἰγαίων» καὶ

οὕτωςἐπαναστροφὴν ἢ παρήχησιν αὐθαδεστέραν ποιῆσαι ῥητορικήν, οἷον

«Αἰγαίωνγαίων κύδεϊ» ἢ ἄλλως πως, ὁ δὲ οὐκ ἐποίησεν οὕτως, οἷα μὴ θέλων

ἄκαρπονἄνθος γραφῆς ἐνθεῖναι τῇ ποιήσει παρὰ καιρὸν καὶ ἀμεθόδως καλλωπίσαι

τὸνλόγον. οὐ γὰρ ἔδει ποιῆσαι τοιαῦτα παίζειν πενθοῦντα τὸν Ἀχιλλέα. Ἰστέον δὲ ὅτι

αἰθέρος, ὡς ἀνωτέρω ἐρρέθη, νοηθείσης τῆς Ἀθηνᾶς, προσεθεώρησάν τινεςἀκολούθως

καὶ ταῦτα· κορυφῆς μὲν αὐτὴν ἐκγενέσθαι ∆ιὸς διὰ τὸ δοκεῖναἰθέρα τὸν ὑψηλότατον

εἶναι ἀέρα, παρθένον δὲ διατελεῖν διὰ τὸ ἁγνὸν τοῦτοιούτου ἀέρος, γλαυκῶπιν δὲ

καλεῖσθαι διὰ τὸ τοῦ στοιχείου ἔγγλαυκον καὶφωσφόρον διὰ τὸ διαφανές. Ὅτι, ὡς καὶ

ἐν τοῖς ἑξῆς πολλαχοῦ φαίνεται,σκληρὸν ὁ μῦθος τὸ τῆς Ἥρας ἦθος πλάττει

ἀντικαθισταμένης ἀεὶ τῷ ∆ιΐ.ποιεῖ δὲ ὁ ποιητὴς τοῦτο λαβὼν ἀφορμὰς ἐκ τοῦ

προρρηθέντος παλαιτάτουμύθου. σκοπητέον γάρ, ὡς εἰκός, οἵα κακοτροπία γυναικὸς

βουλευσαμένηςτυραννίδα τῷ ἀνδρί. ἔχει δὲ τὰς ἀρχὰς ὁ μῦθος ἐκ τῆς φυσικῆς ἀληθείας.

τῷὄντι γὰρ τῇ Ἥρᾳ πρὸς τὸν ∆ία, ὅ ἐστι τῷ ἀέρι πρὸς τὸν αἰθέρα, οὐ μόνονστοργή τις

ὕπεστι κατὰ τὴν κοινὴν ἀμφοῖν ποιότητα τῆς θερμότητος, ἀλλὰ καὶμάχη καὶ διάστασις

ἀσύμβατος κατὰ τὴν ἀεὶ ξηρότητα καὶ ὑγρότητα· ξηρὸςμὲν γὰρ ὁ αἰθήρ, ὑγρὸς δὲ ὁ ἀήρ.

(ῃ. 403 ς.) Ὅτι πολλά εἰσι διώνυμα παρὰ 1.192 τῷ ποιητῇ τουτέστι δυσὶν ὀνόμασι

καλούμενα· καὶ τῶν τοιούτων ὀνομάτων τὸμὲν ὁ ποιητὴς εἰς θεοὺς ἀναφέρει, τὸ δὲ

ἀνθρώποις ἀπονέμει δηλῶν, ὅτι μουσοτραφὴς ὢν οἶδε καὶ τὰ θεῖα καὶ τῆς τῶν θεῶν

ἐπαΐει διαλέκτου. παρασημειοῦνταιδὲ οἱ παλαιοί, ὅτι τὸ μὲν ὅλως κρεῖττον τῶν

ὀνομάτων θεοῖς δίδωσιν ἡ ποίησιςὡς θειότερον, τὸ δὲ μὴ τοιοῦτον ἀνθρώποις· ὥσπερ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

123

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!